Λυκίνος
Ἐγὼ μὲν οὖν ἐνόμιζον ἄχρι παιδιᾶς ἱλαρὰν τὴν ἔριν ἡμῶν προκόψαι, ἐπεὶ δὲ οἱ παρὰ τούτου λόγοι καὶ φιλοσοφεῖν ὑπὲρ γυναικῶν ἐπενοήθησαν, ἀσμένως τὴν ἀφορμὴν ἥρπακα· μόνος γὰρ ὁ ἄρρην ἔρως κοινὸν ἀρετῆς καὶ ἡδονῆς ἐστιν ἔργον. εὐξαίμην γὰρ ἄν, εἴπερ ἦν ἐν δυνατῷ, τὴν ἐπήκοόν ποτε τῶν Σωκρατικῶν λόγων πλατάνιστον, Ἀκαδημίας καὶ Λυκείου δένδρον εὐτυχέστερον, ἐγγὺς ἡμῶν ἑστάναι πεφυκυῖαν, ἐνθ’ ἡ Φαίδρου προσανάκλισις ἦν, ὥσπερ ὁ ἱερὸς εἶπεν ἀνὴρ πλείστων
432
ἁψάμενος χαρίτων· αὐτὴ τάχα ἂν ὥσπερ ἡ ἐν Δωδώνῃ φηγὸς ἐκ τῶν ὀροδάμνων ἱερὰν ἀπορρήξασα φωνὴν τοὺς παιδικοὺς εὐφήμησεν ἔρωτας ἔτι τοῦ καλοῦ μεμνημένη Φαίδρου. πλὴν ἐπεὶ τοῦτ’ ἀμήχανον,
ἦ γὰρ πολλὰ μεταξὺ
οὔρεά τε σκιόεντα θάλασσά τε ἠχήεσσα,
ξένοι τὲ ἐπ᾿ ἀλλοτρίας γῆς ἀπειλήμμεθα καὶ πλεονέκτημα Χαρικλέους ἐστὶν ἡ Κνίδος. ὅμως τἀληθὲς οὐ προδώσομὲν εἴξαντες ὄχνῳ.
Amores. Pseudo-Lucian. ed. Karl Jacobitz. Leipzig. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Tufts University.