Λυκίνος
ἀλλὰ γὰρ ἐνταῦθα τοῖς Σω κρατικοῖς ὁ θαυμαστὸς ἀναφύεται λόγος, ὑφ’ οὗ παιδί καὶ
423
μὲν ἀκοαὶ τελείων ἐνδεεῖς λογισμῶν φενακίζονται· τὸ δ’ ἤδη κατὰ φρόνησιν ἐς ἄκρον ἔχον οὐκ ἂν ὑπαχθῆ ναί δύναιτο· ψυχῆς γὰρ ἔρωτα πλάττονται καὶ τὸ τοῦ σώματος εὔμορφον αἰδούμενοι φιλεῖν ἀρετῆς καλοῦσιν αὑτοὺς ἐραστάς. ἐφ’ οἷς μοι πολλάκις καγχάζειν ἐπέρχέται. τί γὰρ παθόντες, ὦ σεμνοὶ φιλόσοφοι, τὸ μὲν ἤδη μακρῷ χρόνῳ δεδωκὸς ἑαυτοῦ πεῖραν ὁποῖόν ἐστιν, ᾧ πολιὰ προσήκουσα καὶ γῆρας ἀρετὴν μαρτυρεῖ, δι᾿ ὀλιγωρίας παραπέμπετε, πᾶς δὲ ὁ σοφὸς ἔρως ἐπὶ τὸ νέον ἐπτόηται, μηδέπω τῶν λογισμῶν ἐν αὐτῷ, πρὸς ἃ τραπήσονται, κρίσιν ἐχόντων; ἢ νόμος ἐστί, πᾶσαν μὲν ἀμορφίαν πονηρίας εἶναι κατάκριτον, εὐθὺ δ’ ὡς ἀγαθὸν ἐπαινεῖσθαι τὸν καλόν; ἀλλά τοι κατὰ τὸν μέγαν ἀληθείας προφήτην Ὅμηρον
εἶδος τις ἀκιδνότερος πέλει ἀνήρ,
ἀλλὰ θεὸς μορφὴν ἔπεσι στέφει, οἱ δέ τ’ ἐς αὐτὸν
τερπόμενοι λεύσσουσιν, ὁ δ’ ἀσφαλέως ἀγορεύει
αἰδοῖ μειλιχίῃ. μετὰ δὲ πρέπει ἀγρομένοισιν·
424
ἐρχόμενον δ’ ἀνὰ ἄστυ θεὸν ὣς εἰσορόωσιν.
καὶ πάλιν εἶπέ που λέγων·
οὐχ ἄρα σοί γ’ ἐπὶ εἴδεϊ καὶ φρένες ἦσαν. ἀμέλει τοῦ καλοῦ Νιρέως ὁ σοφὸς Ὀδυσσεὺς πλέον ἐπαινεῖται.
Amores. Pseudo-Lucian. ed. Karl Jacobitz. Leipzig. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Tufts University.