Λυκίνος
εἰ δ’ ἐφ’ ὧν ἡ πρόνοια θεσμῶν ἔταξεν ἡμᾶς, ἕκαστος ἵδρυτο, ταῖς μετὰ γυναικῶν ἂν ὁμιλίαις
422
ἠρκούμεθα καὶ παντὸς ὀνείδους ὁ βίος ἐκαθάρευεν. ἀμέλει παρὰ τοῖς οὐδὲν ἐκ πονηρᾶς διαθέσεως παραχαράξαι δυναμένοις ξῴοις ἄχραντος ἡ τῆς φύσεως νομοθεσία φυλάττεται· λέοντες οὐκ ἐπιμαίνονται λέουσιν, ἀλλ’ ἡ κατὰ καιρὸν ᾿Αφροδίτη πρὸς τὸ θῆλυ τὴν ὄρεξιν αὐτῶν ἐκκαλεῖται· ταῦρος ἀγελάρχης βουσὶν ἐπιθόρνυται, καὶ κριὸς ὅλην τὴν ποίμνην ἄρρενος πληροῖ σπέρματος. τί δέ; οὐ συῶν μὲν εὐνὰς μεταδιώκουσι κάπροι; λυκαί ναις δ’ ἐπιμίγνυνται λύκοι; καθόλου δ’ εἰπεῖν, οὔθ’ οἱ ἀέρια ῥοιζοῦντες ὄρνεις οὔθ’ ὅσα τὴν ὑγρὰν καθ’ ὕδατος εἴληχε λῆξιν, ἀλλ’ οὐδ’ ἐπὶ γῆς τι ζῷον ἄρρενος ὁμιλίας ἐπωρέχθη, μένει δὲ ἀκίνητα τῆς προνοίας τὰ δόγματα. ὑμεῖς δ’, ὦ μάτην ἐπὶ τῷ φρονεῖν εὐλογούμενοι, θηρίον ὡς ἀληθῶς φαῦλον, ἄνθρωποι, τίνι καινῇ νόσῳ παρα νομήσαντες ἐπὶ τὴν κατ’ ἀλλήλων ὕβριν ἠρέθισθε; τίνα τῆς ψυχῆς τυφλὴν ἀναισθησίαν καταχέαντες ἀμφοῖν ἡστο χήκατε φεύγοντες ἃ διώκειν ἔδει καὶ διώκοντες ἀφ’ ὧν ἔδει φεύγειν; καὶ καθ’ ἕνα τοιαῦτα ζηλοῦν πάντων ἑλο μένων οὐδὲ εἶς ἔσται.
Amores. Pseudo-Lucian. ed. Karl Jacobitz. Leipzig. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Tufts University.