ΑΘ.
ταῦτα ἡμῖν εἴρηται πάντα κατὰ τὴν τῶν ἀνοσίων τιμωρὸν δὲ δίκην· περὶ δὲ δὴ τὸ δοκιμαζόμενον οὐχ οἷόν τε ἡμῖν ἀπιστεῖν ὡς οὐ δεῖ τόν γε ἀγαθὸν σοφὸν ἡμᾶς ἡγεῖσθαι, 989 989a τὴν δὲ σοφίαν ταύτην, ἣν ζητοῦμεν πάλαι, ἴδωμεν ἄν ποτʼ ἄρα ἐπινοήσωμεν ἢ κατὰ παιδείαν ἢ κατὰ τέχνην, ἥντινα τοῦ γιγνώσκειν ἐνδεεῖς ὄντες τῶν δικαίων, ἀγνώμονες ἂν εἶμεν ὄντες τοιοῦτοι. δοκοῦμεν δή μοι, καὶ λεκτέον· ἄνω γὰρ καὶ κάτω ζητῶν ᾗ μοι καταφανὴς γέγονεν, πειράσομαι δήλην ὑμῖν αὐτὴν ἀποτελεῖν. τὸ δὴ μέγιστον ἀρετῆς οὐ καλῶς πραττόμενον ἡμῖν γέγονεν αἴτιον, ὡς ἄρτι σημαίνειν ἐκ τῶν 989b εἰρημένων μοι σφόδρα δοκεῖ. μεῖζον μὲν γὰρ ἀρετῆς μηδεὶς ἡμᾶς ποτε πείσῃ τῆς εὐσεβείας εἶναι τῷ θνητῷ γένει· τοῦτο δʼ ὅτι διʼ ἀμαθίαν τὴν μεγίστην ἐν ταῖς ἀρίσταις φύσεσιν οὐ γέγονεν, λεκτέον. ἄρισται δʼ εἰσὶν αἱ χαλεπώτατα μὲν ἂν γενόμεναι, μέγιστον δὲ ὄφελος, ἂν γίγνωνται· τά τε γὰρ τῆς βραδείας τε καὶ τῆς ἐναντίας φύσεως μετρίως ἀποδεχομένη ψυχὴ καὶ πρᾴως, εὔκολος ἂν εἴη, τήν τε ἀνδρείαν ἀγαμένη, καὶ πρὸς τὸ σωφρονεῖν εὐπειθής, καὶ τό γε μέγιστον, ἐν 989c ταύταις ταῖς φύσεσιν δυναμένη μανθάνειν καὶ μνήμων οὖσα, εὖ μάλα χαίρειν τούτοις αὐτοῖς δύναιτʼ ἂν φιλομαθὴς ὥστʼ εἶναι. ταῦτα γὰρ οὔτε ῥᾴδια φύεσθαι, γενόμενά τε, καὶ τροφῆς καὶ παιδείας τυχόντα ἧς δεῖ, τοὺς πλείστους αὐτῶν καὶ χείρους κατέχειν ὀρθότατα δύναιτʼ ἂν τῷ φρονεῖν καὶ πράττειν καὶ λέγειν περὶ θεοὺς ἕκαστα ὡς δεῖ τε καὶ ὅτε δεῖ, περὶ θυσίας τε καὶ καθαρμοὺς τῶν περὶ θεούς τε καὶ ἀνθρώπους, οὐ σχήμασι τεχνάζοντας, ἀλλὰ ἀληθείᾳ τιμῶντας 989d ἀρετήν, ὃ δὴ καὶ μέγιστόν ἐστι συμπάντων πάσῃ τῇ πόλει. τοῦτο δὴ οὖν τὸ μέρος εἶναί φαμεν φύσει κυριώτατον καὶ δυνατὸν ὡς οἷόν τε κάλλιστα καὶ ἄριστα μαθεῖν, εἰ διδάσκοι τις. ἀλλʼ οὐδʼ ἂν διδάξειεν, εἰ μὴ θεὸς ὑφηγοῖτο· εἰ τʼ οὖν διδάσκοι, κατὰ τρόπον δὲ μὴ δρῷ τὸ τοιοῦτον, κρεῖττον μὴ μανθάνειν. ὅμως δʼ ἐκ τῶν νῦν λεγομένων ἀνάγκη μαθεῖν ταῦτα καὶ ἐμὲ λέγειν τὴν τοιαύτην τε καὶ ἀρίστην φύσιν. 989e πειρώμεθα δὴ τῷ τε λόγῳ διεξελθεῖν ἅ τʼ ἐστὶν καὶ οἷα καὶ ὡς δεῖ μανθάνειν, κατὰ δύναμιν τήν τʼ ἐμὴν τοῦ λέγοντος 990 990a καὶ τὴν τῶν δυναμένων εἰσακοῦσαι, θεοσεβείας ᾧτινι τρόπῳ τις τίνα μαθήσεται.
Epinomis. Plato. ed. John Burnet. Oxford. 1915.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.