ΕΤ.
ἐγὼ μὲν τά τε δίκαια δίκαια καὶ τὰ ἄδικα 316 316a ἄδικα.ΣΩ.
οὐκοῦν καὶ παρὰ πᾶσιν οὕτως ὡς ἐνθάδε νομίζεται;ΕΤ.
ναί.ΣΩ.
οὐκοῦν καὶ ἐν Πέρσαις;ΕΤ.
καὶ ἐν Πέρσαις.ΣΩ.
ἀλλὰ ἀεὶ δήπου;ΕΤ.
ἀεί.ΣΩ.
πότερον δὲ τὰ πλεῖον ἕλκοντα βαρύτερα νομίζεται ἐνθάδε, τὰ δὲ ἔλαττον κουφότερα, ἢ τοὐναντίον;ΕΤ.
οὔκ, ἀλλὰ τὰ πλεῖον ἕλκοντα βαρύτερα, τὰ δὲ ἔλαττον κουφότερα.ΣΩ.
οὐκοῦν καὶ ἐν Καρχηδόνι καὶ ἐν Λυκαίᾳ;ΕΤ.
ναί.ΣΩ.
τὰ μὲν καλά, ὡς ἔοικε, πανταχοῦ νομίζεται 316b καλὰ καὶ τὰ αἰσχρὰ αἰσχρά, ἀλλʼ οὐ τὰ αἰσχρὰ καλὰ οὐδὲ τὰ καλὰ αἰσχρά.ΕΤ.
οὕτως.ΣΩ.
οὐκοῦν, ὡς κατὰ πάντων εἰπεῖν, τὰ ὄντα νομίζεται εἶναι, οὐ τὰ μὴ ὄντα, καὶ παρʼ ἡμῖν καὶ παρὰ τοῖς ἄλλοις ἅπασιν.ΕΤ.
ἔμοιγε δοκεῖ.ΣΩ.
ὃς ἂν ἄρα τοῦ ὄντος ἁμαρτάνῃ, τοῦ νομίμου ἁμαρτάνει.ΕΤ.
οὕτω μέν, ὦ Σώκρατες, ὡς σὺ λέγεις, καὶ φαίνεται ταῦτα νόμιμα καὶ ἡμῖν ἀεὶ καὶ τοῖς ἄλλοις· ἐπειδὰν δʼ ἐννοήσω 316c ὅτι οὐδὲν παυόμεθα ἄνω κάτω μετατιθέμενοι τοὺς νόμους, οὐ δύναμαι πεισθῆναι.ΣΩ.
ἴσως γὰρ οὐκ ἐννοεῖς ταῦτα μεταπεττευόμενα ὅτι ταὐτά ἐστιν. ἀλλʼ ὧδε μετʼ ἐμοῦ αὐτὰ ἄθρει. ἤδη ποτὲ ἐνέτυχες συγγράμματι περὶ ὑγιείας τῶν καμνόντων;ΕΤ.
ἔγωγε.ΣΩ.
οἶσθα οὖν τίνος τέχνης τοῦτʼ ἐστὶ τὸ σύγγραμμα;ΕΤ.
οἶδα, ὅτι ἰατρικῆς.ΣΩ.
οὐκοῦν ἰατροὺς καλεῖς τοὺς ἐπιστήμονας περὶ τούτων;ΕΤ.
φημί.ΣΩ.
πότερον οὖν οἱ ἐπιστήμονες ταὐτὰ περὶ τῶν αὐτῶν νομίζουσιν ἢ ἄλλοι ἄλλα;ΕΤ.
ταὐτὰ ἔμοιγε δοκοῦσι.ΣΩ.
πότερον οἱ Ἕλληνες μόνοι τοῖς Ἕλλησιν ἢ καὶ οἱ βάρβαροι αὑτοῖς τε καὶ τοῖς Ἕλλησι, περὶ ὧν ἂν εἰδῶσι, ταὐτὰ νομίζουσι;ΕΤ.
ταὐτὰ δήπου πολλὴ ἀνάγκη ἐστὶν τοὺς εἰδότας αὐτοὺς αὑτοῖς συννομίζειν καὶ Ἕλληνας καὶ βαρβάρους.ΣΩ.
καλῶς γε ἀπεκρίνω. οὐκοῦν καὶ ἀεί;ΕΤ.
ναί, καὶ ἀεί.ΣΩ.
οὐκοῦν καὶ οἱ ἰατροὶ συγγράφουσι περὶ ὑγιείας ἅπερ 316e καὶ νομίζουσιν εἶναι;ΕΤ.
ναί.ΣΩ.
ἰατρικὰ ἄρα καὶ ἰατρικοὶ νόμοι ταῦτα τὰ συγγράμματα ἐστὶν τὰ τῶν ἰατρῶν.ΕΤ.
ἰατρικὰ μέντοι.ΣΩ.
ἆρʼ οὖν καὶ τὰ γεωργικὰ συγγράμματα γεωργικοὶ νόμοι εἰσίν;ΕΤ.
ναί.ΣΩ.
τίνων οὖν ἐστιν τὰ περὶ κήπων ἐργασίας συγγράμματα καὶ νόμιμα;ΕΤ.
κηπουρῶν.ΣΩ.
κηπουρικοὶ ἄρα νόμοι ἡμῖν εἰσιν οὗτοι.ΕΤ.
ναί.ΣΩ.
τῶν ἐπισταμένων κήπων ἄρχειν;ΕΤ.
πῶς δʼ οὔ;ΣΩ.
ἐπίστανται δʼ οἱ κηπουροί.ΕΤ.
ναί.ΣΩ.
τίνων δὲ τὰ περὶ ὄψου σκευασίας συγγράμματά τε καὶ νόμιμα;ΕΤ.
μαγείρων.ΣΩ.
μαγειρικοὶ ἄρα οὗτοι νόμοι εἰσί;ΕΤ.
μαγειρικοί.Minos. Plato. ed. John Burnet. Oxford. 1915.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.