[316]
ΕΤ.
ἐγὼ μὲν τά τε δίκαια δίκαια καὶ τὰ ἄδικα
316
316a
ἄδικα.
ΣΩ.
οὐκοῦν καὶ παρὰ πᾶσιν οὕτως ὡς ἐνθάδε νομίζεται;
ΣΩ.
οὐκοῦν καὶ ἐν Πέρσαις;
ΣΩ.
πότερον δὲ τὰ πλεῖον ἕλκοντα βαρύτερα νομίζεται ἐνθάδε, τὰ δὲ ἔλαττον κουφότερα, ἢ τοὐναντίον;
ΕΤ.
οὔκ, ἀλλὰ τὰ πλεῖον ἕλκοντα βαρύτερα, τὰ δὲ ἔλαττον κουφότερα.
ΣΩ.
οὐκοῦν καὶ ἐν Καρχηδόνι καὶ ἐν Λυκαίᾳ;
ΣΩ.
τὰ μὲν καλά, ὡς ἔοικε, πανταχοῦ νομίζεται
316b
καλὰ καὶ τὰ αἰσχρὰ αἰσχρά, ἀλλʼ οὐ τὰ αἰσχρὰ καλὰ οὐδὲ τὰ καλὰ αἰσχρά.
ΣΩ.
οὐκοῦν, ὡς κατὰ πάντων εἰπεῖν, τὰ ὄντα νομίζεται εἶναι, οὐ τὰ μὴ ὄντα, καὶ παρʼ ἡμῖν καὶ παρὰ τοῖς ἄλλοις ἅπασιν.
ΣΩ.
ὃς ἂν ἄρα τοῦ ὄντος ἁμαρτάνῃ, τοῦ νομίμου ἁμαρτάνει.
ΕΤ.
οὕτω μέν, ὦ Σώκρατες, ὡς σὺ λέγεις, καὶ φαίνεται ταῦτα νόμιμα καὶ ἡμῖν ἀεὶ καὶ τοῖς ἄλλοις· ἐπειδὰν δʼ ἐννοήσω
316c
ὅτι οὐδὲν παυόμεθα ἄνω κάτω μετατιθέμενοι τοὺς νόμους, οὐ δύναμαι πεισθῆναι.
ΣΩ.
ἴσως γὰρ οὐκ ἐννοεῖς ταῦτα μεταπεττευόμενα ὅτι ταὐτά ἐστιν. ἀλλʼ ὧδε μετʼ ἐμοῦ αὐτὰ ἄθρει. ἤδη ποτὲ ἐνέτυχες συγγράμματι περὶ ὑγιείας τῶν καμνόντων;
ΣΩ.
οἶσθα οὖν τίνος τέχνης τοῦτʼ ἐστὶ τὸ σύγγραμμα;
ΣΩ.
οὐκοῦν ἰατροὺς καλεῖς τοὺς ἐπιστήμονας περὶ τούτων;
316d
ΣΩ.
πότερον οὖν οἱ ἐπιστήμονες ταὐτὰ περὶ τῶν αὐτῶν νομίζουσιν ἢ ἄλλοι ἄλλα;
ΕΤ.
ταὐτὰ ἔμοιγε δοκοῦσι.
ΣΩ.
πότερον οἱ Ἕλληνες μόνοι τοῖς Ἕλλησιν ἢ καὶ οἱ βάρβαροι αὑτοῖς τε καὶ τοῖς Ἕλλησι, περὶ ὧν ἂν εἰδῶσι, ταὐτὰ νομίζουσι;
ΕΤ.
ταὐτὰ δήπου πολλὴ ἀνάγκη ἐστὶν τοὺς εἰδότας αὐτοὺς αὑτοῖς συννομίζειν καὶ Ἕλληνας καὶ βαρβάρους.
ΣΩ.
καλῶς γε ἀπεκρίνω. οὐκοῦν καὶ ἀεί;
ΣΩ.
οὐκοῦν καὶ οἱ ἰατροὶ συγγράφουσι περὶ ὑγιείας ἅπερ
316e
καὶ νομίζουσιν εἶναι;
ΣΩ.
ἰατρικὰ ἄρα καὶ ἰατρικοὶ νόμοι ταῦτα τὰ συγγράμματα ἐστὶν τὰ τῶν ἰατρῶν.
ΣΩ.
ἆρʼ οὖν καὶ τὰ γεωργικὰ συγγράμματα γεωργικοὶ νόμοι εἰσίν;
ΣΩ.
τίνων οὖν ἐστιν τὰ περὶ κήπων ἐργασίας συγγράμματα καὶ νόμιμα;
ΣΩ.
κηπουρικοὶ ἄρα νόμοι ἡμῖν εἰσιν οὗτοι.
ΣΩ.
τῶν ἐπισταμένων κήπων ἄρχειν;
ΣΩ.
ἐπίστανται δʼ οἱ κηπουροί.
ΣΩ.
τίνων δὲ τὰ περὶ ὄψου σκευασίας συγγράμματά τε καὶ νόμιμα;
ΣΩ.
μαγειρικοὶ ἄρα οὗτοι νόμοι εἰσί;