[540]
540
540a
ΙΩΝ.
τί δὲ δὴ ἐπιλανθάνομαι;
ΣΩ.
οὐ μέμνησαι ὅτι ἔφησθα τὴν ῥαψῳδικὴν τέχνην ἑτέραν εἶναι τῆς ἡνιοχικῆς;
ΣΩ.
οὐκοῦν καὶ ἑτέραν οὖσαν ἕτερα γνώσεσθαι ὡμολόγεις;
ΣΩ.
οὐκ ἄρα πάντα γε γνώσεται ἡ ῥαψῳδικὴ κατὰ τὸν σὸν λόγον οὐδὲ ὁ ῥαψῳδός.
ΙΩΝ.
πλήν γε ἴσως τὰ τοιαῦτα, ὦ Σώκρατες.
540b
ΣΩ.
τὰ τοιαῦτα δὲ λέγεις πλὴν τὰ τῶν ἄλλων τεχνῶν σχεδόν τι· ἀλλὰ ποῖα δὴ γνώσεται, ἐπειδὴ οὐχ ἅπαντα;
ΙΩΝ.
ἃ πρέπει, οἶμαι ἔγωγε, ἀνδρὶ εἰπεῖν καὶ ὁποῖα γυναικί, καὶ ὁποῖα δούλῳ καὶ ὁποῖα ἐλευθέρῳ, καὶ ὁποῖα ἀρχομένῳ καὶ ὁποῖα ἄρχοντι.
ΣΩ.
ἆρα ὁποῖα ἄρχοντι, λέγεις, ἐν θαλάττῃ χειμαζομένου πλοίου πρέπει εἰπεῖν, ὁ ῥαψῳδὸς γνώσεται κάλλιον ἢ ὁ κυβερνήτης;
ΙΩΝ.
οὔκ, ἀλλὰ ὁ κυβερνήτης τοῦτό γε.
540c
ΣΩ.
ἀλλʼ ὁποῖα ἄρχοντι κάμνοντος πρέπει εἰπεῖν, ὁ ῥαψῳδὸς γνώσεται κάλλιον ἢ ὁ ἰατρός;
ΣΩ.
ἀλλʼ οἷα δούλῳ πρέπει, λέγεις;
ΣΩ.
οἷον βουκόλῳ λέγεις δούλῳ ἃ πρέπει εἰπεῖν ἀγριαινουσῶν βοῶν παραμυθουμένῳ, ὁ ῥαψῳδὸς γνώσεται ἀλλʼ οὐχ ὁ βουκόλος;
ΣΩ.
ἀλλʼ οἷα γυναικὶ πρέποντά ἐστιν εἰπεῖν ταλασιουργῷ περὶ ἐρίων
540d
ἐργασίας;
ΣΩ.
ἀλλʼ οἷα ἀνδρὶ πρέπει εἰπεῖν γνώσεται στρατηγῷ στρατιώταις παραινοῦντι;
ΙΩΝ.
ναί, τὰ τοιαῦτα γνώσεται ὁ ῥαψῳδός.
ΣΩ.
τί δέ; ἡ ῥαψῳδικὴ τέχνη στρατηγική ἐστιν;
ΙΩΝ.
Γνοίην γοῦν ἂν ἔγωγε οἷα στρατηγὸν πρέπει εἰπεῖν.
ΣΩ.
ἴσως γὰρ εἶ καὶ στρατηγικός, ὦ Ἴων. καὶ γὰρ εἰ ἐτύγχανες ἱππικὸς ὢν ἅμα καὶ κιθαριστικός, ἔγνως ἂν ἵππους
540e
εὖ καὶ κακῶς ἱππαζομένους· ἀλλʼ εἴ σʼ ἐγὼ ἠρόμην·
ποτέρᾳ δὴ τέχνῃ, ὦ Ἴων, γιγνώσκεις τοὺς εὖ ἱππαζομένους ἵππους; ᾗ ἱππεὺς εἶ ἢ ᾗ κιθαριστής; τί ἄν μοι ἀπεκρίνω;
ΙΩΝ.
ἧι ἱππεύς, ἔγωγʼ ἄν.
ΣΩ.
οὐκοῦν εἰ καὶ τοὺς εὖ κιθαρίζοντας διεγίγνωσκες, ὡμολόγεις ἄν, ᾗ κιθαριστὴς εἶ, ταύτῃ διαγιγνώσκειν, ἀλλʼ οὐχ ᾗ ἱππεύς.
ΣΩ.
ἐπειδὴ δὲ τὰ στρατιωτικὰ γιγνώσκεις, πότερον ᾗ στρατηγικὸς εἶ γιγνώσκεις ἢ ᾗ ῥαψῳδὸς ἀγαθός;
ΙΩΝ.
οὐδὲν ἔμοιγε δοκεῖ διαφέρειν.