[85]
ΣΩ.
οὐκοῦν ἐστιν αὕτη γραμμὴ ἐκ γωνίας εἰς γωνίαν
85
85a
τινὰ τέμνουσα δίχα ἕκαστον τούτων τῶν χωρίων;
ΣΩ.
οὐκοῦν τέτταρες αὗται γίγνονται γραμμαὶ ἴσαι, περιέχουσαι τουτὶ τὸ χωρίον;
ΣΩ.
σκόπει δή· πηλίκον τί ἐστιν τοῦτο τὸ χωρίον;
ΣΩ.
οὐχὶ τεττάρων ὄντων τούτων ἥμισυ ἑκάστου ἑκάστη ἡ γραμμὴ ἀποτέτμηκεν ἐντός; ἢ οὔ;
ΣΩ.
πόσα οὖν τηλικαῦτα ἐν τούτῳ ἔνεστιν;
ΣΩ.
τὰ δὲ τέτταρα τοῖν δυοῖν τί ἐστιν;
ΣΩ.
τόδε οὖν
85b
ποσάπουν γίγνεται;
ΣΩ.
ἀπὸ τῆς ἐκ γωνίας εἰς γωνίαν τεινούσης τοῦ τετράποδος;
ΣΩ.
καλοῦσιν δέ γε ταύτην διάμετρον οἱ σοφισταί· ὥστʼ εἰ ταύτῃ διάμετρος ὄνομα, ἀπὸ τῆς διαμέτρου ἄν, ὡς σὺ φῄς, ὦ παῖ Μένωνος, γίγνοιτʼ ἂν τὸ διπλάσιον χωρίον.
ΠΑΙ.
πάνυ μὲν οὖν, ὦ Σώκρατες.
ΣΩ.
τί σοι δοκεῖ, ὦ Μένων; ἔστιν ἥντινα δόξαν οὐχ αὑτοῦ οὗτος ἀπεκρίνατο;
85c
ΜΕΝ.
οὔκ, ἀλλʼ ἑαυτοῦ.
ΣΩ.
καὶ μὴν οὐκ ᾔδει γε, ὡς ἔφαμεν ὀλίγον πρότερον.
ΣΩ.
ἐνῆσαν δέ γε αὐτῷ αὗται αἱ δόξαι· ἢ οὔ;
ΣΩ.
τῷ οὐκ εἰδότι ἄρα περὶ ὧν ἂν μὴ εἰδῇ ἔνεισιν ἀληθεῖς δόξαι περὶ τούτων ὧν οὐκ οἶδε;
ΣΩ.
καὶ νῦν μέν γε αὐτῷ ὥσπερ ὄναρ ἄρτι ἀνακεκίνηνται αἱ δόξαι αὗται· εἰ δὲ αὐτόν τις ἀνερήσεται πολλάκις τὰ αὐτὰ ταῦτα καὶ πολλαχῇ, οἶσθʼ ὅτι τελευτῶν οὐδενὸς ἧττον ἀκριβῶς
85d
ἐπιστήσεται περὶ τούτων.
ΣΩ.
οὐκοῦν οὐδενὸς διδάξαντος ἀλλʼ ἐρωτήσαντος ἐπιστήσεται, ἀναλαβὼν αὐτὸς ἐξ αὑτοῦ τὴν ἐπιστήμην;
ΣΩ.
τὸ δὲ ἀναλαμβάνειν αὐτὸν ἐν αὑτῷ ἐπιστήμην οὐκ ἀναμιμνῄσκεσθαί ἐστιν;
ΣΩ.
ἆρʼ οὖν οὐ τὴν ἐπιστήμην, ἣν νῦν οὗτος ἔχει, ἤτοι ἔλαβέν ποτε ἢ ἀεὶ εἶχεν;
ΣΩ.
οὐκοῦν εἰ μὲν ἀεὶ εἶχεν, ἀεὶ καὶ ἦν ἐπιστήμων· εἰ δὲ ἔλαβέν ποτε, οὐκ ἂν ἔν γε τῷ νῦν βίῳ εἰληφὼς εἴη. ἢ
85e
δεδίδαχέν τις τοῦτον γεωμετρεῖν; οὗτος γὰρ ποιήσει περὶ πάσης γεωμετρίας ταὐτὰ ταῦτα, καὶ τῶν ἄλλων μαθημάτων ἁπάντων. ἔστιν οὖν ὅστις τοῦτον πάντα δεδίδαχεν; δίκαιος γάρ που εἶ εἰδέναι, ἄλλως τε ἐπειδὴ ἐν τῇ σῇ οἰκίᾳ γέγονεν καὶ τέθραπται.
ΜΕΝ.
ἀλλʼ οἶδα ἔγωγε ὅτι οὐδεὶς πώποτε ἐδίδαξεν.
ΣΩ.
ἔχει δὲ ταύτας τὰς δόξας, ἢ οὐχί;
ΜΕΝ.
ἀνάγκη, ὦ Σώκρατες, φαίνεται.