ΣΩ.
τί δέ; νοῦν ἔχοντα λυπούμενον καὶ χαίροντα;ΚΑΛ.
φημί.ΣΩ.
πότεροι δὲ μᾶλλον χαίρουσι καὶ λυποῦνται, οἱ φρόνιμοι ἢ οἱ ἄφρονες;ΚΑΛ.
οἶμαι ἔγωγε οὐ πολύ τι διαφέρειν.ΣΩ.
ἀλλʼ ἀρκεῖ καὶ τοῦτο. ἐν πολέμῳ δὲ ἤδη εἶδες ἄνδρα δειλόν;ΚΑΛ.
πῶς γὰρ οὔ;ΣΩ.
τί οὖν; ἀπιόντων τῶν πολεμίων πότεροί σοι ἐδόκουν μᾶλλον χαίρειν, οἱ δειλοὶ ἢ οἱ ἀνδρεῖοι;ΚΑΛ.
ἀμφότεροι ἔμοιγε 498b μᾶλλον· εἰ δὲ μή, παραπλησίως γε.ΣΩ.
οὐδὲν διαφέρει. χαίρουσιν δʼ οὖν καὶ οἱ δειλοί;ΚΑΛ.
σφόδρα γε.ΣΩ.
καὶ οἱ ἄφρονες, ὡς ἔοικεν.ΚΑΛ.
ναί.ΣΩ.
προσιόντων δὲ οἱ δειλοὶ μόνον λυποῦνται ἢ καὶ οἱ ἀνδρεῖοι;ΚΑΛ.
ἀμφότεροι.ΣΩ.
ἆρα ὁμοίως;ΚΑΛ.
μᾶλλον ἴσως οἱ δειλοί.ΣΩ.
ἀπιόντων δʼ οὐ μᾶλλον χαίρουσιν;ΚΑΛ.
ἴσως.ΣΩ.
οὐκοῦν λυποῦνται μὲν καὶ χαίρουσιν καὶ οἱ ἄφρονες καὶ οἱ φρόνιμοι καὶ οἱ δειλοὶ καὶ οἱ ἀνδρεῖοι παραπλησίως, 498c ὡς σὺ φῄς, μᾶλλον δὲ οἱ δειλοὶ τῶν ἀνδρείων;ΚΑΛ.
φημί.ΣΩ.
ἀλλὰ μὴν οἵ γε φρόνιμοι καὶ οἱ ἀνδρεῖοι ἀγαθοί, οἱ δὲ δειλοὶ καὶ ἄφρονες κακοί;ΚΑΛ.
ναί.ΣΩ.
παραπλησίως ἄρα χαίρουσιν καὶ λυποῦνται οἱ ἀγαθοὶ καὶ οἱ κακοί;ΚΑΛ.
φημί.ΣΩ.
ἆρʼ οὖν παραπλησίως εἰσὶν ἀγαθοὶ καὶ κακοὶ οἱ ἀγαθοί τε καὶ οἱ κακοί; ἢ καὶ ἔτι μᾶλλον ἀγαθοὶ οἱ ἀγαθοὶ καὶ οἱ κακοί εἰσιν οἱ κακοί;ΚΑΛ.
ἀλλὰ μὰ Δίʼ οὐκ οἶδʼ ὅτι λέγεις.ΣΩ.
οὐκ οἶσθʼ ὅτι τοὺς ἀγαθοὺς ἀγαθῶν φῂς παρουσίᾳ εἶναι ἀγαθούς, καὶ κακοὺς δὲ κακῶν; τὰ δὲ ἀγαθὰ εἶναι τὰς ἡδονάς, κακὰ δὲ τὰς ἀνίας;ΚΑΛ.
ἔγωγε.ΣΩ.
οὐκοῦν τοῖς χαίρουσιν πάρεστιν τἀγαθά, αἱ ἡδοναί, εἴπερ χαίρουσιν;ΚΑΛ.
πῶς γὰρ οὔ;ΣΩ.
οὐκοῦν ἀγαθῶν παρόντων ἀγαθοί εἰσιν οἱ χαίροντες;ΚΑΛ.
ναί.ΣΩ.
τί δέ; τοῖς ἀνιωμένοις οὐ πάρεστιν τὰ κακά, αἱ λῦπαι;ΚΑΛ.
πάρεστιν.ΣΩ.
κακῶν δέ γε παρουσίᾳ φῂς σὺ εἶναι κακοὺς τοὺς κακούς· ἢ οὐκέτι φῄς;ΚΑΛ.
ἔγωγε.ΣΩ.
ἀγαθοὶ ἄρα οἳ ἂν χαίρωσι, κακοὶ δὲ οἳ ἂν ἀνιῶνται;ΚΑΛ.
πάνυ γε.ΣΩ.
οἳ μέν γε μᾶλλον μᾶλλον, οἳ δʼ ἧττον ἧττον, οἳ δὲ παραπλησίως παραπλησίως;ΚΑΛ.
ναί.ΣΩ.
οὐκοῦν φῂς παραπλησίως χαίρειν καὶ λυπεῖσθαι τοὺς φρονίμους καὶ τοὺς ἄφρονας καὶ τοὺς δειλοὺς καὶ τοὺς ἀνδρείους, ἢ καὶ μᾶλλον ἔτι τοὺς δειλούς;ΚΑΛ.
ἔγωγε.Gorgias. Plato. ed. John Burnet. Oxford. 1903.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.