[498]
ΣΩ.
τί δέ; νοῦν ἔχοντα λυπούμενον καὶ χαίροντα;
ΣΩ.
πότεροι δὲ μᾶλλον χαίρουσι καὶ λυποῦνται, οἱ φρόνιμοι ἢ οἱ ἄφρονες;
ΚΑΛ.
οἶμαι ἔγωγε οὐ πολύ τι διαφέρειν.
ΣΩ.
ἀλλʼ ἀρκεῖ καὶ τοῦτο. ἐν πολέμῳ δὲ ἤδη εἶδες ἄνδρα δειλόν;
ΣΩ.
τί οὖν; ἀπιόντων τῶν πολεμίων πότεροί σοι ἐδόκουν μᾶλλον χαίρειν, οἱ δειλοὶ ἢ οἱ ἀνδρεῖοι;
ΚΑΛ.
ἀμφότεροι ἔμοιγε
498b
μᾶλλον· εἰ δὲ μή, παραπλησίως γε.
ΣΩ.
οὐδὲν διαφέρει. χαίρουσιν δʼ οὖν καὶ οἱ δειλοί;
ΣΩ.
καὶ οἱ ἄφρονες, ὡς ἔοικεν.
ΣΩ.
προσιόντων δὲ οἱ δειλοὶ μόνον λυποῦνται ἢ καὶ οἱ ἀνδρεῖοι;
ΚΑΛ.
μᾶλλον ἴσως οἱ δειλοί.
ΣΩ.
ἀπιόντων δʼ οὐ μᾶλλον χαίρουσιν;
ΣΩ.
οὐκοῦν λυποῦνται μὲν καὶ χαίρουσιν καὶ οἱ ἄφρονες καὶ οἱ φρόνιμοι καὶ οἱ δειλοὶ καὶ οἱ ἀνδρεῖοι παραπλησίως,
498c
ὡς σὺ φῄς, μᾶλλον δὲ οἱ δειλοὶ τῶν ἀνδρείων;
ΣΩ.
ἀλλὰ μὴν οἵ γε φρόνιμοι καὶ οἱ ἀνδρεῖοι ἀγαθοί, οἱ δὲ δειλοὶ καὶ ἄφρονες κακοί;
ΣΩ.
παραπλησίως ἄρα χαίρουσιν καὶ λυποῦνται οἱ ἀγαθοὶ καὶ οἱ κακοί;
ΣΩ.
ἆρʼ οὖν παραπλησίως εἰσὶν ἀγαθοὶ καὶ κακοὶ οἱ ἀγαθοί τε καὶ οἱ κακοί; ἢ καὶ ἔτι μᾶλλον ἀγαθοὶ
οἱ ἀγαθοὶ καὶ οἱ κακοί εἰσιν οἱ κακοί;
498d
ΚΑΛ.
ἀλλὰ μὰ Δίʼ οὐκ οἶδʼ ὅτι λέγεις.
ΣΩ.
οὐκ οἶσθʼ ὅτι τοὺς ἀγαθοὺς ἀγαθῶν φῂς παρουσίᾳ εἶναι ἀγαθούς, καὶ κακοὺς δὲ κακῶν; τὰ δὲ ἀγαθὰ εἶναι τὰς ἡδονάς, κακὰ δὲ τὰς ἀνίας;
ΣΩ.
οὐκοῦν τοῖς χαίρουσιν πάρεστιν τἀγαθά, αἱ ἡδοναί, εἴπερ χαίρουσιν;
ΣΩ.
οὐκοῦν ἀγαθῶν παρόντων ἀγαθοί εἰσιν οἱ χαίροντες;
ΣΩ.
τί δέ; τοῖς ἀνιωμένοις οὐ πάρεστιν τὰ κακά, αἱ λῦπαι;
498e
ΣΩ.
κακῶν δέ γε παρουσίᾳ φῂς σὺ εἶναι κακοὺς τοὺς κακούς· ἢ οὐκέτι φῄς;
ΣΩ.
ἀγαθοὶ ἄρα οἳ ἂν χαίρωσι, κακοὶ δὲ οἳ ἂν ἀνιῶνται;
ΣΩ.
οἳ μέν γε μᾶλλον μᾶλλον, οἳ δʼ ἧττον ἧττον, οἳ δὲ παραπλησίως παραπλησίως;
ΣΩ.
οὐκοῦν φῂς παραπλησίως χαίρειν καὶ λυπεῖσθαι τοὺς φρονίμους καὶ τοὺς ἄφρονας καὶ τοὺς δειλοὺς καὶ τοὺς ἀνδρείους, ἢ καὶ μᾶλλον ἔτι τοὺς δειλούς;