[476]
ΣΩ.
ὁρᾷς οὖν, ὦ Πῶλε, ὁ ἔλεγχος παρὰ τὸν ἔλεγχον παραβαλλόμενος ὅτι οὐδὲν ἔοικεν, ἀλλὰ σοὶ μὲν οἱ ἄλλοι πάντες ὁμολογοῦσιν πλὴν ἐμοῦ, ἐμοὶ δὲ σὺ ἐξαρκεῖς εἷς ὢν
476a
μόνος καὶ ὁμολογῶν καὶ μαρτυρῶν, καὶ ἐγὼ σὲ μόνον ἐπιψηφίζων τοὺς ἄλλους ἐῶ χαίρειν. καὶ τοῦτο μὲν ἡμῖν οὕτως ἐχέτω· μετὰ τοῦτο δὲ περὶ οὗ τὸ δεύτερον ἠμφεσβητήσαμεν σκεψώμεθα, τὸ ἀδικοῦντα διδόναι δίκην ἆρα μέγιστον τῶν κακῶν ἐστιν, ὡς σὺ ᾤου, ἢ μεῖζον τὸ μὴ διδόναι, ὡς αὖ ἐγὼ ᾤμην.
σκοπώμεθα δὲ τῇδε· τὸ διδόναι δίκην καὶ τὸ κολάζεσθαι δικαίως ἀδικοῦντα ἆρα τὸ αὐτὸ καλεῖς;
476b
ΣΩ.
ἔχεις οὖν λέγειν ὡς οὐχὶ τά γε δίκαια πάντα καλά ἐστιν, καθʼ ὅσον δίκαια; καὶ διασκεψάμενος εἰπέ.
ΠΩΛ.
ἀλλά μοι δοκεῖ, ὦ Σώκρατες.
ΣΩ.
σκόπει δὴ καὶ τόδε· ἆρα εἴ τίς τι ποιεῖ, ἀνάγκη τι εἶναι καὶ πάσχον ὑπὸ τούτου τοῦ ποιοῦντος;
ΣΩ.
ἆρα τοῦτο πάσχον ὃ τὸ ποιοῦν ποιεῖ, καὶ τοιοῦτον οἷον ποιεῖ τὸ ποιοῦν; λέγω δὲ τὸ τοιόνδε· εἴ τις τύπτει, ἀνάγκη τι τύπτεσθαι;
ΣΩ.
καὶ εἰ σφόδρα τύπτει ἢ ταχὺ ὁ
476c
τύπτων, οὕτω καὶ τὸ τυπτόμενον τύπτεσθαι;
ΣΩ.
τοιοῦτον ἄρα πάθος τῷ τυπτομένῳ ἐστὶν οἷον ἂν τὸ τύπτον ποιῇ;
ΣΩ.
οὐκοῦν καὶ εἰ κάει τις, ἀνάγκη τι κάεσθαι;
ΣΩ.
καὶ εἰ σφόδρα γε κάει ἢ ἀλγεινῶς, οὕτω κάεσθαι τὸ καόμενον ὡς ἂν τὸ κᾶον κάῃ;
ΣΩ.
οὐκοῦν καὶ εἰ τέμνει τι, ὁ αὐτὸς λόγος; τέμνεται γάρ τι.
ΣΩ.
καὶ εἰ μέγα γε ἢ βαθὺ τὸ τμῆμα ἢ ἀλγεινόν, τοιοῦτον
476d
τμῆμα τέμνεται τὸ τεμνόμενον οἷον τὸ τέμνον τέμνει;
ΣΩ.
συλλήβδην δὴ ὅρα εἰ ὁμολογεῖς, ὃ ἄρτι ἔλεγον, περὶ πάντων, οἷον ἂν ποιῇ τὸ ποιοῦν, τοιοῦτον τὸ πάσχον πάσχειν.
ΣΩ.
τούτων δὴ ὁμολογουμένων, τὸ δίκην διδόναι πότερον πάσχειν τί ἐστιν ἢ ποιεῖν;
ΠΩΛ.
ἀνάγκη, ὦ Σώκρατες, πάσχειν.
ΣΩ.
οὐκοῦν ὑπό τινος ποιοῦντος;
ΠΩΛ.
πῶς γὰρ οὔ; ὑπό γε τοῦ κολάζοντος.
ΣΩ.
ὁ δὲ ὀρθῶς κολάζων
476e
δικαίως κολάζει;
ΣΩ.
οὐκοῦν ὁ κολαζόμενος δίκην διδοὺς δίκαια πάσχει;
ΣΩ.
τὰ δὲ δίκαιά που καλὰ ὡμολόγηται;
ΣΩ.
τούτων ἄρα ὁ μὲν ποιεῖ καλά, ὁ δὲ πάσχει, ὁ κολαζόμενος.