[475]
475a
ΠΩΛ.
οὐκ ἔμοιγε δοκεῖ.
ΣΩ.
οὐκοῦν καὶ τὸ τῶν μαθημάτων κάλλος ὡσαύτως;
ΠΩΛ.
πάνυ γε· καὶ καλῶς γε νῦν ὁρίζῃ, ὦ Σώκρατες, ἡδονῇ τε καὶ ἀγαθῷ ὁριζόμενος τὸ καλόν.
ΣΩ.
οὐκοῦν τὸ αἰσχρὸν τῷ ἐναντίῳ, λύπῃ τε καὶ κακῷ;
ΣΩ.
ὅταν ἄρα δυοῖν καλοῖν θάτερον κάλλιον ᾖ, ἢ τῷ ἑτέρῳ τούτοιν ἢ ἀμφοτέροις ὑπερβάλλον κάλλιόν ἐστιν, ἤτοι ἡδονῇ ἢ ὠφελίᾳ ἢ ἀμφοτέροις.
ΣΩ.
καὶ ὅταν δὲ δὴ δυοῖν αἰσχροῖν τὸ
475b
ἕτερον αἴσχιον ᾖ, ἤτοι λύπῃ ἢ κακῷ ὑπερβάλλον αἴσχιον ἔσται· ἢ οὐκ ἀνάγκη;
ΣΩ.
φέρε δή, πῶς ἐλέγετο νυνδὴ περὶ τοῦ ἀδικεῖν καὶ ἀδικεῖσθαι; οὐκ ἔλεγες τὸ μὲν ἀδικεῖσθαι κάκιον εἶναι, τὸ δὲ ἀδικεῖν αἴσχιον;
ΣΩ.
οὐκοῦν εἴπερ αἴσχιον τὸ ἀδικεῖν τοῦ ἀδικεῖσθαι, ἤτοι λυπηρότερόν ἐστιν καὶ λύπῃ ὑπερβάλλον αἴσχιον ἂν εἴη ἢ κακῷ ἢ ἀμφοτέροις; οὐ καὶ τοῦτο ἀνάγκη;
ΣΩ.
πρῶτον
475c
μὲν δὴ σκεψώμεθα, ἆρα λύπῃ ὑπερβάλλει τὸ ἀδικεῖν τοῦ ἀδικεῖσθαι, καὶ ἀλγοῦσι μᾶλλον οἱ ἀδικοῦντες ἢ οἱ ἀδικούμενοι;
ΠΩΛ.
οὐδαμῶς, ὦ Σώκρατες, τοῦτό γε.
ΣΩ.
οὐκ ἄρα λύπῃ γε ὑπερέχει.
ΣΩ.
οὐκοῦν εἰ μὴ λύπῃ, ἀμφοτέροις μὲν οὐκ ἂν ἔτι ὑπερβάλλοι.
ΣΩ.
οὐκοῦν τῷ ἑτέρῳ λείπεται.
ΣΩ.
οὐκοῦν κακῷ ὑπερβάλλον τὸ ἀδικεῖν κάκιον ἂν εἴη τοῦ ἀδικεῖσθαι.
475d
ΣΩ.
ἄλλο τι οὖν ὑπὸ μὲν τῶν πολλῶν ἀνθρώπων καὶ ὑπὸ σοῦ ὡμολογεῖτο ἡμῖν ἐν τῷ ἔμπροσθεν χρόνῳ αἴσχιον εἶναι τὸ ἀδικεῖν τοῦ ἀδικεῖσθαι;
ΣΩ.
νῦν δέ γε κάκιον ἐφάνη.
ΣΩ.
δέξαιο ἂν οὖν σὺ μᾶλλον τὸ κάκιον καὶ τὸ αἴσχιον ἀντὶ τοῦ ἧττον; μὴ ὄκνει ἀποκρίνασθαι, ὦ Πῶλε· οὐδὲν γὰρ βλαβήσῃ· ἀλλὰ γενναίως τῷ λόγῳ ὥσπερ ἰατρῷ παρέχων ἀποκρίνου, καὶ ἢ
475e
φάθι ἢ μὴ ἃ ἐρωτῶ.
ΠΩΛ.
ἀλλʼ οὐκ ἂν δεξαίμην, ὦ Σώκρατες.
ΣΩ.
ἄλλος δέ τις ἀνθρώπων;
ΠΩΛ.
οὔ μοι δοκεῖ κατά γε τοῦτον τὸν λόγον.
ΣΩ.
ἀληθῆ ἄρα ἐγὼ ἔλεγον, ὅτι οὔτʼ ἂν ἐγὼ οὔτʼ ἂν σὺ οὔτʼ ἄλλος οὐδεὶς ἀνθρώπων δέξαιτʼ ἂν μᾶλλον ἀδικεῖν ἢ ἀδικεῖσθαι· κάκιον γὰρ τυγχάνει ὄν.