ΣΩ.
οὐκοῦν ὧδε δίκαιον προσαγορεύειν ἑκάστην τῶν πράξεων· εἴπερ ᾗ κακὸν ἀπεργάζεται κακὴν καλεῖς, καὶ ᾗ 116 116a ἀγαθὸν ἀγαθὴν κλητέον.ΑΛ.
ἔμοιγε δοκεῖ.ΣΩ.
ἆρʼ οὖν καὶ ᾗ ἀγαθόν, καλόν· ᾗ δὲ κακόν, αἰσχρόν;ΑΛ.
ναί.ΣΩ.
τὴν ἄρʼ ἐν τῷ πολέμῳ τοῖς φίλοις βοήθειαν λέγων καλὴν μὲν εἶναι, κακὴν δέ, οὐδὲν διαφερόντως λέγεις ἢ εἰ προσεῖπες αὐτὴν ἀγαθὴν μέν, κακὴν δέ.ΑΛ.
ἀληθῆ μοι δοκεῖς λέγειν, ὦ Σώκρατες.ΣΩ.
οὐδὲν ἄρα τῶν καλῶν, καθʼ ὅσον καλόν, κακόν, οὐδὲ τῶν αἰσχρῶν, καθʼ ὅσον αἰσχρόν, ἀγαθόν.ΑΛ.
οὐ φαίνεται.ΣΩ.
ἔτι τοίνυν καὶ ὧδε σκέψαι. ὅστις καλῶς πράττει, οὐχὶ καὶ εὖ πράττει;ΑΛ.
ναί.ΣΩ.
οἱ δʼ εὖ πράττοντες οὐκ εὐδαίμονες;ΑΛ.
πῶς γὰρ οὔ;ΣΩ.
οὐκοῦν εὐδαίμονες διʼ ἀγαθῶν κτῆσιν;ΑΛ.
μάλιστα.ΣΩ.
κτῶνται δὲ ταῦτα τῷ εὖ καὶ καλῶς πράττειν;ΑΛ.
ναί.ΣΩ.
τὸ εὖ ἄρα πράττειν ἀγαθόν;ΑΛ.
πῶς δʼ οὔ;ΣΩ.
οὐκοῦν καλὸν ἡ εὐπραγία;ΑΛ.
ναί.ΣΩ.
ταὐτὸν ἄρα ἐφάνη ἡμῖν πάλιν αὖ καλόν τε καὶ ἀγαθόν.ΑΛ.
φαίνεται.ΣΩ.
ὅτι ἂν ἄρα εὕρωμεν καλόν, καὶ ἀγαθὸν εὑρήσομεν ἔκ γε τούτου τοῦ λόγου.ΑΛ.
ἀνάγκη.ΣΩ.
τί δέ; τὰ ἀγαθὰ συμφέρει ἢ οὔ;ΑΛ.
συμφέρει.ΣΩ.
μνημονεύεις οὖν περὶ τῶν δικαίων πῶς ὡμολογήσαμεν;ΑΛ.
οἶμαί γε τοὺς τὰ δίκαια πράττοντας ἀναγκαῖον εἶναι καλὰ πράττειν.ΣΩ.
οὐκοῦν καὶ τοὺς τὰ καλὰ ἀγαθά;ΑΛ.
ναί.ΣΩ.
τὰ δὲ ἀγαθὰ συμφέρειν;ΑΛ.
ναί.ΣΩ.
τὰ δίκαια ἄρα, ὦ Ἀλκιβιάδη, συμφέροντά ἐστιν.ΑΛ.
ἔοικεν.ΣΩ.
τί οὖν; ταῦτα οὐ σὺ ὁ λέγων, ἐγὼ δὲ ὁ ἐρωτῶν;ΑΛ.
φαίνομαι, ὡς ἔοικα.ΣΩ.
εἰ οὖν τις ἀνίσταται συμβουλεύσων εἴτε Ἀθηναίοις εἴτε Πεπαρηθίοις, οἰόμενος γιγνώσκειν τὰ δίκαια καὶ τὰ ἄδικα, φήσει δʼ εἶναι τὰ δίκαια κακὰ ἐνίοτε, ἄλλο τι ἢ καταγελῴης ἂν αὐτοῦ, ἐπειδήπερ τυγχάνεις καὶ σὺ λέγων 116e ὅτι ταὐτά ἐστι δίκαιά τε καὶ συμφέροντα;ΑΛ.
ἀλλὰ μὰ τοὺς θεούς, ὦ Σώκρατες, οὐκ οἶδʼ ἔγωγε οὐδʼ ὅτι λέγω, ἀλλʼ ἀτεχνῶς ἔοικα ἀτόπως ἔχοντι· τοτὲ μὲν γάρ μοι ἕτερα δοκεῖ σοῦ ἐρωτῶντος, τοτὲ δʼ ἄλλα.ΣΩ.
εἶτα τοῦτο, ὦ φίλε, ἀγνοεῖς τὸ πάθημα τί ἐστιν;ΑΛ.
πάνυ γε.ΣΩ.
οἴει ἂν οὖν, εἴ τις ἐρωτῴη σε δύο ὀφθαλμοὺς ἢ τρεῖς ἔχεις, καὶ δύο χεῖρας ἢ τέτταρας, ἢ ἄλλο τι τῶν τοιούτων, τοτὲ μὲν ἕτερα ἂν ἀποκρίνασθαι, τοτὲ δὲ ἄλλα, ἢ ἀεὶ τὰ αὐτά;Alcibiades 1. Plato. ed. John Burnet. Oxford. 1910.
Funding provided by The Annenberg CPB/Project.