ΣΩ.
μαντικὸς γὰρ εἶ. καί μοι λέγε· τῶν δικαίων φῂς ἔνια μὲν συμφέρειν, ἔνια δʼ οὔ;ΑΛ.
ναί.ΣΩ.
τί δέ; τὰ μὲν καλὰ αὐτῶν εἶναι, τὰ δʼ οὔ;ΑΛ.
πῶς τοῦτο ἐρωτᾷς;ΣΩ.
εἴ τις ἤδη σοι ἔδοξεν αἰσχρὰ μέν, δίκαια δὲ πράττειν;ΑΛ.
οὐκ ἔμοιγε.ΣΩ.
ἀλλὰ πάντα τὰ δίκαια καὶ καλά;ΑΛ.
ναί.ΣΩ.
τί δʼ αὖ τὰ καλά; πότερον πάντα ἀγαθά, ἢ τὰ μέν, τὰ δʼ οὔ;ΑΛ.
οἴομαι ἔγωγε, ὦ Σώκρατες, ἔνια τῶν καλῶν κακὰ εἶναι.ΣΩ.
ἦ καὶ αἰσχρὰ ἀγαθά;ΑΛ.
ναί.ΣΩ.
ἆρα λέγεις τὰ τοιάδε, οἷον πολλοὶ ἐν πολέμῳ βοηθήσαντες ἑταίρῳ ἢ οἰκείῳ τραύματα ἔλαβον καὶ ἀπέθανον, οἱ δʼ οὐ βοηθήσαντες, δέον, ὑγιεῖς ἀπῆλθον;ΑΛ.
πάνυ μὲν οὖν.ΣΩ.
οὐκοῦν τὴν τοιαύτην βοήθειαν καλὴν μὲν λέγεις κατὰ τὴν ἐπιχείρησιν τοῦ σῶσαι οὓς ἔδει, τοῦτο δʼ ἐστὶν ἀνδρεία· ἢ οὔ;ΑΛ.
ναί.ΣΩ.
κακὴν δέ γε κατὰ τοὺς θανάτους τε καὶ ἕλκη· ἦ γάρ;ΑΛ.
ναί.ΣΩ.
ἆρʼ οὖν οὐκ ἄλλο μὲν ἡ ἀνδρεία, ἄλλο δὲ ὁ θάνατος;ΑΛ.
πάνυ γε.ΣΩ.
οὐκ ἄρα κατὰ ταὐτόν γʼ ἐστι καλὸν καὶ κακὸν τὸ τοῖς φίλοις βοηθεῖν;ΑΛ.
οὐ φαίνεται.ΣΩ.
ὅρα τοίνυν εἰ, ᾗ γε καλόν, καὶ ἀγαθόν, ὥσπερ καὶ ἐνταῦθα. κατὰ τὴν ἀνδρείαν γὰρ ὡμολόγεις καλὸν εἶναι τὴν βοήθειαν· τοῦτʼ οὖν αὐτὸ σκόπει, τὴν ἀνδρείαν, ἀγαθὸν ἢ κακόν; ὧδε δὲ σκόπει· σὺ πότερʼ ἂν δέξαιό σοι εἶναι, ἀγαθὰ ἢ κακά;ΑΛ.
ἀγαθά.ΣΩ.
οὐκοῦν τὰ μέγιστα μάλιστα.ΑΛ.
ναί.ΣΩ.
καὶ ἥκιστα τῶν τοιούτων δέξαιο ἂν στέρεσθαι;ΑΛ.
πῶς γὰρ οὔ;ΣΩ.
πῶς οὖν λέγεις περὶ ἀνδρείας; ἐπὶ πόσῳ ἂν αὐτοῦ δέξαιο στέρεσθαι;ΑΛ.
οὐδὲ ζῆν ἂν ἐγὼ δεξαίμην δειλὸς ὤν.ΣΩ.
ἔσχατον ἄρα κακῶν εἶναί σοι δοκεῖ ἡ δειλία.ΑΛ.
ἔμοιγε.ΣΩ.
ἐξ ἴσου τῷ τεθνάναι, ὡς ἔοικε.ΑΛ.
φημί.ΣΩ.
οὐκοῦν θανάτῳ τε καὶ δειλίᾳ ἐναντιώτατον ζωὴ καὶ ἀνδρεία;ΑΛ.
ναί.ΣΩ.
καὶ τὰ μὲν μάλιστʼ ἂν εἶναι βούλοιό σοι, τὰ δὲ ἥκιστα;ΑΛ.
ναί.ΣΩ.
ἆρʼ ὅτι τὰ μὲν ἄριστα ἡγῇ, τὰ δὲ κάκιστα;ΑΛ.
πάνυ γε.ΣΩ.
ἐν τοῖς ἀρίστοις ἄρα σὺ ἡγῇ ἀνδρείαν εἶναι κἀν τοῖς κακίστοις θάνατον.ΑΛ.
ἔγωγε.ΣΩ.
τὸ ἄρα βοηθεῖν ἐν πολέμῳ τοῖς φίλοις, ᾗ μὲν καλόν, κατʼ ἀγαθοῦ πρᾶξιν τὴν τῆς ἀνδρείας, καλὸν αὐτὸ προσεῖπας;ΑΛ.
φαίνομαί γε.ΣΩ.
κατὰ δέ γε κακοῦ πρᾶξιν τὴν τοῦ θανάτου κακόν;ΑΛ.
ναί.Alcibiades 1. Plato. ed. John Burnet. Oxford. 1910.
Funding provided by The Annenberg CPB/Project.