ΞΕ.
μικρόν γε ἔφθης με ἐρόμενος, ὦ Σώκρατες. ἔμελλον 294a γάρ σε διερωτήσειν ταῦτα πότερον ἀποδέχῃ πάντα, ἤ τι καὶ δυσχεραίνεις τῶν λεχθέντων· νῦν δʼ ἤδη φανερὸν ὅτι τοῦτο βουλησόμεθα τὸ περὶ τῆς τῶν ἄνευ νόμων ἀρχόντων ὀρθότητος διελθεῖν ἡμᾶς.ΝΕ. ΣΩ.
πῶς γὰρ οὔ;ΞΕ.
τρόπον τινὰ μέντοι δῆλον ὅτι τῆς βασιλικῆς ἐστιν ἡ νομοθετική· τὸ δʼ ἄριστον οὐ τοὺς νόμους ἐστὶν ἰσχύειν ἀλλʼ ἄνδρα τὸν μετὰ φρονήσεως βασιλικόν. οἶσθʼ ὅπῃ;ΝΕ. ΣΩ.
πῇ δὴ λέγεις;ΞΕ.
ὅτι νόμος οὐκ ἄν ποτε δύναιτο τό τε ἄριστον καὶ 294b τὸ δικαιότατον ἀκριβῶς πᾶσιν ἅμα περιλαβὼν τὸ βέλτιστον ἐπιτάττειν· αἱ γὰρ ἀνομοιότητες τῶν τε ἀνθρώπων καὶ τῶν πράξεων καὶ τὸ μηδέποτε μηδὲν ὡς ἔπος εἰπεῖν ἡσυχίαν ἄγειν τῶν ἀνθρωπίνων οὐδὲν ἐῶσιν ἁπλοῦν ἐν οὐδενὶ περὶ ἁπάντων καὶ ἐπὶ πάντα τὸν χρόνον ἀποφαίνεσθαι τέχνην οὐδʼ ἡντινοῦν. ταῦτα δὴ συγχωροῦμέν που;ΝΕ. ΣΩ.
τί μήν;ΞΕ.
τὸν δέ γε νόμον ὁρῶμεν σχεδὸν ἐπʼ αὐτὸ τοῦτο 294c συντείνοντα, ὥσπερ τινὰ ἄνθρωπον αὐθάδη καὶ ἀμαθῆ καὶ μηδένα μηδὲν ἐῶντα ποιεῖν παρὰ τὴν ἑαυτοῦ τάξιν, μηδʼ ἐπερωτᾶν μηδένα, μηδʼ ἄν τι νέον ἄρα τῳ συμβαίνῃ βέλτιον παρὰ τὸν λόγον ὃν αὐτὸς ἐπέταξεν.ΝΕ. ΣΩ.
ἀληθῆ· ποιεῖ γὰρ ἀτεχνῶς καθάπερ εἴρηκας νῦν ὁ νόμος ἡμῖν ἑκάστοις.ΞΕ.
οὐκοῦν ἀδύνατον εὖ ἔχειν πρὸς τὰ μηδέποτε ἁπλᾶ τὸ διὰ παντὸς γιγνόμενον ἁπλοῦν;ΝΕ. ΣΩ.
κινδυνεύει.ΞΕ.
διὰ τί δή ποτʼ οὖν ἀναγκαῖον νομοθετεῖν, ἐπειδήπερ 294d οὐκ ὀρθότατον ὁ νόμος; ἀνευρετέον τούτου τὴν αἰτίαν.ΝΕ. ΣΩ.
τί μήν;ΞΕ.
οὐκοῦν καὶ παρʼ ὑμῖν εἰσί τινες οἷαι καὶ ἐν ἄλλαις πόλεσιν ἁθρόων ἀνθρώπων ἀσκήσεις, εἴτε πρὸς δρόμον εἴτε πρὸς ἄλλο τι, φιλονικίας ἕνεκα;ΝΕ. ΣΩ.
καὶ πάνυ γε πολλαί.ΞΕ.
φέρε νῦν ἀναλάβωμεν πάλιν μνήμῃ τὰς τῶν τέχνῃ γυμναζόντων ἐπιτάξεις ἐν ταῖς τοιαύταις ἀρχαῖς.ΝΕ. ΣΩ.
τὸ ποῖον;ΞΕ.
ὅτι λεπτουργεῖν οὐκ ἐγχωρεῖν ἡγοῦνται καθʼ ἕνα ἕκαστον, τῷ σώματι τὸ προσῆκον ἑκάστῳ προστάττοντες, 294e ἀλλὰ παχύτερον οἴονται δεῖν ὡς ἐπὶ τὸ πολὺ καὶ ἐπὶ πολλοὺς τὴν τοῦ λυσιτελοῦντος τοῖς σώμασι ποιεῖσθαι τάξιν.ΝΕ. ΣΩ.
καλῶς.ΞΕ.
διὸ δή γε καὶ ἴσους πόνους νῦν διδόντες ἁθρόοις ἅμα μὲν ἐξορμῶσιν, ἅμα δὲ καὶ καταπαύουσι δρόμου καὶ πάλης καὶ πάντων τῶν κατὰ τὰ σώματα πόνων.ΝΕ. ΣΩ.
ἔστι ταῦτα.Statesman. Plato. ed. John Burnet. Oxford. 1905.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.