ΙΠΠΟΚΡΑΤΟΥΣ ΕΠΙΔΗΜΙΩΝ Α.
ΚΑΙ ΓΑΛΗΝΟΥ ΕΙΣ ΑΥΤΟ ΥΠΟΜΝΗΜΑ
Γ.
ἐκ τῆς κοινῆς φύσεως ἁπάντων καὶ τῆς ἰδίης ἑκάστου,
ἐκ τοῦ νοσήματος, ἐκ τοῦ νοσέοντος, ἐκ τῶν προσφερομένων,
ἐκ τοῦ προσφέροντος. ἐπὶ τὸ ῥᾷον γὰρ καὶ χαλεπώτερον
ἐκ τούτων, ἐκ τῆς καταστάσεως ὅλης καὶ κατὰ μέρεα τῶν οὐρανίων καὶ χώρης ἑκάστης καὶ ἑαυτοῦ
ἔθεος 81 ἐκ τῆς διαίτης, ἐκ τῶν ἐπιτηδευμάτων, ἐκ
τῆς ἡλικίης ἑκάστου, λόγοισι, σιγῇ, διανοήμασιν, ὕπνοισιν,
οὐχ ὕπνοισιν, ἐνυπνίοισί τισι καὶ ὅτε, τιλμοῖσι, κνησμοῖσι,
δακρύοισιν, ἐκ τῶν παροξυσμῶν, διαχωρήμασιν, οὔροισι,
πτύσμασιν, ἐμέτοισιν. καὶ ὅσαι ἐξ οἵων εἰς οἷα διαδοχαὶ
νοσημάτων καὶ ἀποστάσιες ἐπὶ τὸ ὀλέθριον καὶ κρίσιμοι.
ἱδρὼς, ῥῖγος, ψύξις, βὴξ, πταρμοὶ, λυγμοὶ,
πνεύματα, ἐρεύξεις, φῦσαι σιγώδεες, ψοφώδεες [ἠχώδεες],
αἱμοῤῥαγίαι, αἱμοῤῥοΐδες, ἐκ τούτων δὲ καὶ ὅσα διὰ τούτων,
σκεπτέον.
τὴν ἑρμηνείαν καὶ τὴν διάνοιαν τοῖς ἐν τῷ περὶ χυμῶν
γεγραμμένοις, 376 ἃ προεξήγημαι δι’ ἑτέρων ὑπομνημάτων.
ἔστι δὲ δηλονότι προγνωστικὰ καὶ τὰ θεωρήματα
διδάσκοντος αὐτοῦ καθόλους σκοποὺς, ἀφ’ ὧν χρὴ τὰς προγνώσεις ποιεῖσθαι. κοινὴν μὲν οὖν φύσιν ὀνομάζει τὴν
ἁπάντων ἀνθρώπων, ἰδίαν δὲ τὴν καθ’ ἕκαστον ἡμῶν. ὅτι
μὲν ἐξ ἀμφοτέρων δεῖ ποιεῖσθαι τὰς διαγνώσεις καὶ προγνώσεις,
ἀσφαλεστέρα δ’ ἐστὶν ἐκ τῆς ἰδίας φύσεως γιγνομένη,
μεμάθηκας ἐν τῷ προγνωστικῷ, κἀν τῷ περὶ ἀγμῶν τε
καὶ περὶ ἄρθρων, ἐπί τε τῶν ἐν τῇ κεφαλῇ τραυμάτων,
ἃ καὶ αὐτὰ προεξηγησάμεθα. κελεύων οὖν ἀεὶ παραβάλλειν
τὸ πεπονθὸς μόριον τῷ κατὰ φύσιν περιέχοντι, προσέθηκε
τῷ λόγῳ, ὅτι μὴ τὰ ἀλλότρια καθορᾶν. οὕτως δὲ κᾀπειδάν
φησιν· σκέπτεσθαι δὲ χρὴ ὧδε ἐν τοῖς ὀξέσι νοσήμασιν,
πρῶτον μὲν τὸ πρόσωπον τοῦ νοσέοντος, εἰ ὅμοιόν ἐστι
τοῖσι τῶν ὑγιαινόντων, μάλιστα δ’ εἰ αὐτὸ ἑαυτῷ (οὕτω
γὰρ ἂν εἴη ἄριστον) καὶ ἔστ’ ἄν γε τὸ ἴδιον ἑκάστου τῶν
νοσούντων ἐπιστάμεθα χρῶμα καὶ μέγεθος, οὐδὲν τοῦ κοινοῦ
δεόμεθα. διὰ δὲ τὸ μὴ προγινώσκειν ἡμᾶς ἅπαντας
ἀνθρώπους ὅπως εἶχον φύσεως, ἀλλ’ ἐξαίφνης πολλάκις ἐπὶ
τοὺς ἀγνώστους καλεῖσθαι, τὴν ἀρχὴν τῆς τε διαγνώσεως
ἀπὸ τῶν παθῶν καὶ τῆς ἐσομένης προγνώσεως
ἀπὸ τῶν κοινῶν ποιούμεθα. οἷς γὰρ μήτε ῥὶς ὀξεῖα μήτ’ ὀφθαλμοὶ κοῖλοι μήτε κρόταφοι ξυμπεπτωκότες εἶεν, οὐδὲν
ἐρωτῶμεν οὐδένα περὶ τοῦ νοσοῦντος. εἰ δὲ ῥὶς μὲν ὀξεῖα,
ὀφθαλμοὶ δὲ κοῖλοι, κρόταφοί τε ξυμπεπτωκότες φαίνονται,
τηνικαῦτα ἐρωτῶμεν ὅπως διέκειτο κατὰ φύσιν ἔχων. οὕτω
δὲ κᾀκ τοῦ νοσήματος αἱ προγνώσεις γίνονται τῶν μελλόντων
ἔσεσθαι. δέδεικται γάρ σοι διὰ πλειόνων ἔν τε τοῖς περὶ
κρίσεων καὶ τοῖς εἰς ἀφορισμοὺς ὑπομνήμασι τριταῖος μὲν
ἀκριβὴς ταχυκρίσιμος εἶναι, τεταρταῖος δὲ, χρόνιος, ἀμφότεροι
δ’ ἀκίνδυνοι. φρενῖτις δὲ καὶ λήθαργος, ἄμφω κινδυνώδη
καὶ ὀξέα. σκίῤῥος δὲ σπληνὸς ὀλέθριόν τε καὶ
χρόνιον. ἐκ δὲ τοῦ νοσοῦντος αὐτοῦ πρόγνωσις γίνεται
τῶν ἐσομένων κατὰ διττὸν τρόπον. ἔστι δ’ αὐτῶν ὁ μὲν
ἕτερος τοιοῦτος· ἐκ κοσμίου, φησὶ, θρασεῖα ἀπόκρισις κακόν·
ἔμπαλιν δὲ θορυβώδης ἄνθρωπος νοσῶν οὐ μόνον εἰ
φθέγξεται θρασέως, ἀλλ’ οὐδ’ εἰ παραφρονήσει ἐν διακαεῖ
πυρετῷ κινδυνεύσειεν. ὁ δ’ ἕτερος τρόπος τοιόσδ’ ἐστὶν,
εἰ πάντα τὰ προσήκοντα ποιῶν ὁ κάμνων καὶ κατακούων
τῷ ἰατρῷ οὐδὲν ὀνίναται, χαλεπῶς νοσεῖ. τοὐναντίον δ’ ἅπαν, εἰ μηδὲν τῶν δεόντων πράττων νοσῶν, μετρίως διάκειται.
οὕτως δὲ κᾀκ τῶν προσφερομένων ἡ πρόγνωσις
ἔσται. μοχθηρῶν γὰρ ὄντων αὐτῶν, ἐπειδὰν μὴ χείρω
γίγνοιτο 82 μετρίως νοσεῖ, προσηκόντως δ’ ἁπάντων
γιγνομένων, εἰ πρὸς τῷ μηδὲν ὀνίνασθαι, σφοδρύνοιτο,
μοχθηρόν. ἐγὼ δ’ ὅτι μὴ μόνον τοὺς τρόπους τῶν νοσημάτων,
ἀλλὰ καὶ τὰς ἰδέας ἐνίοτε διέγνων ἐκ τῶν προσφερομένων,
ἐθεάσασθε πολλάκις. ἀλλ’, ὡς ἔφην, ἐπὶ πλέον ἐν
ἑτέροις ὑπὲρ ἁπάντων τούτων διῆλθον. ὅταν δὲ κᾀκ τοῦ
προσφέροντος λέγει προγινώσκεσθαι ῥᾷον ἢ χαλεπώτερον,
ἐν ταῖς νόσοις ἀκούειν χρή. τοιόνδε τι θεώμενοι πολλάκις,
ἤτοι διάθεσις χρονία ἢ καὶ πυρετώδη νοσήματα χρόνια,
προστίθεμέν τι τῇ διαγνώσει, κᾀκ τοῦ γνῶναι τίς ὁ θεραπεύων
ἦν ἰατρὸς, εἰ μὲν γὰρ ἀξιόλογος, ὀλίγας ἐλπίδας
ἔχομεν τῆς ἰάσεως, εὔδηλον γὰρ ὅτι κακοήθης ἐστὶν ἡ νόσος,
εἰ πάντων ὀρθῶς γιγνομένων οὐδὲν ὀνίνανται. φαύλου
δ’ ὄντος εἰκὸς εἶναι νομίζομεν, εἰ καλῶς ἅπαντα πραχθείη,
σωθήσεσθαι τὸν ἄνθρωπον. ἀλλὰ κᾀκ τῆς καταστάσεως ἔφη, τουτέστι τῆς ἰδίας τοῦ περιέχοντος κράσεως ἔσεσθαι
τὰς προγνώσεις. τὸ δ’ ὅλης καὶ κατὰ μέρεα τῶν οὐρανίων
ἐστὶν, εἰ μεμνήμεθα τῶν ἐν ταῖς προγεγραμμέναις τρισὶ
καταστάσεσιν εἰρημένων, ἐφ’ ὧν αὐτὸς ὁ Ἱπποκράτης τὰ ἐν
τῷ περιέχοντι γιγνόμενα κατὰ θερμότητα καὶ ψυχρότητα
διερχόμενος, ἐπὶ τῆς τελευτῆς αὐτῶν ἀπεφήνατο τὴν ἐπικρατήσασαν
κρᾶσιν, οἷον ὅταν εἴπῃ, γενομένης δὲ τῆς ἀγωγῆς
ὅλης ἐπὶ τὰ νότια καὶ μετ’ αὐχμῶν, καίτοι οὔτε δι’ ὅλου
τοῦ ἔτους οὔτε νότος ἔπνευσεν οὔτ’ αὐχμὸς ἐγένετο. πάλιν
δὲ, ὅταν εἴπῃ, γενομένου δὲ τοῦ ἔτεος ὅλου ὑγροῦ καὶ
ψυχροῦ καὶ βορείου, κατὰ πλεονάζον ἀποφαίνεται. τὸ γὰρ
μηδεμίαν ἡμέραν ἐν ὅλῳ τῷ ἔτει μήτε θερμὴν γενέσθαι μήτε
ξηρὰν μήτε νότιον ἀδύνατον ἦν. οὕτως δὲ καὶ τὰς τῶν
νοσημάτων ἰδέας πολὺ μὲν ἐνεδέχετο γενέσθαι τοίας, οὐ μὴν
ἄνευ τοῦ παρεμπεσεῖν ἑτέρας. ἀμέλει συντελέσας τῆς πρώτης
καταστάσεως τὴν διήγησιν, ἐπὶ τῇ ταύτης τελευτῇ κατὰ
λέξιν οὕτως ἔγραψεν. ἐκ πάντων δὲ τῶν ὑπογεγραμμένων ἐν τῇ καταστάσει ταύτῃ μόνοις τοῖσι φθινώδεσι θανατώδεα
συνέπεσεν· ἐπεὶ τοῖσί γ’ ἄλλοις εὐφόρως πᾶσι καὶ θανατῶδες
ἐν τοῖς ἄλλοις πυρετοῖς οὐκ ἐγένετο, οὔτε ἓν εἶδος ἐπεδήμησε
νοσημάτων οὔτε μία κατάστασις ἓν ὅλῳ τῷ ἔτει
διὰ παντὸς ἐγένετο. κατὰ δὲ τὸ ἐπικρατοῦν τῆς κράσεως
ἤτοι ψυχρὰν καὶ ὑγρὰν ἤ τινα τῶν ἄλλων κράσεων ἡμεῖς
λέγομεν. ὁ δ’ Ἱπποκράτης ἔγραψεν· ἦρος μὲν γὰρ ἄλλα
νοσήματα, θέρους δ’ ἄλλα, καὶ φθινοπώρου μὲν ἄλλα, χειμῶνος
δ’ ἄλλα συνέβη γενέσθαι καθ’ ἑκάστην ὧν ἔγραψε
καταστάσεων. ἐπικρατεῖν δ’ ὅμως ἐν ὅλῳ τῷ ἔτει κατὰ
μὲν τήνδε τὴν κατάστασιν τουτὶ τὸ νόσημα, καθ’ ἑτέραν δὲ
τουτί. τοῦτ’ οὖν ἐστι τὸ λεγόμενον, ἐκ τῆς καταστάσεως
ὅλης καὶ κατὰ μέρεα τῶν οὐρανίων, προσέθηκε καὶ τῷ λόγῳ,
τῶν οὐρανίων, ἐπειδὴ ψιλῶς λεχθὲν ἄνευ τῆς προσθήκης
τὸ τῆς καταστάσεως ὄνομα καὶ τὴν τῆς χώρας ἰδέαν δηλοῦν
δύναται καὶ παντὸς ἄλλου πράγματος. ἀμέλει καὶ
συνάπτων ἐρεῖ, ἐκ τῆς καταστάσεως ὅλης τε καὶ κατὰ μέρεα
τῶν οὐρανίων, καὶ χώρας ἑκάστης καὶ τοῦ ἔθεος. ὅτι
δὲ καὶ ἡ τῆς χώρας ἰδέα μεγάλα συντελεῖ πρὸς τὴν τῶν ἐσομένων πρόγνωσιν ἐπιδέδεικται πολλάκις. ἀρκεῖ δὲ νῦν
ἀναπέμψαι πρὸς τὸ περὶ ἀέρων καὶ ὑδάτων καὶ τόπων βιβλίον,
ἐν ᾧ διδάσκει τίνα καθ’ ἑκάστην ὥραν πλεονάζει
νοσήματα· τούτων γὰρ ἥ τε γένεσις τοῖς ἐπιχωρίοις σύντροφος
ὅ τ’ ἀπ’ αὐτῶν κίνδυνος ἥττων, ὡς ἂν οἰκείων ὄντων.
ἀλλὰ 83 κᾀκ τοῦ ἔθους εἰς πρόγνωσιν ὠφελεῖσθαί σε διδάσκει.
ἐν γοῦν τῷ προγνωστικῷ προστιθεὶς αὐτοὺς τοὺς
ἐκ τῆς συνηθείας διορισμοὺς ἐνίοτε μὲν οὕτως φησίν· ἐπὶ γαστέρα
δὲ κατακεῖσθαι ᾧ μὴ σύνηθές ἐστι καὶ ὑγιαίνοντι οὕτω κοιμᾶσθαι,
παραφροσύνην σημαίνει ἢ ὀδύνην τῶν περὶ τὴν κοιλίην.
ἐνίοτε δὲ οὕτως· ὀδόντας πρίειν ἐν πυρετοῖσιν, ὁκόσοισι μὴ
σύνηθες ἐστιν ἀπὸ παίδων μανικὸν καὶ θανατῶδες. ἀλλὰ κᾀκ
τῆς διαίτης τοῦ κάμνοντος ἣ διῃτήθη δύνατόν ἐστι στοχάσασθαι
τεχνικῶς ὁποῖοί τέ εἰσι καὶ ὁπόσοι οἱ πλεονάζοντες
χυμοί. τούτων δὲ γνωσθέντων ἥ τε παροῦσα τοῦ
σώματος διάθεσις εὐγνωστοτέρα καὶ ἡ πρόγνωσις τῶν ἀποβησομένων
ἑτοιμοτέρα γίγνεται. ἀλλὰ κᾀκ τῶν ἐπιτηδευμάτων
ἀξιοῖ τὰς προγνώσεις ποιεῖσθαι. καλοῦσι δ’ ἐπιτηδεύματα πάντα ὅσα 377 πράττουσιν οἱ ἄνθρωποι διὰ
χρείαν ἢ ἀνάγκην, εἴτε ναυτιλλόμενοι εἴτε γεωργοῦντες, ἢ
οἰκοδομοῦντές τε καὶ τεκταινόμενοι, κυνηγετοῦντες ἢ φιλογυμναστοῦντες,
ὡς λούεσθαι πολλάκις ἐν ὕδασι θερμοῖς ἢ
ψυχροῖς. ἔνεστιν οὖν ἐφ’ ὧν ἐπιτηδεύουσι τεκμήρασθαι
περὶ τῆς κατὰ τὴν νόσον διαθέσεως. ὁ μὲν γὰρ ἐν ἀγρῷ
διῃτημένος ὥρᾳ θέρους ἐν ἡλίῳ ὑπαίθριος καὶ πόνοις
καὶ λεπτῇ διαίτῃ τὸν πικρόχολον χυμὸν μᾶλλον ἢ
τὸν φλεγματικὸν ὅσον ἐπὶ τούτῳ ἠθροικέναι δύναται.
ὅστις δ’ ἔμπαλιν τῷδε κατὰ πόλιν, ἐν σκιᾷ λουόμενος δὶς τῆς
ἡμέρας, ἀργῶς δ’ ἐμπιπλάμενος διατελεῖ, τὸν φλεγματικὸν
μᾶλλον, ἐπί τε δ’ ἄλλων ἀνάλογον. ὅτι δὲ κᾀκ τῆς ἡλικίας
εἴς τε τὴν τῶν παρόντων διάγνωσιν καὶ τὴν τῶν ἐσομένων
πρόγνωσιν οὐ σμικρὰν ὠφέλειαν ἔχομεν ἔκ τε τῶν ἀφορισμῶν
μαθήσῃ, καθ’ οὓς περὶ τῶν ἡλικιῶν διελέγετο, προεξηγησάμεθα
δ’ ἤδη τὸ βιβλίον. ἀλλὰ κᾀκ τῶν λόγων ὧν ὁ
κάμνων λέγει δυνατόν ἐστι πρὸς τὴν τῶν παρόντων διάγνωσιν καὶ πρὸς τὴν τῶν μελλόντων πρόγνωσιν ὠφελεῖσθαι.
συνῆπται δ’ ἡ σημείωσις αὕτη καὶ κοινωνεῖ τῇ κατὰ τὸ ἦθος. ἐὰν
μὲν γὰρ κατὰ τὸ ἦθος ὃ πρόσθεν ἐτύγχανεν ἔχων ἐν τῷ ὑγιαίνειν
ὁ κάμνων οἱ λόγοι φαίνονται γιγνόμενοι, χαλεπὸν οὐδὲν ἔσεσθαι
προσδοκήσομεν, εἰ δ’ ἐναντίους τῶν ἐθῶν ὁ κάμνων λόγους λέγει,
μοχθηρὸν τὸ σημεῖον. ὑπόνοια γάρ τις ἡμῖν ἐκ τούτου
γίγνεται βεβλάφθαι τὴν διάνοιαν αὐτοῦ, τὸ δὲ τρόποισιν
ἐφεξῆς εἰρημένων ἴδωμεν τί σημαίνει. χρῶνται γὰρ οἱ
παλαιοὶ τῇ φωνῇ ταύτῃ κατὰ δυοῖν σημαινομένων, ἐνίοτε
μὲν ἐπὶ τὸ τῆς ψυχῆς ἦθος αὐτὸ φέροντες, ἐνίοτε δ’ ἐπὶ
τὰς διαφορὰς ἢ τὰς ἰδέας τοῦ προκειμένου κατὰ τὸν λόγον
πράγματος, οἷον εἰ περὶ διαίτης ὁ λόγος. τρόπους διαίτης
εἰπὼν ὁ συγγραφεὺς τὰς διαφορὰς αὐτὰς ἢ τὰς ἰδέας δηλοῖ,
καθάπερ γε καὶ εἰ πυρετῶν εἴποι τρόπους εἶναι πολλοὺς
τὰς διαφορὰς τούτων ἢ τὰ εἴδη σημαίνει. καὶ τοίνυν
ἤτοι τὰ τῆς ψυχῆς ἤθη δηλοῖ διὰ τοῦ φάναι τρόποισιν,
ἢ τὰς τῶν λόγων διαφορὰς, ἐπειδὴ περὶ λόγων προείρηκεν, ὡς εἰ καὶ οὕτως εἶπε, λόγοισι καὶ ταῖς τῶν αὐτῶν
ἢ διαφοραῖς. διαφορὰς γὰρ ἢ ἰδέας ἢ εἴδη κατὰ τὸ παρὸν
οὐ διοίσει λέγειν, ἁπάντων τούτων γιγνομένων ἐν τῇ τομῇ
τῶν γενικῶς νοουμένων. ὥσπερ δ’ οἱ λόγοι διδάσκουσί τι
περὶ τῆς διαθέσεως τοῦ νοσοῦντος, οὕτω καὶ ἡ σιγὴ παρὰ
φύσιν ἢ κατὰ φύσιν οὖσα τῷ κάμνοντι. τῷ μὲν γὰρ φύσει
σιω 84 πηλῷ κατὰ φύσιν ἐστὶ, τῷ δ’ ἐναντίῳ παρὰ
φύσιν. ὥστε τούτῳ μὲν ἤτοι νωθρότης τίς ἐστι καταφορικὴ,
δι’ ἣν σιωπᾷ παρὰ φύσιν, ἢ μελαγχολίας ἀρχὴ, τῷ
δὲ σιωπηλῷ τὸ μὴ σιωπᾷν, ἀλλὰ πλείω φθέγγεσθαι τῶν
εἰωθότων παρακρουστικόν. ἑξῆς δ’ εἰπὼν διανοήματα οὐκ
αἰσθητὸν οὐδὲ φαινόμενον ἐδήλωσεν, ἀλλ’ ἐκ τεκμηρίων εὑρισκόμενον
πρᾶγμα. τεκμήριον δέ ἐστιν ὃ ἀποφθέγγονταί
τε καὶ πράττουσιν οἱ κάμνοντες. παραγενόμενος γοῦν τις
ἡμῶν ἕωθεν, ὡς ἔθος, ἐπὶ τὴν ἐπίσκεψιν αὐτοῦ δι’ ὅλης
ἔφη τῆς νυκτὸς ἠγρυπνηκέναι, σκοπούμενος, εἰ δόξειε τῷ
Ἄτλαντι κάμνοντι μηκέτι βαστάζειν τὸν οὐρανὸν, ὅ τί ποτ’ ἂν συμβαίνῃ. τοῦτο εἰπόντος αὐτοῦ συνήκαμεν ἀρχήν τινα
μελαγχολίας εἶναι. παραπλησίως δὲ καὶ διὰ τῶν ἔργων ὧν
πράττουσιν οἱ κάμνοντες ἐνδείκνυται τὸ τῆς ψυχῆς ἦθος.
ἑξῆς δὲ τούτων ὁ συγγραφεύς φησιν, ὕπνοισιν οὐχ ὕπνοισι,
περὶ ὧν οὐδὲν ἐνταῦθα θέλω λέγειν, ἔν τε τοῖς ἀφορισμοῖς
κἀν τῷ προγνωστικῷ καὶ τοὺς ὕπνους τε καὶ ἀγρυπνίας
προεξηγημένος. ἀλλὰ καὶ περὶ τῶν ἐνυπνίων προεξήγημαι,
τῶν τ’ ἄλλων καὶ ὅσα διάθεσίν τινα τοῦ σώματος ἐνδείκνυται,
καθάπερ κἀν τῷ περὶ διαίτης ὑγιεινῶν γέγραπται.
πυρκαϊὰς μὲν γάρ τις ὁρῶν ὄναρ ὑπὸ τῆς ξανθῆς ὀχλεῖται
χολῆς, καπνοὺς δὲ ἢ γνόφους ἢ βαθέα σκότον ὑπὸ τῆς μελαίνης
χολῆς, ὄμβρους δὲ ψυχρὰν ὑγρότητα πλεονάζειν
ἐνδείκνυται, καθάπερ γε καὶ εἰ χιόνα καὶ κρύσταλλον καὶ
χάλαζαν, φλέγμα ψυχρόν· ἐν χωρίῳ δὲ δοκῶν εἶναι δυσώδει
σηπεδόνα χυμῶν, λόφους δ’ ἀλεκτρυόνων ἤ τινα πυῤῥὰ
αἷμα πλεονάζειν. ζοφώδη δέ τινα ὁρᾷν ἢ ἐν ζοφώδεσι τόποις
ἵστασθαι πνεύματα δηλοῖ. διὸ καὶ προσέθηκε τῷ ἐνυπνίοις τίσι καὶ ὅτε, τὸ μὲν τίσι τὰς διαφορὰς αὐτῶν
ἐνδεικνύμενον καὶ μὴ προσθέντος αὐτοῦ πρόδηλον ἦν, τὸ
δ’ ὅτε τὸν καιρὸν ἐν ᾧ γίνεται τὰ ἐνύπνια, τουτέστιν εἴτε
κατὰ τὴν εἰσβολὴν τῶν παροξυσμῶν εἴτε κατὰ τὴν
ἀκμὴν εἴτ’ ἐν ἄλλῳ τινὶ καιρῷ. καὶ εἰ μετὰ τροφὴν καὶ
τοιάνδε τινὰ τροφὴν εὐθέως ἢ χωρὶς τροφῆς, γίνεται γάρ
τις ἔνδειξις ἐκ τούτων. ὁ γοῦν χιονίζεσθαι δοκῶν, εἰ ἐν
εἰσβολῇ παροξυσμοῦ μετὰ ῥίγους ἢ φρίκης ἢ καταψύξεως
γιγνομένου τοῦτο φαντασθῇ, τῷ καιρῷ τὸ πλέον, οὐ τῇ διαθέσει
τοῦ σώματος ἀναφέρειν χρή. κατὰ μέντοι τὴν παρακμὴν
τοιοῦτον ὄναρ θεασάμενος βεβαιοτέραν ἡμῖν ἔνδειξιν
ἐργάζεται τῆς τῶν ἐπικρατούντων χυμῶν ψυχρότητος. ἔτι
δὲ μᾶλλον, ἐὰν μὴ ἐδηδοκὼς ᾖ τῶν φλερματικῶν ἐδεσμάτων
ὧν ἐν τῇ γαστρὶ περιεχομένων, ἐνδέχεταί τινι τοιαύτην γίνεσθαι
φαντασίαν, καίτοι τῆς ἐν ὅλῳ τῷ σώματι διαθέσεως
οὐκ οὔσης ὁμοίας· τὸ δὲ τιλμοῖσιν, ὅπερ ἐφεξῆς εἴρηται
προεξήγημαι κἀν τοῖς περὶ χυμῶν ὑπομνήμασιν, ὥσπερ
καὶ ἄλλα πολλὰ τῶν νῦν εἰρημένων, ἐπί τε τῶν κροκυδιζόντων καὶ καρφολογούντων εἰρῆσθαι δυνάμενα καὶ τῶν ὁτιοῦν
μέρος αὐτῶν τιλλόντων, ἐν ᾧ διάθεσίς τίς ἐστιν ὀδυνώδης
ἐν βάθει. πολλάκις δὲ καὶ πύου περιεχομένου κατὰ τὸ μόριον
ἤ τινος ἄλλου δριμέος χυμοῦ τίλλουσι τὸ μέρος, ὥσπερ
γε καὶ λόγῳ παραφροσύνης ἔστιν ὅτε. τὸ δὲ κνησμοῖσι
85 μετὰ τοῦτο γεγραμμένον ἐνδείκνυται χυμοὺς ὀδαξέοντας
εἶναι κατὰ τὸ δέρμα, δι’ οὓς κνῶνται. περὶ δακρύων
ἐμάθομεν ἤδη τῶν ἑκουσίων τε καὶ ἀκουσίων, ὁποῖόν τι
σημαίνειν ἑκάτερον πέφυκεν. ὥσπερ γε καὶ περὶ τῆς ἰδέας
τῶν παροξυσμῶν, ἀλλὰ καὶ περὶ διαχωρημάτων καὶ οὔρων
καὶ πτυέλων καὶ τῶν ἐμουμένων αὐταρκέστατα διὰ τοῦ
προγνωστικοῦ δεδήλωται, μετὰ τοῦ καὶ κατὰ τοὺς ἀφορισμοὺς
εἰρῆσθαι πολλάκις καὶ κατὰ τὸ προῤῥητικόν. ἐφεξῆς
δὲ λέγοντος αὐτοῦ καὶ ὅσαι ἐξ οἵων εἰς οἷα διαδοχαὶ
νοσημάτων καὶ ἀποστάσιες ἐπὶ τὸ ὀλέθριον καὶ κρίσιμον,
ἀναμιμνήσκεσθαι χρὴ κᾀνταῦθα τῶν προδιδαχθέντων, ἐν
οἷς προεξηγήμεθα. διαδοχαὶ γοῦν ὀλέθριοί τε καὶ κρίσιμοι γίνονται νοσημάτων, κατά τε τὴν τῶν νόσων αὐτῶν διαφορὰν
καὶ τοὺς πάσχοντας τόπους. ἡ μὲν γὰρ εἰς ἐπιεικέστερα
νοσήματα καὶ τόπους ἀκυρωτέρους διαδοχὴ σωτήριος·
εἰ δ’ εἰς χαλεπώτερά τε νοσήματα καὶ τόπους κυριωτέρους,
ὀλέθριος. οὕτω δὲ καὶ ἀποστάσεις αἱ μὲν κατ’ ἔκρουν,
ἀμείνους, αἱ δὲ κατ’ ἀπόθεσιν ἧττον ὠφέλιμοι. τούτων δ’
αὐτῶν αἱ μὲν ποῤῥωτέρω τε τοῦ κάμνοντος τόπου καὶ εἰς
ἄκυρα μόρια πάσχοντος ἀγαθαὶ, αἱ δ’ ἐναντίαι τούτων
μοχθηραί. καὶ μὴν καὶ τὰ τούτων ἐφεξῆς εἰρημένα κατὰ
τὸ σύγγραμμα πᾶν 378 ἐπὶ πλεῖστον ἐξειργασάμεθα
δι’ ὧν προεξήγημαι βιβλίων. ἔν τε γὰρ ἀφορισμοῖς καὶ
προγνωστικῷ περί τε τοῦ ῥίγους καὶ τῶν ἱδρώτων καὶ βηχὸς
καὶ πταρμοῦ καὶ λυγμοῦ, ἐν δὲ ταῖς ἄλλαις πραγματείαις
ἃς ἐποιησάμεθα καὶ περὶ τούτων μὲν, ἀλλὰ καὶ περὶ τῶν
ἄλλων ἁπάντων ὅσα χρήσιμα πρός τε τὰς διαγνώσεις καὶ
προγνώσεις ἐστίν. ἐφεξῆς δὲ πάλιν ψύξεως αὐτοῦ μνημονεύσαντος
ἐπισκεπτέον, ἆρά γε τοῦ παντὸς σώματος ψύξις, ὡς διακαίεσθαι
τὸ βάθος ἢ τῶν ἀκρωτηρίων ἀκούειν προσῆκεν ἢ περὶ πάντων τούτων λέγειν αὐτὸν ἄμεινόν ἐστιν ὑπολαβεῖν. ἄλλο μὲν γάρ
τι σημαίνει ψύξις ἐν ἀρχῇ παροξυσμοῦ, ἄλλο δ’ ἐν παρακμῇ
γενομένη, καθάπερ γε καὶ εἰ διὰ παντὸς τοῦ παροξυσμοῦ
παραμένοι καὶ αὐτὴ, σημεῖόν ἐστιν οὐκ ἀγαθὸν, ὥσπερ γε
καὶ εἰ τοιαύτης οὔσης αὐτῆς ἀεὶ διακαίοιτο τὸ βάθος, ὑπὲρ
ὧν ἁπάντων οἷς ἐξηγησάμεθα καὶ κατὰ τὴν περὶ κρίσεων
πραγματείαν εἴρηται. πνεύματα δ’ ὅταν εἴπῃ, τὰς περὶ
τῆς ἀναπνοῆς διαφορὰς ἀκουστέον. ἐπειδὴ δὲ τῶν φυσῶν
ἐφεξῆς ἐμνημόνευσε καὶ αὗται τοῦ γένους εἰσὶ τῶν πνευμάτων.
εἴρηται δὲ περὶ τούτων ἐν τοῖς εἰς τὸ προγνωστικὸν
καὶ τῇ περὶ δυσπνοίας πραγματείᾳ καὶ τῇ περὶ τῆς
κατὰ ἀναπνοὴν πνευμάτων διαφορᾶς, ὥσπερ γε καὶ περὶ
φυσῶν ἐν τῷ προγνωστικῷ. καὶ ἐρυγαὶ δὲ τοῦ γένους μέν
εἰσι τῶν πνευμάτων καὶ κατὰ τοῦτο κοινωνοῦσί πως τῆς
κατὰ τὴν ἀναπνοὴν, ἐν εἴδει δὲ φυσωδῶν πνευμάτων ὑπάρχουσαι
πάλιν κατὰ τοῦτο κοινωνοῦσι ταῖς φύσαις, ὥστε καὶ
αὗται δηλοῦσι φυσῶδες ἐν τῇ κοιλίᾳ τῇ ἄνω γεννᾶσθαι πνεῦμα. καὶ τὸ κατὰ τὴν τελευτὴν τῆς ῥήσεως εἰρημένον εὔδηλον.
αἱμοῤῥαγίαι τε γὰρ καὶ αἱμοῤῥοΐδες ὅπως αἱ μὲν ἐπ’ ὠφελείᾳ
γίνεσθαι πεφύκασιν, αἱ δ’ ἐπὶ βλάβῃ μεμαθήκαμεν.
διαλείπουσι, νύκτα ἔχουσιν, ἡμέραν διαλείπουσιν.
ἡμιτριταῖοί τε καὶ τεταρταῖοι, πεμπταῖοι, ἑβδομαῖοι καὶ
ἐναταῖοι.
οἱ παλαιοὶ διττῶς φαίνονται χρώμενοι. συνεχεῖς γοῦν
ὀνομάζουσι πυρετοὺς ἐνίοτε μὲν ἅπαντας ὅσοι μὴ λήγουσιν
εἰς ἀπυρεξίαν, ἐνίοτε δ’ οὐχ ἅπαντας τοὺς μὴ λήγοντας
εἰς ἀπυρεξίαν, ἀλλ’ ἐκείνους μόνους ἐξαιρέτως, ὅσοι μηδεμίαν
ἴσχουσι μεταβολὴν ἄχρι κρίσεως. οὕτω δὲ καὶ διαλείποντας, ἐνίοτε μὲν ἐκείνους μόνους ὀνομάζουσι τοὺς εἰς ἀπυρεξίαν
παυομένους, ἐνίοτε δὲ τοὺς μὴ παυομένους εἰς ἀπυρεξίαν,
ἀξιολόγους δὲ μεταβολὰς ποιουμένους τῶν κατὰ μέρος
παροξυσμῶν, εἰς ἀρχήν τε καὶ ἀνάβασιν, ἀκμήν τε καὶ
παρακμήν. ἔνιοι δὲ τῶν νεωτέρων ἰατρῶν τοὺς μηδεμίαν
ἀξιόλογον ἴσχοντας μεταβολὴν οὐ συνεχεῖς, ἀλλὰ συνόχους
ὀνομάζουσι, συνεχεῖς δὲ μόνους ἐκείνους, ὅσοι μετ’ εἰς ἀπυρεξίαν
λήγουσι καὶ διαλιμπάνουσι τοῖς κατὰ μέρος παροξυσμοῖς.
τούτους οἱ παλαιοὶ ποτὲ μὲν συνεχεῖς. ὀνομάζουσι,
ποτὲ δὲ διαλείποντας. εἰσὶ γὰρ ὄντως ἐν τῷ μέσῳ τῶν
συνεχῶν καὶ τῶν εἰς ἀπυρεξίαν παυομένων. εἰκότως οὖν
ὅταν μὲν τοῖς συνέχοις παραβάλλωνται, διαλείποντες καλοῦνται,
ὅταν δὲ τοῖς εἰς ἀπυρεξίαν λήγουσι, συνεχεῖς.
ἐν δὲ τῇ προκειμένῃ ῥήσει πυρετῶν διαφορὰν
γράφων ὁ Ἱπποκράτης ἐνίους μὲν αὐτῶν φησιν εἶναι
συνεχεῖς, εἰσὶ γὰρ ὄντως πολλοὶ συνεχεῖς κατὰ ἀμφότερα
τὰ σημαινόμενα τοῦ συνεχοῦς, ἐνίους δ’ ἤτοι τὴν νύκτα διαλιπεῖν ἢ τὴν ἡμέραν, ὧν τοὺς μὲν εἰς ἀπυρεξίαν
μὴ λήγοντας ἔνιοι τῶν νεωτέρων ἰατρῶν μεθημερινοὺς
ἢ καθημερινοὺς ὀνομάζουσι, τοὺς δὲ λήγοντας ἀμφημερινοὺς,
τῆς τοιαύτης λεπτολογίας τῶν ὀνομάτων οὐκ
οὔσης παρὰ τοῖς παλαιοτέροις. τοῦ γὰρ διαλείπειν διχῶς
νοουμένου τε καὶ λεγομένου, καθότι προείρηται, τοὺς καθ’
ἑκάστην ἡμέραν ἢ νύκτα παροξυνομένους διαλείποντας ἐροῦμεν,
ἐάν τ’ εἰς ἀπυρεξίαν, ἐάν τ’ εἰς καλουμένην ἔνδοσιν
ἥκωσιν, εἶθ’ ἑξῆς καταλέγει διαφορὰς πυρετῶν ἑτέρας τῶν
προειρημένων, ἡμιτριταίων, τριταίων, τεταρταίων, πεμπταίων,
ἑβδομαίων καὶ ἐναταίων μνημονεύων. τριταῖοι μὲν καὶ τεταρταῖοι
σαφῶς εἰς ἀπυρεξίαν λήγουσι, τῶν δ’ ἡμιτριταίων
ἔνιοι μὲν ἀμφοτέραις ἄγουσι ταῖς διαγωγαῖς, ἔνιοι δὲ κατὰ
τὴν ἑτέραν μόνην τῶν μὴ ληγόντων εἰς ἀπυρεξίαν. ἐὰν δ’
ἐννοήσαις ὅτι καθάπερ ἐπὶ τῶν καθ’ ἑκάστην ἡμέραν παροξυνομένων
ἐνίους μὲν εἰς ἀπυρεξίαν ἔφη λήγειν, ἐνίους δ’
εἰς ἔνδοσιν, οὕτω καὶ τῶν διὰ τρίτης ἢ διὰ τετάρτης τίς
ἐστι διαφορὰ, γνώσῃ σαφῶς οὐ περὶ πράγματος εἶναι τὴν ζήτησιν, ἀλλὰ σημαινομένου πρὸς τῆς ἡμιτριταίου φωνῆς.
τούς γε μὴν διὰ τε 87 τάρτης παροξυνομένους ἴσμεν εἰς
ἀπυρεξίαν λήγοντας, ὡς τὸ πολὺ καὶ σπανιώτατά τις ὤφθη
τῶν διὰ τετάρτης παροξυνομένων, μὴ λήγων εἰς ἀπυρεξίαν. οὐ
μὴν ἐπί γε τῶν διὰ τρίτης ὁμοίως ἔχει, πάμπολλαι γάρ
εἰσι διαφοραί. ἐν τούτοις μὲν οὖν, ὡς ἔφην, οὐ περὶ πράγματος,
ἀλλὰ περὶ σημαινομένου καὶ ὀνόματός ἐστιν ἡ ζήτησις,
οὓς τῶν προειρημένων πυρετῶν ὀνομάζειν προσήκει
τριταίους, ἡμιτριταίους καὶ τριταιοφυεῖς. οὕτω δὲ καὶ οὔτε
πεμπταίους ἢ ἑβδομαίους ἢ ἐναταίους λέγει τινὰς εἶναι
πυρετοὺς, οὐ περὶ ὀνόματός ἐστι σημαινομένου ζήτησις, ἀλλὰ
περὶ πράγματος. ἔνιοι μὲν γὰρ τῶν ἰατρῶν οὐδέποτέ φασιν
ἑορακέναι τῆς τετάρτης ἡμέρας ἐξωτέρω προϊοῦσαν οὐδεμίαν
περίοδον, ἔνιοι δέ φασιν, ὥσπερ καὶ Ἱπποκράτης.
ἐγὼ δὲ καὶ αὐτὸς ἐκ μειρακίου μέχρι δεῦρο παραφυλάττων,
ἑβδομαίαν ἢ ἐνάτην οὐδ’ ὅλως εἶδον οὔτε σαφῶς οὔτ’
ἀμφιβόλως. πεμπταίας δὲ περιόδους ἐθεασάμεθα ἀμφιβόλους. οὐ μὴν ἀκριβῶς τε καὶ σαφῶς, ὡς ἀμφημερινὰς καὶ τριταίας
καὶ τεταρταίας. οὐ μὴν οὐδὲ λογικῆς ἀποδείξεως ἡγοῦμαι
δεῖσθαι τὸ πρᾶγμα τὴν κρίσιν ἐκ πείρας λαμβάνον. εἰ μὲν
γὰρ ἀκριβῶς ἑόρακέ τις πολλάκις, ἤτοι δι’ ἑβδόμης ἢ ἐνάτης
ἡμέρας τοὺς παροξυσμοὺς γινομένους, οὐ γὰρ δὴ δὶς
ἢ τρὶς εἴη ἂν οὗτος πεπεισμένος εἶναί τινας καὶ τοιαύτας
περιόδους. εἰ δ’ οὐχ ἑόρακεν ἐκ νεότητος εἰς γῆρας ἐπεσκεμμένος
ἀῤῥώστους οὕτω πυρεταίνοντας παμπόλλους, εὔδηλον
αὐτῷ τοῦτο πάλιν, ὡς οὐ γίνονται περίοδοι τοιαῦται.
πρὸς δ’ οὖν τὸν Ἱπποκράτην τάχα καὶ λογικὴν ἄν τις ἀπόδειξιν
εἴποι, καθάπερ ὁ Διοκλῆς. ἐπὶ τίσι γὰρ ἐρεῖς τοῖσι
σημείοισιν ἢ χυμοῖσι τὴν πεμπταίαν ἢ ἑβδομαίαν ἢ ἐναταίαν
γίνεσθαι περίοδον οὐχ ἕξεις. οὐ μὴν οὐδ’ ἔγραψέ τινα ἡμῖν
ἄῤῥωστον οὕτω νοσήσαντα, καίτοι γ’ ἐχρῆν, ὥσπερ ἄλλων
πολλῶν καθολικῶν θεωρημάτων παραδείγματα διὰ τῶν κατὰ
μέρος ἐδίδαξεν, οὕτω κᾀπὶ τούτων ποιῆσαι. γινώσκειν μέντοι χρὴ τὴν ἀρ 379 χὴν τῆς λέξεως ἐν πολλοῖς τῶν
ἀντιγράφων κατὰ τὸ καλούμενον ἀσύνδετον εἶδος τῆς ἑρμηνείας
γεγραμμένον ὡδί πως, πυρετοὶ συνεχέες, ἡμέρην ἔχουσι,
νύκτα διαλείπουσι, νύκτα ἔχουσιν, ἡμέραν διαλείπουσιν.
εἰπὼν δ’ ἀσύνδετον ὀνομάζεσθαι τὸ τοιοῦτον εἶδος ἐδήλωσα
καὶ τὴν ἐξήγησιν αὐτοῦ. χρὴ γὰρ ὡς ἐν καταλόγῳ τῶν
εἰρημένων ἀκούειν ἡμᾶς, προστιθέντας τοὺς παραλελειμμένους
ἐν ταῖς λέξεσι συνδέσμους.
καὶ θανατωδέσταται ἐν τῷ ξυνεχεῖ πυρετῷ.
κατὰ τὰ περὶ διαφορᾶς πυρετῶν ὑπομνήματα, καὶ
νῦν, ὡς εἶπον ἤδη πολλάκις, οὐκ ἀπο 88 δεικνύναι μοι πρόκειται τἀληθὲς, οὐδὲ διδάσκειν ἅπαντα τὰ κατὰ μέρος,
ὡς μηδὲν παραλιπεῖν, ἀλλὰ τὴν λέξιν ἐξηγεῖσθαι τοῦ παλαιοῦ.
τὰ δ’ οὖν κεφάλαια τῆς ἐμπιπτούσης ἑκάστου θεωρίας
οὐ παρήσω. λέγει τοίνυν ὀξυτάτας καὶ χαλεπωτάτας
νόσους εἶναι κατὰ τὸν συνεχῆ πυρετόν. ὀξυτάτας μὲν λέγων
τὰς ἐν ὀλίγῳ χρόνῳ τὰς κρίσεις λαμβανούσας, μεγίστας
δὲ τὰς ἰσχυροτάτας, χαλεπωτάτας δὲ τὰς κίνδυνον
ἐπιφερούσας, ὅπερ ἐξηγούμενος αὐτὸς ἐπήνεγκε, θανατωδεστάτας
εἰπὼν αὐτάς. ὅπως δ’ ἂν ἀκούῃς εἰρῆσθαι τὸν
συνεχῆ πυρετὸν, ἀληθής ἐστιν ὁ λόγος. ὀξύταται γὰρ νόσοι
καὶ μέγισται καὶ χαλεπώταται κατά τε τοὺς ἰδίως λεγομένους
συνόχους γίνονται πυρετοὺς καὶ κατὰ τοὺς ἄλλους
οὐδὲν ἧττον, ὅσοι διὰ τῶν κατὰ μέρος προέρχονται παροξυσμῶν
ἀρχὰς καὶ ἀναβάσεις, ἀκμὰς καὶ παρακμὰς ποιούμενοι
σαφεῖς, ἄνευ τοῦ λήγειν εἰς ἀπυρεξίαν, ὑπὲρ ὧν ἄμεινον
ἀκούειν νῦν, ἐπειδὴ καὶ τοὺς συνόχους ἐν τούτοις περιέχεσθαι
συμβέβηκεν, οὐ μὴν ἐν τοῖς συνόχοις δὲ τούτους.
ἐὰν οὖν ἀκούσῃ τις περὶ μόνων τῶν συνόχων εἰρῆσθαι τὸν λόγον, ἐξαιρεῖσθαι δόξει τοὺς ἄλλους συνεχεῖς, ὡς οὐ κινδυνώδεις
ὄντας οὔτε σφοδροὺς οὔτ’ ὀξεῖς.
τεταρταῖος. οὗτος γὰρ οὐ μόνον αὐτὸς ἐφ’ ἑωυτοῦ τοιοῦτός
ἐστιν, ἀλλὰ καὶ νοσημάτων ἑτέρων μεγάλων
ῥύεται.
γάρ τοι συνεχεῖς τῶν πυρετῶν μηδεμίαν ἔχοντες τῶν ὀχληρῶν
ἀνάπαυλαν ἄχρι κρίσεως, ἀλλὰ καὶ διηνεκῶς βαρύνοντες,
εἰκότως δύσφοροι λέγονταί τε καί εἰσιν. ἐν δὲ τῷ τεταρταίῳ
καὶ μάλισθ’ ὅταν ᾖ μέτριος, ἔνεστι καὶ προϊέναι ταῖς
μέσαις τῶν παροξυσμῶν ἡμέραις καί τι καὶ πράττειν ἐνίοτε
τῶν συνήθων. χρὴ δὲ γινώσκειν σε καὶ τὸ τῶν παλαιῶν
ἔθος, ὅταν ἀκούσῃς αὐτῶν περὶ πυρετῶν διαλεγομένων. ἐὰν γοῦν ἥπατος ἢ πλευρᾶς ἢ πνεύμονος ἢ ἄλλου τινὸς
μορίου φλεγμονῇ πυρετὸς ἕπηται, πλευρῖτιν ἢ περιπνευμονίαν
ἢ ἡπατῖτιν ὀνομάζουσι τὴν νόσον, οὐ πυρετώδη.
τὸν δ’ ἄνευ φλεγμονῆς πυρέττοντα πυρετόν φασι νοσεῖν,
καὶ νῦν δ’ ἄκουε περὶ ὧν διαλέγεται πυρετῶν οὕτως εἰρῆσθαι
τὸν λόγον, ἐπεί τοι πολλάκις εἴδομεν ἐπὶ σπληνὶ μεγάλως
πυρέττοντας ἀνθρώπους τεταρταῖον, κᾄπειτα ἐν χρόνῳ
παρεγχύσεως ὑδερικῆς γενομένης ἀποθανόντας. ἀλλ’ αὐτός
τε καθ’ ἑαυτὸν ὁ τεταρταῖος ἀκίνδυνός ἐστιν, ὅς γε καὶ
ἄλλων νοσημάτων ῥύεται. παυσαμένας γοῦν ἐπιληψίας ἴσμεν
ἐπὶ τεταρταίῳ χρονίῳ ἐνοχλήσαντι, καὶ μεμάθηκας ἤδη περὶ
τῆς γενέσεως αὐτοῦ κατά τε τὰ περὶ διαφορᾶς πυρετῶν
ὑπομνήματα καὶ τὰ περὶ κρίσεων.
ὀξέα νοσήματα γίγνεσθαι καί ἐστι τῶν λοιπῶν οὗτος θανατωδέστατος. ἀτὰρ φθινώδεες καὶ ὅσα ἄλλα μακρὰ
νοσήματα νοσέουσιν, ἐπὶ τούτῳ μάλιστα νοσέουσιν.
τὴν τῶν πραγμάτων αὐτῶν ἐπίσκεψιν τῆς περὶ τῶν
ὀνομάτων τε καὶ σημαινομένων καὶ συγγινώσκειν αὐτοῖς δίκαιον.
ὅπου γὰρ Ἀγαθῖνος, ἵνα τοὺς ἄλλους παραλείπω,
βιβλίον ὅλον ἔγραψε τὸ πρῶτον περὶ ἡμιτριταίου, τὸ σημαινόμενον
ἐκ τῆς προσηγορίας ζητῶν ἐν αὐτῷ, πῶς οὐκ
ἄν τις καὶ τούτοις συγγνώη; καίτοι γε ῥᾷστον ἦν ἰδίαν
μὲν τῶν ὁρωμένων ποιήσασθαι διδασκαλίαν ἐν τῇ περιοδίᾳ,
ἰδίαν δὲ τῶν ἐπ’ αὐτοῖς ὀνομάτων, ὥσπερ ἐγὼ νῦν ποιήσομαι.
τῶν γὰρ διὰ τρίτης παροξυνομένων πυρετῶν οἱ μὲν
εἰς ἀπυρεξίαν λήγουσιν, οἱ δὲ οὔ. καὶ πάλιν ἑκατέρου τούτων
ἡ διαφορὰ τοιάδ’ ἐστί. τῶν εἰς ἀπυρεξίαν ληγόντων
ἔνιοι μὲν ἐντὸς ὡρῶν δώδεκα τὸν παροξυσμὸν ἔχουσι περιγραφόμενον,
ἔνιοι δ’ ἐπὶ πλέον ἐκτεινόμενον. τῶν δὲ μὴ
ληγόντων εἰς ἀπυρεξίαν ἔνιοι μὲν φρικώδεις ὄντες, ὅταν ἀπὸ τῆς πρώτης εἰσβολῆς ἐπὶ τὴν καλουμένην ἀνάβασιν
ἔρχωνται, κᾂν δοκῶσιν ἤδη μετρίως προεληλυθέναι, πάλιν
ἑτέραν φρίκην μετὰ συστολῆς ποιοῦνται καὶ μετὰ ταύτην
αὖθις ἑτέραν ἀνάβασιν, εἶτα ἐπ’ ἐκείνης ἄλλην συστολήν τε
καὶ φρίκην. δὶς γὰρ καὶ τρὶς οὗτοι ὑποστρέφουσι. κατὰ
δὲ τὴν δευτέραν ἡμέραν ἕτερον ἴσχουσι παροξυσμὸν ἐλάττονα
τοῦ προτέρου, χωρὶς τῶν προτέρων ἐπαναλήψεως καὶ
τοῦτο ἐφεξῆς αὐτοῖς ἀεὶ κυκλεῖται, δυοῖν παροξυσμοῖν οἵοιν
εἴρηκα γιγνομένοιν ἐν ἡμέραις δύο. καὶ μὴν καὶ ἄλλοι τινὲς
διὰ τρίτην παροξυνόμενοι χωρὶς τῶν εἰρημένων φρικωδῶν
εἰσβολῶν τε καὶ ἐπαναλήψεων ἕνα παροξυσμὸν ἴσχουσι
διὰ τρίτης, οὐ παροξυνόμενοι τῇ δευτέρᾳ. μίαν οὗτοι καὶ
συνεχῆ καὶ ὁμαλὴν τὴν ἐπὶ τὴν ἀκμὴν ἀπὸ τῆς εἰσβολῆς
ἀνάβασιν ἔχουσιν. αὕτη μέν σοι τῶν διὰ τρίτης παροξυνομένων
πυρετῶν ἡ διαφορὰ, φαινομένη συνεχῶς ἐπὶ τῶν
καμνόντων. ἐδείχθη δ’ ὑφ’ ἡμῶν ὁ μὲν φρικώδης πυρετὸς ἐπὶ χολώδει καὶ φλεγματώδει χυμῷ συνιστάμενος. ὁ δὲ χωρὶς
φρίκης ἐπὶ τῷ χολώδει μὲν, ἀλλὰ δυσκινητοτέρῳ τε καὶ
δυσπεπτοτέρῳ, φέρουσι δ’ αὐτὸν καὶ φλεγμοναὶ κυρίων μορίων.
τῶν δὲ μετὰ ῥίγους μὲν εἰσβαλλόντων, εἰς ἀπυρεξίαν
δὲ ληγόντων ἅμα χολώδεσιν ἐμέτοις ἢ διαχωρήσεσιν ἢ ἱδρῶσιν
ἡ ξανθὴ χολὴ κινουμένη δι’ ὅλου τοῦ σώματος αἰτία.
τούτων μὲν οὖν οὕτως ἐχόντων, ὡς εἴρηται, τὸ μὲν ἤτοι τὴν
αἰτίαν ἑκάστου ζητεῖν ἢ τὴν θεραπείαν, ἰατρικόν τε καὶ
χρήσιμόν ἐστι 380 πρᾶγμα· τὸ δὲ τί καλέσει 90
τὶς ἕκαστον τῶν εἰρημένων ὀρθῶς οὐκέτι τῆς ἰατρικῆς
ἴδιον, ἀναγκαίως γε μὴν γινόμενον, ὅταν βούληταί τις ἑτέρους
διδάσκειν, ἀναγινώσκειν. τὰς γὰρ ἐπὶ τῶν καμνόντων
γιγνομένας ἡμῖν διαγνώσεις τε τῶν παθῶν καὶ προγνώσεις
τῶν ἐσομένων καὶ θεραπείας, ὁρῶμεν οὐδὲν δεομένας τῆς ἐν
τοῖς ὀνόμασιν ἀκριβείας. οὐδὲ γὰρ ἀπὸ τούτων οἱ ἰδιῶται
κρίνουσι τοὺς ἰατροὺς, ἀλλ’ ὅταν ἐπὶ φλεβοτομίᾳ τὸν
κάμνοντα ῥᾳστωνήσαντα θεάσωνται καὶ τροφὴν ἐν καιρῷ λαμβάνοντα· καὶ γὰρ καὶ τοῦτο κρίνειν ἰδιώτης δύναται
θεασάμενος. εἶτα οὐκ εὐθέως ἐπὶ τῇ τροφῇ τὴν ἀρχὴν τοῦ
παροξυσμοῦ γενομένην, ἀλλὰ μετὰ χρόνον πλείονα, τὸν ἰατρὸν
ἐπαινεῖ, κᾂν εἰ ψυχροῦ δεῖ τότε δόντα καὶ λούσαντα τὸν ἄῤῥωστον
ἀπύρετον ἴδῃ πεποιηκότα, παραχρῆμα θαυμάζει,
καθάπερ γε κᾂν εἰ προείπῃ τι τῶν ἐσομένων. ἀπὸ τούτων
μὲν οὖν ὁ ἰατρὸς ἀκριβῶς τε καὶ ἀληθῶς εὐδοκιμεῖ, σοφιστὴς
δὲ κατατρίβει τὸν χρόνον ἑαυτοῦ τε καὶ τῶν μαθητῶν,
ὑπὲρ ὀνομάτων τε καὶ σημαινομένων ἐρίζων. ἐπεὶ δὲ
τὸ προκείμενον ἡμῖν νῦν ἐστιν, οὐκ αὐτὰ τὰ πράγματα διδάξαι
τῆς τέχνης, ἐν ἑτέροις γὰρ τοῦτο ἐπράξαμεν αὐτάρκως,
ἀλλὰ τὴν Ἱπποκράτους γνώμην ἐπισκέψασθαι διὰ συντόμων
καὶ τοῦτο δυνατὸν ὧδε ποιῆσαι. λέλεκται μὲν γὰρ
αὐτῷ καὶ πρόσθεν· ἦν δ’ αὐτοῖσι τὰ παθήματα φρικώδεες
πυρετοὶ, συνεχέες, ὀξέες, τὸ μὲν ὅλον οὐ διαλείποντες. ὁ δὲ τρόπος
ἡμιτριταῖος, μίαν κουφότεροι, τῇ δ’ ἑτέρῃ ἐπιπαροξυνόμενοι.
καὶ νῦν δὴ πάλιν ἡ ῥῆσις αὕτη φησὶν, ἐν δὲ τῷ ἡμιτριταίῳ, συμπίπτει μὲν καὶ ὀξέα νοσήματα καὶ ἐστι τῶν ἄλλων οὗτος
θανατωδέστατος. ὅτι μὲν οὖν θανατώδης ἐστὶν ὁ ἡμιτριταῖος
ἄντικρυς εἴρηκεν αὐτὸς ὁ Ἱπποκράτης. ὅτι δὲ
τῶν εἰς ἀπυρεξίαν ληγόντων οὐδείς ἐστι θανατώδης ἄντικρυς
ἐν ἀφορισμοῖς ἐδήλωσεν εἰπών. πυρετοὶ ὁκόσοι μὴ διαλείποντες,
διὰ τρίτης ἰσχυρότεροι γίνονται, ἐπικίνδυνοι.
ὅτῳ δ’ ἂν τρόπῳ διαλείπουσι, σημαίνει ὅτι ἀκίνδυνοι. πῶς
οὖν ἐκ τῶν εἰς ἀπυρεξίαν ληγόντων εἴπῃ τὸν ἡμιτριταῖον,
ἑπόμενος Ἱπποκράτει ; καὶ μὴν οἱ λέγοντες, ἐάν τις ὥραις
τέτρασι καὶ εἴκοσι ἀπύρετος γίγνηται, τὸν μέσον ἔχειν αὐτὸν
ἡμιτριταῖον, ἐκ τῶν διαλειπόντων ποιοῦσι τοῦτον τὸν
πυρετὸν τοιοῦτον. οὕτως δὲ καὶ τὸν μέσον καὶ τὸν μικρὸν
ὡρῶν ἀριθμῷ διαφέρειν τοῦ μεγάλου φάσκοντες, εἰς
ἀπυρεξίαν περιάγειν ἀμφοτέρους βουλόμενοι, τῆς Ἱπποκράτους
ἀποχωρήσουσι γνώμης, ἐν τοῖς διαλείπουσι πυρετοῖς
τὸν ἡμιτριταῖον ἄγοντες. ἀκίνδυνος γὰρ οὗτος ἔσται, καίτοι
θανατώδης ὑπ’ αὐτοῦ λεγόμενος. ἄμεινον οὖν ἐστὶ τῶν μὲν ὀνομάτων, ὡς εἴρηται, καταφρονεῖν, ἀσκοῦντα θεραπείας
τε καὶ διαγνώσεις καὶ προγνώσεις ἑκάστου τῶν πυρετῶν.
ἐπεὶ δὲ σαφεστέρα τε καὶ συντομωτέρα διὰ τῶν ὀνομάτων
ἡ διδασκαλία γίνεται, προδιηγησάμενοι λόγῳ τῶν διὰ τρίτης
παροξυνομένων πυρετῶν, ἐφεξῆς τὸν ἐντὸς τῶν δώδεκα
ὡρῶν παυόμενον, ἀκριβῆ τριταῖον ὀνομάσομεν ἕνεκα συντόμου
διδασκαλίας. ὅστις δ’ ἂν ἔχῃ πολυχρονιώτερον τούτου
τὸν παροξυσμὸν, ὅμως μὲν ἔτι μακροτέραν αὐτοῦ τὴν ἄνεσιν,
ἐκεῖνον ἁπλῶς τριταῖον ὀνομάσομεν. ὅστις δ’ ἂν ἐπὶ
πλεῖ 91 στον μὲν ἐκτεταμένον τὸν παροξυσμὸν, ὀλίγον
δὲ τὸ διάλειμμα, τοῦτον πάλιν ὀνομάσομεν ἐκτεταμένον τριταῖον.
ὅστις δ’ ἂν μὴ παυσάμενος εἰς ἀπυρεξίαν φρικώδεις
μὲν τῇ προτέρᾳ τῶν ἡμερῶν ἐπαναλήψεις ποιῆται, κατὰ
δὲ τὴν δευτέραν ἁπλοῦν ἕνα παροξυσμὸν, τοῦτον ἡμιτριταῖον
ὀνομάσομεν· εἰ δ’ ἁπλῶς διὰ τρίτης παροξύνοιτο, τριταιοφυῆ.
πάντ’ ἔχεις ἐν. τούτῳ τῷ λόγῳ διωρισμένα, τά τ’ ἄχρηστα καὶ χρήσιμα. τούτων οὖν ἐστι διὰ παντὸς μεμνῆσθαι
καὶ πρόχειρον ἔχειν τὴν γνῶσιν αὐτῶν. οὕτως γὰρ
καταγνώσεις τῆς τῶν νεωτέρων ἰατρῶν φλυαρίας, ἣν περὶ
τῶν εἰρημένων ὀνομάτων ἐποιήσαντο, περὶ τῶν πραγμάτων
οἰόμενοι διαλέγεσθαι. ἀλλ’ ὅτι μὲν οὐδένα τῶν νῦν εἰς
ἀπυρεξίαν ἀφικνουμένων πυρετῶν ὁ Ἱπποκράτης ἡμιτριταῖον
ὀνομάζει δέδεικται. πότερον δ’ ἐκεῖνον μόνον ὃν ἐγὼ ἰδίως
καλεῖν εἴωθα τὸν τὰς φρικώδεις ἐπαναλήψεις ποιούμενον ἢ
καὶ τὸν ἄνευ τούτων γινόμενον, ἄξιόν ἐστι σκέψεως. εἰ γὰρ
καὶ τοῖς φθινώδεσι καὶ ἄλλως χρονίως νοσοῦσιν ὁ πυρετὸς
οὗτος εἴωθε συμπίπτειν, ἴσως, εἰ καὶ χωρὶς φρίκης γίγνοιτο,
καλέσομεν αὐτὸν ἡμιτριταῖον, ἐὰν τῇ δευτέρᾳ τῶν ἡμερῶν
ἐπιπαροξύνηται. ἀλλ’ ὅπερ ἔφην, ὑπὲρ ὀνόματος οὕσης τῆς
ζητήσεως οὐδὲν ἄτοπόν ἐστι, κᾂν μὴ γνῶμεν ἀκριβῶς ἐπὶ
τίνος πυρετοῦ μάλιστα τὴν ἡμιτριταίου ἐπιφέρει φωνὴν ὁ
Ἱπποκράτης. ὁπόταν γὰρ αὐτοῦ τὴν περὶ τοὺς πυρετοὺς
τέχνην ἐκμαθόντες ἕξομεν ὧν δεόμεθα πρὸς τὰ τῆς τέχνης
ἔργα, χωρὶς τῶν ἐπ’ αὐτῆς ὀνομάτων. τάχα δ’ ἂν εἶναι δόξειεν οἰκεῖον ἑξῆς σκέψασθαι διὰ τί προσέθηκεν ὁ Ἱπποκράτης
τὸ καλεόμενον καὶ οὐχ ἁπλῶς εἶπεν, ἐν δὲ τῷ ἡμιτριταίῳ
ξυμπίπτει μὲν καὶ ὀξέα νοσήματα. δοκεῖ δέ μοι
μέμφεσθαι τὴν προσηγορίαν ὡς ἄκυρον. ἐπὶ γὰρ τῶν ἐνδεεστέρως
ἐχόντων κατὰ τὰ τέλεια, τὴν τοῦ ἡμίσεος προσθήκην
ποιούμεθα φάσκοντες ἡμιθνῆτα καὶ ἡμίθνητον καὶ
ἡμίθεον καὶ ἡμίφωνον, ἡμίονόν τε καὶ τὸ ἡμίοπτον, ὅσα
τ’ ἄλλα τοιαῦτα λέγοντες. ὁ δ’ ἡμιτριταῖος οὐ μόνον οὐκ
ἔστιν ἥμισυς τῷ πλήθει τῶν συμπτωμάτων ἢ τῇ δυνάμει,
καὶ τούτων τῆς ὅλης διαθέσεως, ἀλλὰ καὶ πολὺ χείρων τοῦ
τριταίου, ὡς ἄμεινον εἶναι δοκεῖν ἐκεῖνον τούτου λέγειν ἥμισυν,
οὐκ ἐκείνου τοῦτον. οὐκοῦν οὐκ οἶδα τί δόξαν αὐτοῖς οὕτως
μᾶλλον ὠνόμασαν οἱ πρώτως θέμενοι τὴν προσηγορίαν
ἢ ἄλλως. ἐνδέχεται γὰρ αὐτοὺς διότι τοῦ τριταίου πυρετοῦ τὸ διὰ
τρίτης τε παροξύνειν καὶ τὸ εἰς ἀπυρεξίαν λήγειν ἔχοντος, ὁ
ἡμιτριταῖος ἓν μὲν ἔχει τούτων, ἓν δ’ οὐκ ἔχει ταύτην θέσθαι
τὴν προσηγορίαν. τὸ μὲν γὰρ διὰ τρίτην παροξύνειν ἔχει, τὸ δ’ εἰς ἀπυρεξίαν λήγειν οὐκ ἔχει. ἐνδέχεται γὰρ καὶ
διότι καὶ μετὰ ῥίγους εἰσβάλλειν οὐκ ἔχει, καὶ πρὸς τούτοις
γ’ ἔτι τὸ μετ’ ἐκκρίσεως παύεσθαι, καὶ μέντοι καὶ ὅτι
τὴν δευτέραν ἡμέραν οὐκ ἔχει καθαράν. ἐνδέχεται δὲ καὶ
ἄλλο τι τοιοῦτον εἰπεῖν, τοῖς μὲν ἄχρηστον σοφίαν ἀσκοῦσι,
τὰ δ’ ὄντως χρήσιμα τῆς τέχνης παραλείπουσι.
μακρότερος. ἔστι δ’ οἷσι ῥέπει καὶ ἐπὶ τὸ
φθινῶδες.
ἁπλῶς, τούτων δ’ ἑξῆς τὰ ἤθη διδάσκει. προειρηκὼς οὖν
ἐν τῷ 381 καταλόγῳ, πυρετοὶ οἱ μὲν συνεχέες, οἱ δὲ
ἡμέρην ἔχουσι, νύκτα διαλείπουσι, νύκτα ἔχουσιν, ἡμέρην
διαλείπουσιν. εἶτα περὶ τῶν συνεχῶν διελθὼν ὁποῖοί τινές
εἰσι καὶ προσθεὶς αὐτοῖς ἐφεξῆς τὴν περὶ τοῦ τεταρταίου τε καὶ ἡμιτριταίου διδασκαλίαν, ἐπὶ τοὺς τῇ μὲν ἡμέρᾳ
παροξυνομένους, τῇ δὲ νυκτὶ διαλείποντας, ἢ τῇ μὲν νυκτὶ
παροξυνομένους, τῇ δ’ ἡμέρᾳ διαλείποντας ἀφίκετο, καλέσας
αὐτῶν τὸν μὲν ἕτερον νυκτερινὸν, τὸν δ’ ἕτερον ἡμερινόν·
νυκτερινὸν μὲν τὸν ἐν νυκτὶ παροξυνόμενον, ἡμερινὸν δὲ
τὸν ἐν ἡμέρᾳ. δι’ ὧν δ’ ἐπαινεῖν ἔδοξε τὸν νυκτερινὸν,
οὐδὲν ἧττον ἔψεξε διὰ τῶν αὐτῶν, οὐχ ἁπλῶς εἰπὼν, νυκτερινὸς
οὐ θανατώδης, ἀλλὰ τὸ οὐ λίην προσθείς. εἰ γὰρ λίην
θανατώδης, εὔδηλον ὅτι θανατώδης μετρίως, τὸν δ’ ἡμερινὸν
οὐ μόνον μακρότερον εἶπεν εἶναι τοῦ νυκτερινοῦ, ἀλλὰ
καὶ· ἔτι πρὸς τὸ φθινῶδες ἐνίοτε ῥέπειν, ὥστε καὶ κατὰ
τοῦτο μοχθηρότερον εἶναι. τοῦτο μὲν γὰρ ἐν ᾧ χρόνῳ
διαφορεῖσθαι καὶ ἀραιοῦσθαι μᾶλλον εἴωθε, εἰ συστέλλεται
καὶ πυκνοῦται τὸ σῶμα, παροξυνόμενος εἰκότως κακοηθέστερος
εἶναι δοκεῖ· τοῦτο δὲ καὶ τὸν καιρὸν τῆς προνοίας
ἔχων ἀήθη. καθ’ ὃν γὰρ χρόνον ἐχρῆν κοιμᾶσθαι, κατὰ
τοῦτον ἀναγκαῖόν ἐστι τῆς ἰατρικῆς προνοίας τυγχάνειν τὸν κάμνοντα καὶ διὰ τοῦτο καταφθείρονται τῷ χρόνῳ καὶ
φθίνουσι δυοῖν θάτερον. εἰ μὲν δὴ κοιμῶνται τῆς ἡμέρας,
ἐνδεῶς ἀπολαβόντες ὕπνου, εἰ δ’ οὐ κοιμῶνται, νυκτερίδος
βίον, οὐκ ἀνθρώπων, βιοῦντες.
οὐ θανατώδης.
ἑορακὼς ταῦτ’ ἔγραψε, οὔτε ψεύδεσθαι προσήκει λέγοντα
καὶ αὐτὸν ἑορακέναι. παραφυλάττειν οὖν ἡμᾶς φιλοπόνως
προσήκει καὶ τῇ πείρᾳ κρίνειν τὸ ἀληθὲς, ἀλλ’ ὅπως μὴ
πάθητε τοῖς πολλοῖς ὁμοίως, οἳ θεασάμενοι κατά τινα τύχην
δι’ ἑβδόμης ἡμέρας πυρέξαντα τὸ δεύτερόν τε καὶ τρίτον
ἀπὸ τῆς ἀρχῆς ὑπέλαβον ἑβδόμῃ εἶναί τινα περίοδον.
ἐνδέχεται γάρ ποτε τοῦτο 93 καὶ κατὰ συντυχίαν ἁπαντῆσαι, καὶ μέντοι καὶ κατὰ τὸ τῆς διαίτης ὁμοειδές. ὅσοις
γὰρ τῶν νοσούντων οὐκ ἀκριβῶς ἡ νοσώδης ἐπαύσατο διάθεσις,
ἀλλ’ ἔμεινεν αὐτοῖς τι σπέρμα, τούτοις ἀμελέστερον
διαιτηθεῖσι συμβαίνει πολλάκις μὲν ἕκτῃ μετὰ τὴν πρώτην
ἡμέραν πυρέξαι, πολλάκις δ’ ἑβδόμῃ, πολλάκις δ’ ὀγδόῃ,
πολλάκις δ’ ἄλλῃ τινὶ καὶ τοῦ πυρετοῦ παυσαμένου, δόξασιν
ἀκριβῶς ἀπηλλάχθαι, πάντα ὁμοίως διαιτηθεῖσιν, ἐπὶ τῷ
καταλειφθέντι τῆς νόσου σπέρματι δι’ ἴσων ἡμερῶν εἰς τὴν
αὐτὴν ἀφικομένων διάθεσιν, ὡσαύτως πυρέξαι. καὶ δυνατὸν
γίγνεσθαι τοῦτο πολλάκις, ὅταν ἴσον μὲν ᾖ τὸ καταλειπόμενον
τῆς διαθέσεως, ὁμοίως δὲ καὶ οἱ κάμνοντες διαιτῶνται.
τοῦτ’ οὖν ὄντως περίοδός ἐστι νοσώδης, ὅταν ἀκριβῶς
διαιτηθέντων αὐτῶν κατὰ τὴν αὐτὴν ἀφικνῆται προθεσμίαν
ὁ πυρετὸς, ὥσπερ ἐπὶ τοῦ τεταρταίου φαίνεται
γιγνόμενος.
ἔχοντα παροξυσμὸν ἀκριβῆ τριταῖον εἶναι. τὰ δ’
ὡς τὸ πολὺ τούτῳ συνυπάρχοντα πάντα εἴρηται κατά τε
τὰ περὶ διαφορᾶς πυρετῶν καὶ τὰ περὶ κρίσεως
ὑπομνήματα.
καὶ ἤδη φθίνουσιν ἐπιγενόμενος κτείνει.
παυόμενον, οὗ τὴν φύσιν ἅπασαν, ὥσπερ καὶ τῶν ἄλλων,
ἔμαθες ἐν τοῖς περὶ διαφορᾶς πυρετῶν. ἤδη δέ τισιν,
αὐτῷ ἐπιπεπλεγμένον τινὰ τῶν περιοδικῶν, ἤτοι τῶν διὰ
τρίτης ἢ καὶ τῶν καθ’ ἑκάστην ἡμέραν παροξυνομένων, ὡς
δ’ Ἱπποκράτης φησὶ, καὶ τὸν διὰ πέμπτης, ὑπὲρ οὗ καὶ αὐτοῦ νόμιζέ σοι τὰ αὐτὰ λελέχθαι πρὸς ἡμῶν, ἃ καὶ περὶ τῶν
ἑβδομαίων τε καὶ ἐναταίων ὀλίγον ἔμπροσθεν ἤκουσας.
ἑκάστου τῶν πυρετῶν, ὁμοίως ξυνεχέων καὶ διαλειπόντων.
αὐτίκα γὰρ ξυνεχής ἐστιν οἷσιν ἀρχόμενος ἀνθεῖ καὶ
ἀκμά 94 ζει μάλιστα καὶ ἀνάγει ἐπὶ τὸ χαλεπώτερον.
περὶ δὲ κρίσιν καὶ ἅμα κρίσει ἀπολεπτύνεται. ἔστι δ’
οἷσιν ἄρχεται μαλακῶς καὶ ὑποβρύχιος, ἐπαναδιδοῖ δὲ καὶ
παροξύνεται καθ’ ἡμέρην ἑκάστην, περὶ δὲ κρίσιν καὶ
ἅμα κρίσει ἅλις ἐξέλαμψεν. ἔστι δ’ οἷσιν ἀρχόμενος
πρηέως ἐπιδιδοῖ καὶ παροξύνεται καὶ μέχρι τινὸς ἀκμάσας,
πάλιν ὑφίησι μέχρι κρίσεως καὶ περὶ κρίσιν. ξυμπίπτει
δὲ ταῦτα καὶ γίνεται ἐπὶ παντὸς πυρετοῦ καὶ ἐπὶ
παντὸς νοσήματος.
δὲ τὰς διαφορὰς καὶ τὰς οὐσίας. τὰ εἴδη δὲ νῦν αὐτῶν
δῆλόν ἐστιν ἑκάστου τῶν προειρημένων πυρετῶν γράψαι.
τὸ γοῦν συνεχῆ φησιν ἄρχεσθαι μὲν ἐνίοις σφοδρότατον,
κατὰ βραχὺ δὲ ἀπολεπτύνεσθαι μέχρι κρίσεως, ἐνίοτε δὲ
μετρίως ἀρξάμενον αὐξάνεσθαι κατὰ βραχὺ μέχρι κρίσεως,
ἐν ᾗ φησιν ἐκλάμπειν αὐτόν. οὗτοι μὲν οὖν ἐναντία ἀλλήλοις
ἔχουσι τὴν κρίσιν. ἄλλον δὲ τρόπον ἐπ’ αὐτοῖς τρίτον
εἶναι φησι σύνθετον ἐξ ἀμφοῖν, ὅταν ἄρχεται μὲν
πρᾴως, αὐξηθεὶς δὲ κατὰ βραχὺ καὶ τὸ τέλεον ἀπολαβὼν
μέγεθος ὑφίησιν ἄχρι λύσεως παντελοῦς. τούτους τοὺς τρεῖς
τρόπους οἴονταί τινες αὐτὸν λέγειν ἐπὶ τῶν συνεχῶν πυρετῶν,
οὐκ ἀκούοντες ὧν ἐπὶ τῷ τέλει τῆς ῥήσεως ἔγραψε.
συμπίπτει δὲ ταῦτα γίνεσθαι ἐπὶ παντὸς πυρετοῦ καὶ νοσήματος,
ὥστ’ οὐκέτι τῶν συνεχῶν μόνον, ἀλλὰ καὶ πάντων
τῶν ἄλλων πυρετῶν, ὅσοι τε συνεχεῖς καὶ πολυχρόνιοι,
καὶ μέντοι καὶ παντὸς ἄλλου νοσήματος, ὀξέος δὲ δηλονότι καὶ χρονίου, τοὺς αὐτοὺς τρόπους φησὶ γίνεσθαι τρεῖς,
καὶ τὰ συμπτώματα δὲ κατὰ τὸν αὐτὸν λόγον κρίνεται τὰ
πάντα. φέρε γὰρ ἐπ’ ἀλγήματος ἡμᾶς σκοπεῖσθαι τοῦτο,
πολλάκις μὲν εἰσβάλ 382 λον σφοδρότατον, ἀπομαραίνεται
κατὰ βραχὺ μέχρι παντελοῦς λύσεως, ἐνίοτε δ’ ἀρξάμενον
πρᾷον, ἐπὶ τὸ σφοδρότατον αὐξηθὲν κατὰ βραχὺ ταχεῖαν
ἔχει τὴν λύσιν. αὖθις δέ ποτε μετὰ τὴν τελείαν
ἀκμὴν ἀνάλογον τῆς αὐξήσεως ἐν ἴσῳ χρόνῳ τὴν παρακμὴν
ἔλαβεν.
προσφέρειν.
νοσημάτων, ὅπως ἁρμόττουσαν αὐτοῖς τὴν δίαιταν προσφέρῃς.
δεῖ γὰρ ὡς πρὸς τὴν ἐσομένην αὐτοῖς ἀκμὴν τοῦ νοσήματος
ἀποβλέποντας ἡμᾶς τὴν δίαιταν ποιεῖσθαι, κατὰ δὲ τὸ περὶ διαίτης ὀξέων καὶ τοὺς ἀφορισμοὺς, ὅπως χρὴ
προγινώσκειν τοὺς προειρημένους τρόπους τῶν νοσημάτων,
ἔκ τε τῶν εἰς τὸ προγνωστικὸν ὑπομνημάτων καὶ ἐκ τῶν
περὶ κρίσεων μαθήσῃ διὰ κεφαλαίων αὐτὰ κατὰ τοῦτο τὸ
βιβλίον ἔγραψα, διὰ τῆς πρώτης ἐν τῷδε τῷ ὑπομνήματι
γεγραμμένης ῥήσεως.
περὶ ὧν τὰ μέν που γέγραπται, τὰ δὲ γεγράψεται,
πρὸς ὃ διαλογιζόμενον δοκιμάζειν καὶ σκοπεῖσθαι
τίνι τουτέων ὀξὺ καὶ θανατῶδες ἢ περιεστηκὸς καὶ
τίνι προσαρτέον ἢ οὒ, καὶ πότε καὶ πόσον καὶ τίνι τὸ
προσφερόμενον ἔσται.
ποιεῖσθαι, ὅμως φησὶν εἶναι καὶ ἄλλα, τὰ μὲν ἤδη γεγραμμένα
κατὰ τὸ προγνωστικὸν δηλονότι, τὰ δὲ καὶ
γραφησόμενα.
δ’ οἱ παροξυσμοὶ ἐν περιττῇσι, κρίνονται ἐν
περιττῇσιν.
τὰς κρίσεις, διά τε τὸ κινεῖσθαι σφοδρῶς ἐν αὐτοῖς τοὺς
χυμοὺς καὶ ὥσπερ ζέοντας ἐκρήγνυσθαι δι’ αἱμοῤῥαγίας ἢ
δι’ ἱδρώτων ἢ ἐμέτων ἢ διαχωρημάτων ἢ αἱμοῤῥοΐδων ἢ
καταμηνίων ταῖς γυναιξί. διά τε τὸ κατ’ αὐτὸν τὸν καιρὸν
τὴν φύσιν ἐπείγεσθαι πρὸς τὴν ἔκκρισιν αὐτῶν, ἅμα μὲν ὅτι
βαρυνομένη καὶ κακοπαθοῦσα παροξύνεται πρὸς τὴν ἔκκρισιν,
ἅμα δὲ ὅτι κεχυμένων μᾶλλον αὐτῶν ἥ τε διάκρισις ἑτοιμοτέρα
τῶν μοχθηρῶν ἥ τε κρίσις γίγνεται ῥᾷον.
ἐκ τῶν δὲ ἐν τῇσι περιττῇσι κρινόντων περιόδων
πρώτη γ΄. ε΄. ζ΄. θ΄. ια΄. ιζ΄· κα΄. κζ΄ καὶ λα΄.
περιόδου. τὰς γὰρ ἡμέρας αὐτὰς ἐν αἷς αἱ κρίσεις γίνονται
πάσας ἐφεξῆς ἔγραψεν, ἔν τε τῷ προγνωστικῷ τὰς κατὰ
τετράδα γινομένας περιόδους ἀκριβῶς διῆλθεν, ὥστε 96
ταῦτ’ ἔοικεν ἐπιζητεῖν τὴν θεωρίαν τῶν κρισίμων ἡμερῶν.
πρώτην μὲν οὖν φησὶ κρίσιμον ἡμέραν εἶναι τῶν ἀρτίων
τὴν τετάρτην, ἐφεξῆς δ’ αὐτῇ τὴν ς΄. εἶτα τοῖς πλείστοις
μὲν τῶν ἀντιγράφων τῆ η΄ καὶ ι΄ γέγραπται. κατά τινα δὲ τῇ ιδ΄
μετὰ τὴν ς΄. κ΄. καὶ μετὰ ταύτην ἐν τισὶ μὲν δ΄ καὶ κ΄. ἐν τισὶ δ΄
αὐτῶν γέγραπται δ΄. καὶ λ΄. καὶ μετὰ ταύτην μ΄. μεθ’ ἢν ἡ
ξ΄ καὶ π΄ καὶ ἑκατοστή. τῶν δ’ ἐν ταῖς περιτταῖς κρινομένων νοσημάτων πρώτην φησὶν εἶναι περίοδον. ἄμεινον
δ’ ἦν, ὡς ἔφαμεν, εἰπεῖν οὐ περὶ ἀρχῆς τρίτην, εἶτα πέμπτην,
εἶθ’ ἑβδόμην, εἶτα ἐνάτην, εἶτα ἑνδεκάτην, εἶτα ἑπτακαιδεκάτην,
εἶτα πρώτην καὶ εἰκοστὴν καὶ μετὰ ταύτην
ζ΄ καὶ κ΄. ἐφ’ ᾗ α΄ καὶ λ΄. ἐδείχθησαν δὲ ἡμῖν ἐν τῇ περὶ
τῶν κρισίμων ἡμερῶν πραγματείᾳ πασῶν τῶν κρινουσῶν
ἰσχυρόταται μὲν αἱ κατὰ τὴν τετραδικήν τε καὶ ἑβδοματικὴν
περίοδον γινόμεναι, μετριώτεραι δ’ αὐτῶν αἱ παρεμπίπτουσαι,
περὶ ὧν τῆς εὐλόγου γενέσεως ἕνεκεν εἴπωμεν.
αἱ μὲν οὖν περιτταὶ πᾶσαι καλῶς εἴρηνται· τῶν δ’ ἀρτίων
οὐκ ὀρθῶς εἰρήκασιν κη΄ καὶ ι΄. οὐδαμῶς γάρ εἰσιν αὗται
κρίσιμοι.
ἐσομένας ὑποστροφὰς σημαίνοιτο καὶ γένοιτο ἂν
ὀλέθρια.
ἡμέραι καὶ τὰ κριθέντα δὲ νοσήματα πάντως μέν ἐστι βέβαια.
γένοιτο δ’ ἄν ποτε καὶ ὀλέθρια, δέδεικται δι’ ἐκείνων
τῶν ὑπομνημάτων.
τούτοισι κρίσιας ἐσομένας ἐπὶ σωτηρίην ἢ ὄλεθρον ἢ
ῥοπὰς ἐπὶ τὸ ἄμεινον ἢ χεῖρον.
ὀνόματος ἐδίδαξεν, ὃ διὰ συντόμων ἄν τις εἴπῃ ὀξύῤῥοπον
εἶναι μεταβολὴν νοσήματος. ὅτι δὲ τετραχῶς ἡ μεταβολὴ
γίνεται σαφῶς αὐτὸς εἶπεν. ἐπὶ γὰρ σωτηρίαν ἢ ὄλεθρον
ἢ ῥοπὴν ἐπὶ τὸ ἄμεινον ἢ χεῖρον, ἀξιόλογον δηλονότι.
παρέλιπε δ’ αὐτὸς εἰπεῖν τὸ ἀξιόλογον, ὡς ἐν τῷ κοινῷ
σημαινομένῳ τοῦ τῆς κρίσεως ὀνόματος περιεχόμενον.
καὶ ἑβδομαῖοι καὶ ἐναταῖοι, ἐν ᾗσι περιόδοισι κρίνονται
σκεπτέον.
γὰρ οἱ πλανῆτες τοὺς κατὰ μέρος παροξυσμοὺς ἀτάκτους
ἔχουσιν, ἀλλὰ διά τε τῶν κατὰ τὰς κρισίμους ἡμέρας φαινομένων
σημείων ἡ κρίσις αὐτῶν προγινώσκεται 383 . περὶ δὲ
τῶν εἰς ἀπυρεξίαν ληγόντων περιόδων, οἷαίπερ αἱ τῶν τριταίων
εἰσὶ καὶ τῶν τεταρταίων, ἐδείχθη τοῖς πολλοῖς τῶν
ἰατρῶν θεώρημα ἀγνοούμενον, οὗ διὰ παντὸς ἐπειράθημεν
ἐπὶ τῶν ἀῤῥώστων. οὐ γὰρ ταῖς ἀπὸ τῆς ἀρχῆς ἡμέραις
προσέχειν χρὴ τὸν νοῦν, οὐδὲ ταύτας ἀριθμεῖν ἁπλῶς
ἐφεξῆς, ἀλλὰ τοὺς παροξυσμοὺς, ὥσπερ ἐπὶ τριταίου ἀκριβοῦς
αὐτὸς εἶπε κατὰ τοὺς ἀφορισμούς· τριταῖος ἀκριβὴς
ἐν ἑπτὰ περιόδοισι κρίνεται τὸ μακρότατον. ὡς γὰρ οὗτος ἐν ἑπτὰ περιόδοις κρίνεται, κατὰ τὸν αὐτὸν λόγον ἄλλος μὲν ἐν
ἐννέα περιόδοις, ἄλλος δ’ ἐν ἕνδεκα καὶ οὕτως ἐφεξῆς κατὰ τὸν
ἀριθμὸν τῶν κρινουσῶν ἡμερῶν. καὶ περὶ τῶν τεταρταίων ὁ αὐτὸς
λόγος. ἐν γοῦν τῷ προγνωστικῷ φησί· γίνεται δὲ καὶ τῶν τεταρταίων
ἡ κατάστασις ἐκ τούτου τοῦ κόσμου. ἐμοῦ δὲ καὶ ταύτην
τὴν θεωρίαν προειπόντος ἐπ’ Εὐδήμου τοῦ φιλοσόφου,
τρεῖς τεταρταίους ἔχοντος, ἕνα μὲν ἐξ αὐτῶν πρῶτον παύεσθαι
τὸν ἐν ταῖσδε ταῖς ἡμέραις παροξυνόμενον καὶ μετὰ
τοσάσδε περιόδους. ἐπεὶ δ’ οὗτος ἐπαύσατο, δεύτερον ἄλλον
ἐν τῇδε τῇ ἡμέρᾳ, κᾄπειτα καὶ τὸν τρίτον ὁμοίως προειπόντος,
ἐκ μαντικῆς ἔφασαν λέγεσθαι ταῦτα καὶ οὐκ ἐξ
ἰατρικῆς θεωρίας, καίτοι τοὺς μάντεις οὐδέποτ’ ἀληθῶς
ὁρῶντας ἐπ’ ἀῥῥώστου προειπόντας ἐν Ῥώμῃ. τῶν γὰρ ἐν
ταῖς ἄλλαις πόλεσιν οὐ πεπείραμαι, σὺν θεῷ δ’ εἰπεῖν,
ἡμεῖς οὐδέποτε ἀπετύχομεν ἐν οὐδεμιᾷ προῤῥήσει. καὶ σὺ
τοίνυν, ἐὰν ἀσκήσῃς σαυτὸν ἐν τοῖς εἰρημένοις περὶ κρίσεως,
Ἱπποκράτους τε καὶ τῆς τέχνης ἄξιος ἔσῃ. ταῦτα
μὲν εἰρήσθω μοι κατὰ τὸ πάρεργον, ἐπὶ δὲ τὴν προκειμένην ἐξήγησιν αὖθις ἴωμεν. ὥσπερ γὰρ ἅπαντα τὸν περὶ
τῶν κρισίμων ἡμερῶν λόγον ἀκριβῶς διωρίσατο κατὰ τὸ
προγνωστικὸν, οὕτω καὶ τὸν τῶν περιόδων. οὐδαμόθεν
γοῦν ἐμνημόνευσε πεμπταίας ἢ ἑβδομαίας ἢ ἐναταίας οὐ
μόνον κατὰ τὸ προγνωστικόν τι εἰπὼν, ἀλλ’ οὐδὲ κατὰ τοὺς
ἀφορισμοὺς, καίτοι κατὰ τὸ προγνωστικὸν εἰπών· γίνεται
δὲ καὶ τῶν τεταρταίων ἡ κατάστασις ἐκ τούτου τοῦ
κόσμου. κατὰ δὲ τοὺς ἀφορισμοὺς τριταῖον ἀκριβῆ κρίνεσθαι
περιόδοις ἐν ἑπτὰ, δυνατὸν ἦν αὐτῷ καὶ περὶ πεμπταίου
καὶ ἑβδομαίου καὶ ἐναταίου τὴν αὐτὴν ἀπόφασιν
ποιήσασθαι, τὴν λέξιν ὡδί πως γράψαντι· γίγνεται δὲ καὶ
τῶν τεταρταίων ἡ κατάστασις κατὰ τὸν αὐτὸν τρόπον καὶ
πεμπταίων καὶ ἑβδομαίων καὶ ἐναταίων ἐκ τουτέου κόσμου.
ἄμεινον εἶναί μοι δοκεῖ σαφηνείας τε καὶ συντομίας ἕνεκα
κοινόν τινα περὶ πάντων αὐτῶν λόγον εἰπεῖν. ἐδείχθη μοι
καὶ κατ’ ἄλλας μὲν πραγματείας, ἀλλὰ κἀν τῇ τῆς θεραπευτικῆς
μεθόδου ὡς διττὴ ἡ τῶν ζητουμένων εὕρεσίς ἐστι, μία μὲν ἡ διὰ τοῦ λόγου πρὸς τὴν γνῶσιν ἀφικουμένη τοῦ
καθόλου τε καὶ κοινοῦ παντὸς τῶν κατὰ μέρος εἴδους,
ἄλλη δὲ διὰ τῶν κατὰ μέρος ἐπὶ τὸ κοινόν τε καὶ καθόλου
παραγινομένη. καὶ τὰ μὲν συμπληροῦντα εἶναι καθόλου,
τὰς δὲ πράξεις τῶν τεχνιτῶν ἐπὶ τῶν ἀτόμων εἰδῶν γίγνεσθαι.
δεῖσθαι δὲ τῆς ἐπ’ αὐτῶν γυμνασίας καὶ καθόλου
πρότερον εὑρόντα καὶ μέντοι καὶ πρὸς βεβαίωσιν αὐτῶν τῶν
ηὑρημένων καθόλου χρήσιμα γίγνεσθαι τὰ κατὰ μέρος.
ἔστι δὲ καὶ πρὸς τὴν τῶν μανθανόντων γνῶσιν οἷον παραδείγματα
ταῦτα τῶν ἐπιτεταγμένων αὐτοῖς καθόλου θεωρημάτων.
διὰ τοῦτο κᾀγὼ κατὰ τὰς πραγματείας, ἃς ἐποιησάμην,
οὐ τὰ καθόλου μόνον, ἀλλὰ καὶ τὰ κατὰ μέρος διῆλθον
ἐκ τῶν Ἱπποκράτους βιβλίων καὶ μάλιστα τῶν ἐπιδημίων παραγράψας
ῥήσεις, ἐν αἷς διηγήσατο ἅπαντα ἀπ’ ἀρχῆς μέχρι τέλους
τὰ συμβαίνοντα τοῖς ἀῤῥώστοις. ἐν μὲν οὖν ταῖς
δυσπνοίαις ἅπαντας τοὺς δυσπνοήσαντας ἐν ταῖς τῶν ἐπιδημιῶν
συγγραφαῖς διῆλθον, ἐν δὲ τοῖς τῶν κρισίμων ἡμερῶν
τοὺς κριθέντας, ἐπί τε τῶν ἄλλων ὡσαύτως. ὅθεν οὐδ’ ἐξηγήσεως ἦν περιττοτέρας χρεία τοῖς βουλομένοις ἐπὶ
τὰ τῆς τέχνης ἔργα σπεύδειν. ἀλλ’ ἐπειδὴ παρέγκεινταί
τινες ἀσαφεῖς λέξεις, δι’ ἐκείνας ἔδοξεν ἄμεινον εἶναι καὶ
τὰ τοιαῦτα ὑπομνήματα ποιήσασθαι δῆλα. εἰ μὲν οὖν ἁπάντων
τῶν συμπτωμάτων ὅσα γεγονέναι φησὶν ἑκάστῳ τῶν νοσημάτων
εἴτ’ οὖν τὴν ὅλην φύσιν ἢ τὰς αἰτίας τῆς γενέσεως
εἴποιμι, τὰς γενομένας μοι πραγματείας ἐνταῦθα μεταφέρειν
ἀναγκασθήσομαι πάσας, κινδυνεύσω τε καθ’ ἕκαστον
ἄῤῥωστον ἓν γράψαι βιβλίον· εἰ δὲ τῶν ἐν τῷ προγνωστικῷ
γεγραμμένων ἐν τῷ καθόλου τὰ παραδείγματα
μόνα νῦν ἐπισημαινοίμην, ἀναπέμπων τὸ σύμπαν τῆς διδασκαλίας
εἰς τὰς γεγραμμένας μοι πραγματείας, ἐλπίζω σύντομον
ἔσεσθαι τὸν λόγον.
τῇ πρώτῃ πυρετὸς ὀξὺς, ἵδρωσεν ἐς νύκτα ἐπιπόνως.
δευτέρῃ πάντα παρωξύνθη. ὀψὲ δ’ ἀπὸ κλυσματίου καλῶς
διῆλθε, νύκτα δι’ ἡσυχίης. τρίτῃ πρωῒ καὶ μέχρι μέσου ἡμέρης ἔδοξε γενέσθαι ἀπύρετος. πρὸς δείλην δὲ
πυρετὸς ὀξὺς μεθ’ ἱδρῶτος, διψώδης, γλῶσσα δὴ ἐπεξηραίνετο,
μέλαν οὔρησε, νύκτα δύσφορος, οὐκ ἐκοιμήθη,
πάντα παρέκρουσε. τετάρτῃ πάντα παρωξύνθη, οὖρα μέλανα,
νύκτα εὐφορωτέρην, οὖρα εὐχρούστερα. πέμπτῃ περὶ μέσον
ἡμέρης, μικρὸν ἀπὸ ῥινῶν ἔσταξεν, ἄκρητον. οὖρα δὲ ποικίλα
ἔχοντα ἐναιωρήματα στρογγύλα, γονοειδέα, διεσπαρμένα,
οὐχ ἵδρυτο. προσθεμένῳ δὲ βάλανον, φυσώδεα σμικρὰ διῆλθε,
νύκτα ἐπιπόνως, ὕπνοι σμικροὶ, λόγοι, λῆρος, ἄκρεα πάντοθεν
ψυχρὰ καὶ οὐκέτ’ ἀναθερμαινόμενα, οὔρησε δὲ μέλανα,
ἐκοιμήθη σμικρὰ, πρὸς ἡμέρην ἄφωνος, ἵδρωσε
ψυχρὰ, ἄκρεα πελιδνὰ, περὶ δὲ μέσον ἡμέρης ἑκταῖος
ἀπέθανεν. τουτέῳ τὸ πνεῦμα διὰ τέλεος ὥσπερ ἀνακαλουμένῳ
ἀραιὸν καὶ μέγα. σπλὴν ἐπήρθη περιφερεῖ
κυρτώματι, ἱδρῶτες ψυχροὶ διὰ τέλεος, οἱ παροξυσμοὶ ἐν
ἀρτίῃσιν.
μέλλων ἔσεσθαι θάνατος ἦν φανερὸς ἤδη τῷ μεμνημένῳ
τῶν καθόλου θεωρημάτων. ἐν γὰρ τῇ πρώτῃ τῶν ἡμερῶν
ὀξέος πυρετοῦ γενομένου καὶ μετὰ τοῦτο ἱδρῶτος ἐπιφανέντος
οὐκ ἔλυσε τὸν πυρετὸν, ἀλλὰ καὶ τὴν νύκτα χαλεπὴν
ἤνεγκεν. ἡ δευτέρα πάλιν ἅπαντα παρώξυνεν, εἶθ’ 384
ἡ τρίτη μελάνων οὔρων ἔσχεν ἔκκρισιν. ἦν μὲν οὖν καὶ τὸ
κατὰ τὴν πρώτην ἡμέραν γενόμενον εὐθέως μοχθηρόν. τὰ
γὰρ κρίσιμα μὴ κρίνοντα, τὰ μὲν θανατώδεα, τὰ δὲ δύσκριτα,
θανατώδη μὲν, ἄν τι τῶν ἐπ’ αὐτοῖς θανατωδῶν γένηται
συμπτωμάτων ἢ σημείων, δύσκριτα δὲ, ἐὰν ἄνευ τούτων
διαμένῃ τὰ σημεῖα τῆς τῶν χυμῶν ἀπεψίας. ἀλλ’ ἐπί
γε τοῦ Φιλίσκου θανατῶδες ἐγένετο σημεῖον, ἐπὶ, τῷ μὴ
λύσαντι τὸν πυρετὸν ἱδρῶτι, κατὰ τὴν τρίτην ἡμέραν, τὰ
μέλανα τῶν οὔρων, μετὰ τοῦ καὶ διψώδη γενέσθαι καὶ τὴν
γλῶσσαν ἐπιξηρανθῆναι καὶ δυσφορῆσαι δι’ ὅλης νυκτὸς,
ἀγρυπνῆσαί τε καὶ παρακροῦσαι. καὶ τούτων οὕτως
γενομένων ἐν τῇ τετάρτῃ τῶν ἡμερῶν πάντα τε παροξυνθῆναί φησι καὶ οὖρα πάλιν γενέσθαι μέλανα. μέμνησο τοιγαροῦν
ὅτι τῆς τετάρτης ὁμοίως τῇ τρίτῃ χαλεπὰ συμπτώματα
καὶ σημεῖα ἐχούσης ἐν ὀξεῖ νοσήματι τὴν κρίσιν ἐχρῆν
ἐσομένην προσδοκᾷν διὰ ταχέων, εἰ μὲν ἐν ἀρτίαις παρωξύνετο,
μᾶλλον ἐν ταῖς ἀρτίαις, εἰ δ’ ἐν ταῖς περιτταῖς, ἐν
ἐκείναις. ἔνθα δ’ ἡ κρίσις, ἐνταῦθα δηλονότι καὶ ὁ θάνατος,
ἐπί γε τῶν ὀλεθρίων νοσημάτων. καὶ τοίνυν ἀπέθανεν
ἑκταῖος ὁ Φιλίσκος, διότι καὶ οἱ παροξυσμοὶ κατὰ τὰς ἀρτίας
100 ἦσαν αὐτῷ. τοῦτο γὰρ αὐτὸς ὁ Ἱπποκράτης ἐνεδείξατο
κατὰ τὸ τέλος τῆς ὅλης ἐξηγήσεως γράψας ὡδί· τούτῳ τὸ
πνεῦμα διὰ τέλεος ὥσπερ ἀνακαλουμένῳ ἀραιὸν, μέγα, σπλὴν
ἐπήρθη περιφερεῖ κυρτώματι, ἱδρῶτες ψυχροὶ διὰ τέλεος,
οἱ παροξυσμοὶ ἐν ἀρτίῃσιν. ἄλλος δ’ ἄν τις ἄῤῥωστος ἴσος
ἐπὶ τοῖς αὐτοῖς συμπτώμασί τε καὶ σημείοις οὐ κατὰ τὴν
ἕκτην, ἀλλὰ κατὰ τὴν ὀγδόην ἡμέραν ἀπέθανε τῆς τε δυνάμεως
ἰσχυροτέρας οὔσης ἢ ὡς ἔτυχεν ὁ Φιλίσκος ἔχειν, τῶν
τε συμπτωμάτων καὶ τῶν σημείων ἧττον ὀλεθρίων. ἐπὶ γὰρ τούτῳ κατά τε τὴν τρίτην ἡμερῶν καὶ τὴν τετάρτην οὖρα
μέλανα γενόμενα σαφῶς ἐδήλωσε τὸ μέγεθος τῆς κακοηθείας
τοῦ νοσήματος, ἱδρῶτές τε ψυχροὶ γενόμενοι καὶ ἡ τοῦ
αἵματος δὲ στάξις ἐν τῇ ε΄ τῶν ἡμερῶν ἐπεκύρωσε
τὸν προσδοκώμενον ὄλεθρον σύντομον. ἔτι δὲ μᾶλλον ὅτι
προσέγραψε τῇ στάξει τὸ ἄκρητον ὧδέ πως εἰπὼν, τῇ
πέμπτῃ περὶ μέσον ἡμέρας μικρὸν ἐπέσταξεν ἀπὸ ῥινῶν
ἄκρητον. ὅταν μὲν οὖν ἤτοι διαχώρησιν ἢ ἔμετον ἄκρητον
εἴποι, τὸ ἄμικτον λέγει, διαχωρούσης ἢ ἐμουμένης ἤτοι
τῆς ξανθῆς ἀμίκτου χολῆς ἢ τῆς μελαίνης ἢ τῆς ἰώδους·
περὶ δὲ τῆς στάξεως ἐὰν ἀκούσωμεν ἄμικτον αἷμα τὸ ἐρυθρὸν,
αὕτη γὰρ ἴδιος αὐτοῦ χροιὰ, ψεῦδός τι νοήσομεν.
οὐδέποτε γὰρ ἐρυθροῦ στάξις ἀπὸ ῥινῶν ὀλεθρίῳ νοσήματι
πέφηνεν, ἀλλ’ ἀεὶ μέλανος· εἰκὸς οὖν ἐστὶν αὐτὸ δὴ
τοῦτο τὸ μέλαν ἄκρητον εἰπεῖν, βουληθέντος αὐτοῦ τὸ πάνυ
τοιοῦτον. ἐν μὲν δὴ τῇ τρίτῃ τῶν ἡμερῶν ἐφαίνετο σαφῶς
ἤδη τὸ τοῦ νοσήματος ὀλέθριον, οὐ μὴν ὁπότε τεθνήξεται
δῆλον ἦν. ἐν δὲ τῇ τετάρτῃ τῶν ἡμερῶν τῶν μελάνων
οὔρων διαμεινάντων καὶ τῶν παροξυσμῶν ἐν ταῖς ἀρτίαις γιγνομένων, εἰ μὲν τῇ ἡλικίᾳ καὶ τῇ ῥώμῃ τῶν δυνάμεων
ἀντεῖχεν, εἰκὸς ἦν ἄχρι τῆς ὀγδόης ἐξαρκέσαι τὸν ἄῤῥωστον·
εἰ δὲ μὴ, κατὰ τὴν πέμπτην τεθνήξεσθαι. τῆς πέμπτης
δ’ ἐπὶ τοῖς εἰρημένοις αἵματός τε στάξιν ἀκράτου ἐχούσης
καὶ δηλονότι τοὺς ψυχροὺς ἱδρῶτας, οὓς διὰ παντὸς
τοῦ νοσήματος ἔφη γενέσθαι, προσεδόκησεν ἄν τις εὐλόγως
μὴ δυνηθήσεσθαι τὸν κατὰ τὴν ἕκτην ἡμέραν ἐσόμενον παροξυσμὸν
ὑπομεῖναι τὸν κάμνοντα. ταῦτά τε οὖν ἀκόλουθα
φαίνεται τοῖς καθόλου περὶ κρισίμων ἡμερῶν καὶ οὔρων καὶ
ἱδρώτων εἰρημένοις, ἐπί τε τῶν κρισίμων συγγραμμάτων
καὶ πρὸς αὐτοῖς τῶν περὶ δυσπνοίας τε καὶ παραφροσύνης.
εἰρηκὼς γὰρ ἐν προγνωστικῷ, πνεῦμα δὲ πυκνὸν μὲν ἐὸν
πόνον σημαίνει ἢ φλεγμονὴν ἐν τοῖς ὑπὲρ τῶν φρενῶν χωρίοις,
μέγα δὲ ἀναπνεόμενον καὶ διὰ πολλοῦ χρόνου παραφροσύνην
δηλοῖ· εἶτα νῦν ὅτι μὲν παρεφρόνησεν ὁ Φιλίσκος
εἰρηκὼς, οὐδὲν δ’ ἐν ὅλῃ τῇ διηγήσει περὶ δυσπνοίας
γεγραφὼς, εἰκότως ἐπὶ τῇ τελευτῇ τοῦ λόγου προσέθηκεν,
τούτῳ τὸ πνεῦμα διὰ τέλεος ὥσπερ ἀνακαλουμένου, ἀραιὸν, μέγα. πρόδηλον δ’ ὅτι ταὐτὸν ἐστιν ἀραιόν τε φάναι καὶ
διὰ πολλοῦ χρόνου. τὸ δ’ ὥσπερ ἀνακαλουμένῳ οἷον ἀναμιμνησκομένῳ
σημαίνει. δέδεικται γὰρ ἐν τοῖς περὶ δυσπνοίας
ἀραιὸν καὶ μέγα γίνεσθαι τὸ πνεῦμα διὰ τὴν βλάβην
τῆς διανοίας, ὥσπερ ἐπιλανθανομένου τῶν ἐνεργιῶν τοῦ
κάμνοντος, ὡς μήθ’ ὅτε καταπαῦσαι προσῆκεν αὐταῖς ἐπίστασθαι
μήθ’ ὅτε ἄρξασθαι.
Εὐαλκίδεος, ἐκ κόπων καὶ πότων καὶ γυμνασίων ἀκαίρων
πῦρ ἔλαβεν. ἤρξατο δὲ πονέειν καὶ ὀσφὺν καὶ κεφαλὴν
εἶχε βάρος καὶ τραχήλου ἦν ξύντασις. ἀπὸ δὲ κοιλίης
τῇ πρώτῃ χολώδεα, ἄκρητα, ἔπαφρα, κατακορέα, πολλὰ
διῆλθεν, οὖρα μέλανα, μέλαιναν ὑπόστασιν ἔχοντα, διψώδης
γλῶσσα ἐπίξηρος, νυκτὸς οὐδὲν ἐκοιμήθη. δευτέρῃ
πυρετὸς ὀξὺς, διαχωρήματα πλείω, λεπτότερα, ἔπαφρα, οὖρα μέλανα, νύκτα δυσφόρως, μικρὰ παρέκρουσε. τρίτῃ
πάντα παρωξύνθη, ὑποχονδρίου ξύντασις ἐξ ἀμφοτέρων
παραμήκης, πρὸς ὀμφαλὸν ὑπολάπαρος, διαχωρήματα
λεπτὰ, ὑπομέλανα, οὖρα θολερὰ, μέλανα, νυκτὸς οὐδὲν
ἐκοιμήθη, λόγοι πολλοὶ, γέλως, ᾠδὴ, κατέχειν οὐκ ἠδύνατο.
τετάρτῃ διὰ τῶν αὐτῶν. πέμπτῃ διαχωρήματα ἄκρητα,
χολώδεα, λεῖα, λίαν λιπαρὰ, οὖρα λεπτὰ, διαφανέα, μικρὰ,
κατενόει. ἕκτῃ περὶ κεφαλὴν μικρὰ ἐφίδρωσεν, ἄκρεα
ψυχρὰ, πελιδνὰ, πολὺς βληστρισμὸς, ἀπὸ κοιλίης οὐδὲν
διῆλθεν, οὖρα ἐπέστη, πυρετὸς ὀξὺς, ἑβδόμῃ ἄφωνος,
ἄκρεα οὐκέτι ἀνεθερμαίνετο, οὔρησεν οὐδέν. ὀγδόῃ
ἵδρωσε διόλου ψυχρὸν, ἐξανθήματα μεθ’ ἱδρῶτος ἐρυθρὰ,
στρογγύλα, σμικρὰ, οἷον ἴονθοι παρέμενον, οὐκ ἀφίσταντο.
ἀπὸ δὲ κοιλίας ἐρεθισμῷ σμικρῷ, κόπρανα
λεπτὰ, οἷα ἄπεπτα. πολλὰ διῄει μετὰ πόνου, οὔρει μετ’
ὀδύνης δακνώδεα, ἄκρεα σμικρὰ ἀνεθερμαίνετο. ὕπνοι λεπτοὶ, κωματώ 385 δεες, ἄφωνος, οὖρα λεπτὰ, διαφανέα.
ἐνάτῃ διὰ τῶν αὐτῶν, δεκάτῃ ποτὰ οὐκ ἐδέχετο,
κωματώδης, οἱ δ’ ὕπνοι λεπτοὶ, ἀπὸ δὲ κοιλίης ὅμοια,
οὔρησεν ἀθρόον ὑπόπαχυ κείμενον, ὑπόστασις κριμνώδης
λευκὴ, ἄκρεα πάλιν ψυχρά. ἑνδεκάτῃ ἀπέθανεν. ἐξ
ἀρχῆς τουτέῳ καὶ διὰ τέλεος πνεῦμα μέγα, ἀραιὸν, ὑποχονδρίου
παλμὸς συνεχὴς, ἡλικίη ὡς περὶ ἔτεα εἴκοσι.
τοῦ πρώτου. ἐκεῖνος μὲν γὰρ εὐλόγως ἑκταῖος ἀπέθανεν ἐν
ὀξεῖ νοσήματι κατὰ τὸ συνεχὲς, ὀλέθρια ἔχων ἀπὸ τῆς ἀρχῆς
τά τε σημεῖα καὶ τὰ συμπτώματα. οὗτος δὲ παραπλησίως
ἐκείνῳ διακείμενος ἀπ’ ἀρχῆς, ὅμως εἰς τὴν ια΄ ἡμέραν
προῆλθε διὰ ῥώμην δυνάμεως, ἣν εἰκὸς, μὲν ἦν καὶ
ἄλλως ὑπάρχειν αὐτῷ, 102 καὶ διὰ τοῦ προσθεῖναι δὲ
τὴν ἡλικίαν ἐνεδείξατο, μὴ προσθεὶς ἐπὶ τοῦ Φιλίσκου, ἐξ
αὐτοῦ τοῦ μὴ προσθεῖναι δηλώσας ὅτι πλειόνων ἐτῶν ἦν, ὥστε τὴν μὲν δύναμιν μὴ ἰσχυρὰν εἶναι. ἕτερος δ’ ἂν ἄῤῥωστος
ἐπὶ τοῖς αὐτοῖς ἀπ’ ἀρχῆς σημείοις τε καὶ συμπτώμασιν,
εἰ μὴ ἰσχυρῶς ἦν τὴν δύναμιν, ἑβδομαῖος ἀπέθανε,
καὶ οὕτως γε πλησίον ἧκε τοῦ θανάτου κατ’ ἐκείνην τὴν
ἡμέραν καὶ ἔγραψεν ἐπ’ αὐτοῦ· ἑβδόμῃ ἄφωνος, ἄκρεα οὐκέτ’
ἀνεθερμαίνετο, οὔρησεν οὐδέν. εὔδηλον οὖν ἐκ τούτων
ὅτι πλησίον ἀφίκετο θανάτου. τῆς δυνάμεως δ’ ἰσχυρᾶς
οὔσης ἴσχυσεν ἐξαρκέσαι πρὸς τὴν ἐφεξῆς ἡμέραν κρίσιμον
οὖσαν ἑνδεκάτην, ἐπεί τοι κατὰ τὴν τρίτην ἢ τετάρτην
ἡμέραν ἐν κακίστοις αὐτοῦ γενομένου σημείοις τε καὶ
συμπτώμασιν, ἐπὶ τῆς ἑβδόμης ἐχρῆν ἀποθανεῖν, ὄντων
γε τῶν παροξυσμῶν ἐν ταῖς περιτταῖς μᾶλλον, ὅπερ ἐδήλωσεν
εἰπὼν, τρίτῃ παρωξύνθη πάντα, καὶ μετὰ ταῦτα πάλιν τετάρτῃ
διὰ τῶν αὐτῶν. δυνηθεὶς οὖν ὑπερβῆναι, ὡς ἔφην,
τὴν ζ΄ ἡμέραν διὰ ῥώμην δυνάμεως, ἐπὶ τῆς ὀγδόης ἡμέρας
ἐξανθήματα μεθ’ ἱδρῶτος ἔσχεν ἐρυθρὰ, στρογγύλα,
σμικρὰ, τῆς φύσεως αὐτοῦ διαμαχομένης ἐπὶ τῷ νοσήματι καὶ πρὸς τὸ δέρμα τὴν περιουσίαν τῶν μοχθηρῶν χυμῶν
ὠθούσης καὶ διὰ τοῦτό γε οὐκ ἐπὶ τῆς ἐνάτης ἡμέρας ἀπέθανεν,
ἀλλ’ ἐπὶ τῆς ἑνδεκάτης. ὡς εἴ γε κατὰ τὴν ὀγδόην
μηδὲν ἐγεγόνει τοιοῦτον, ἀκόλουθον ἦν ἀποθανεῖν αὐτὸν
ἐπὶ τῆς ἐνάτης, γεγονυίας γε τῆς ἑβδόμης οἵαν εἶπεν.
ἐπεὶ δὲ καὶ παρεφρόνησεν οὗτος ὁ ἄῤῥωστος ἐν τῇ νόσῳ,
διὰ τοῦτο προσέθηκεν ἐπὶ τελευτῇ τῆς διηγήσεως, πνεῦμα
σχεῖν αὐτὸν ἀραιὸν καὶ μέγα δι’ ὅλου τοῦ νοσήματος.
ἀλλὰ καὶ ὑποχονδρίου παλμὸν συνεχῆ γεγονέναι φησὶν αὐτῷ.
θόρυβον δὲ καὶ τοῦτο ἤ παραφροσύνην ἐλέγετο δηλοῦν ἐν
προγνωστικῷ. ἔοικεν ἐν τῷ διαφράγματι φλεγμονὴ γεγονέναι
τις τῷ ἀνθρώπῳ, δι’ ἤν κατὰ τῆς τρίτης ἡμέρας διήγησιν
ἔγραψε, ὑποχονδρίου ξύντασις ἐξ ἀμφοτέρων παραμήκης
πρὸς ὀμφαλὸν, ὑπολάπαρος. τὸ γὰρ ὑπολάπαρος
ὑπόκενός ἐστι, τουτέστιν ὄγκου χωρὶς, ὅς γίνεται τῶν καθ’
ὑποχόνδρια μορίων φλεγμαινόντων. ὅταν μέντοι τῇ φλεγμονῇ
τοῦ διαφράγματος κατὰ τὸ συνεχὲς ἀνέλκηται τὸ ὑποχόνδριον,
συντείνεται χωρὶς ὄγκου. καὶ κατ’ ἀρχήν γε τῆς ὅλης διηγήσεως ἔφη πονεῖν αὐτὸν ὀσφὺν καὶ κεφαλῆς ἔχειν
βάρος καὶ τραχήλου σύντασιν, ἅπερ καὶ αὐτὰ πρὸς τὸ χεῖρον
ὄντος τοῦ νοσήματος παρακρουστικὰ σημεῖα γίνεται καὶ
εἴ γε μετ’ ἀγρυπνίας ἄνευ βάρους ἐγεγόνει ταῦτα, φρενιτικὸς
ἂν ἀπετελέσθη. νυνὶ δὲ τὸ βάρος τῆς κεφαλῆς πλῆθος
ἐνδεικνύμενον ἐν αὐτῇ περιέχεσθαι χυμῶν, οὐ πάνυ τι
θερμῶν ἢ χολωδῶν ἢ πάντως ἄγρυπνος ἂν ἦν, ἐδήλωσε κωματώδη
γενέσθαι τὸν κάμνοντα. λεχθήσεται δ’ ἐπὶ πλέον
περὶ τῶν τοιούτων διαθέσεων, ἐν αἷς ἅμα κωματώδεις εἰσὶ
καὶ παραφρονοῦσιν, ὅταν ἐξηγησώμεθα τὴν πρώτην ῥῆσιν
τοῦ προῤῥητικοῦ. προσθεῖναι δὲ χρὴ τῷ παρόντι λόγῳ καὶ
ταῦτα, ὡς ἐστὶ βέλτιον ἅπερ εἴρηται καὶ δι’ ἄλλων ἡμῖν
πολλάκις ὅτι τῶν ἐπὶ προφανέσιν αἰτίαις ἀρξαμένων πυρέττειν,
εἰ μηδεμίαν τῶν κατὰ τὸ σῶμα περιέχοιτο παρασκευὴν
νοσήματος, ἐφήμερος ὁ πυρετὸς γίνεται. καίτοι γε
τῷ Σιληνῷ πάντως ἂν ἐγεγόνει τοιοῦτον ἐκ κόπων καὶ πότων καὶ
γυμνασίων ἀκαίρων πυρέξαντι μὴ πρόϋπαρ χούσης ἐν τῷ σώματι
τῆς νοσώδους παρασκευῆς, ἥν διαγνώσῃ τοῖς γιγνομένοις εὐθέως
περὶ τὴν πρώτην καὶ δευτέραν ἡμέραν συμπτώμασί τε καὶ σημείοις. πρῶτον μὲν οὖν, ἔφη, πῦρ ἔλαβεν, οὕτως δ’ ὀνομάζειν εἰωθὼς
τὸν πυρετὸν, ὅταν ᾖ σφοδρότατος. εἶτ’ ἐφεξῆς, ἀπὸ δὲ κοιλίης τῇ
πρώτῃ 103 χολώδεα, ἄκρητα, ἔπαφρα, κατακορέα, πολλὰ
διῆλθε τούτῳ. εἶτ’ ἐφεξῆς· οὖρα μέλανα, μέλαιναν ὑπόστασιν
ἔχοντα· καὶ πάλιν ἐφεξῆς· διψώδης γλῶσσα, ἐπίξηρος,
νυκτὸς οὐδὲν ἐκοιμήθη, πλῆθος οὐ σμικρὸν ὀλεθρίων τε
συμπτωμάτων καὶ σημείων ἐγένετο τῷ Σιληνῷ κατὰ τὴν
πρώτην εὐθὺς ἡμέραν, ὡς νοῆσαί τινα δύνασθαι σαφῶς,
τοὺς κόπους καὶ πότους καὶ γυμνάσια, προφάσεις γεγονέναι
τοῦ νοσήματος, κυριώτατα γὰρ ἄν τις φαίη προφάσεις, τὰ
φανερὰ τῶν αἰτίων. ὅταν δέ τινα καὶ ἄλλα μέλλοντα νοσεῖν
ἄνθρωπον ἐξελέγξῃ προσγενόμενα, χρόνῳ μέντοι πλείονι
προηγησάμενα, κυρίως ἄν τι γένοιτο τηνικαῦτα, δυνατὸν
εἶναι καὶ τὸν Σιληνὸν τοῦτον ἐν χρόνῳ πολλῷ διητηθέντα
τὸν τρόπον τὸν εἰρημένον, ἐξ αὐτοῦ αὐτῷ ἐσκευάσθαι τὸ
νόσημα. ἐὰν μὲν γὰρ πονῇ τις, πολλὰ ταλαιπωρούμενος
ἐν ταῖς ἐνεργείαις ἄχρι κόπου, πίνῃ δὲ δαψιλῶς καὶ ἀκαίρως τε γυμνάζοιτο, τοῦτο δέ ἐστιν, ἤτοι γ’ ἐπὶ σιτίοις ἢ
βραδυπεψίας γενομένης, πρὶν καλῶς εἰς αἷμα μεταβληθῆναι
τὴν τροφὴν, οὗτος ἐν αὐτᾷ, τὸ μέντοι χολῶδες ἀθροίσειε διὰ
τὰς ταλαιπωρίας, τὸ δ’ ὠμὸν καὶ ἄπεπτον διά τε τοὺς πότους
καὶ τὰ ἄκαιρα γυμνάσια. χαλεπώτατα δέ εἰσι ταῦτα μάλιστα
τῶν νόσων, ἐν αἷς ἀμφοτέρων ἀξιόλογον ἀθροίζεται πλῆθος.
ἀρχὰς, μετὰ δὲ ταῦτα λεπτὰ διῄει, χολώδεα, ὑπόσυχνα,
ὕπνοι οὐκ ἐνῆσαν οὖρα μέλανα, λεπτά. πέμπτῃ πρωῒ,
κώφωσις, παρωξύνθη πάντα, σπλὴν ἐπῄρθη, ὑποχονδρίου
ξύντασις, ἀπὸ κοιλίης ὀλίγα μέλανα διῆλθεν, παρεφρόνησεν.
ἕκτῃ ἐλήρει, ἐς νύκτα ἱδρὼς, ψύξις, παράληρος παρέμενεν.
ἑβδόμῃ περιέψυκτο, διψώδης, παρέκρουσε, ἐς
νύκτα κατενόει, κατεκοιμήθη. ὀγδόῃ ἐπύρεξε σπλὴν ἐμειοῦτο,
κατενόει πάντα, ἤλγησε, κατὰ βουβῶνα ἔπαρμα, τὸ πρῶ 386 τον σπληνὸς κατ’ ἴξιν, ἔπειτα οἱ πόνοι
ἐς ἀμφοτέρας κνήμας, ἐς νύκτα εὐφόρως, οὖρα εὐχροιότερα,
ὑπόστασιν εἶχε μικρήν. ἐνάτῃ ἵδρωσε, ἐκρίθη,
διέλιπε. πέμπτῃ ὑπέστρεψεν, αὐτίκα δὲ σπλὴν ἐπήρθη
πυρετὸς ὀξὺς, κώφωσις πάλιν. μετὰ δὲ τὴν ὑποστροφὴν
τρίτῃ σπλὴν ἐμειοῦτο, κώφωσις ἧσσον, σκέλεα ἐπώδυνα,
νύκτα ἵδρωσεν, ἐκρίθη περὶ τὴν ἑπτακαιδεκάτην οὐδὲ παρέκρουσεν
ἐν τῇ ὑποστροφῇ.
ἡμέρας εἰκότως ἄν τις αὐτὸν ὑπενόησε τεθνήξεσθαι. καὶ γὰρ
οὔρησε μέλανα καὶ διαχωρουμένων χολωδῶν συμπαυσαμένων
ἠκολούθηκε κώφωσις, ὡς ἂν εἰς τὴν κεφαλὴν ἀνελθόντων
αὐτῶν. ἀλλ’ ἐπὶ τούτοις μὲν εἰκότως 104 παρεφρόνησεν,
ἐπὶ δὲ τοῖς μέλασιν οὔροις, κακοῖς οὖσιν, οὐδὲν
ἀντίῤῥοπον ἀγαθὸν ἐγένετο, πλὴν ὅτι σπλὴν ἐπήρθη πεμπταίῳ,
δεξάμενός τι τῆς κακοχυμίας, εἶτα κατὰ τὴν ὀγδόην ἡμέραν ἐκ τοῦ σπληνὸς, εἰς τὰ σκέλη μεθισταμένων αὐτῶν,
ὁ μὲν ἐμειοῦτο, κατὰ δὲ τὴν ἐπὶ σκέλη φορὰν τῶν μεθισταμένων,
ἤλγησε μὲν τὰ πρῶτα κατὰ βουβῶνα τὸν ἀριστερὸν,
οὗτος γάρ ἐστι κατ’ ἴξιν σπληνὸς, ἔπειτα εἰς τὰς κνήμας
ἀμφοτέρας, ἐφ’ οἷς δὴ συμπτώμασι διὰ τῆς νυκτὸς εὐφόρως
ἔσχε καὶ οὔρησεν εὐχροώτερα καὶ λευκὴν ὑπόστασιν
ἔχοντα μικράν. εἶτα κατὰ τὴν ἐπιοῦσαν ἡμέραν, ἥτις ἦν
ἐνάτη, μεθ’ ἱδρῶτος ἐκρίθη. τοσοῦτον ἄρα ἥ τε κάτω μετάστασις
ἴσχυσε τῶν λυπούντων ἥ τε τῶν οὔρων πέψις.
ἀλλὰ γὰρ οὐδ’ οὕτως ἦν ἱκανὰ ταῦτα τελέως ἀπαλλάξαι τῆς
νόσου τὸν κάμνοντα ἱδρώσαντα κατὰ τὴν θ ἡμέραν. ὑπελείφθη
τοιγαροῦν αὐτῷ μόριόν τι τῆς κακοχυμίας ὃ κατὰ
τὴν ιδ΄ ἡμέραν ὑποστροφὴν ἤνεγκεν, ἐφ’ ᾖ τὸ σύμπαν
ἑπτακαιδεκαταῖος ἐκρίθη, φυλαττομένης καὶ κατὰ τοῦτον τὸν
ἄῤῥωστον τῆς ἐπὶ τῶν κρισίμων ἡμερῶν τηρήσεως.
φύσιν καθάρσεως γινομένης καὶ τὰ ἄλλα κούφως διάγουσαν,
τεσσαρεσκαιδεκάτην ἐοῦσαν, μετὰ τόκον πῦρ ἔλαβε μετὰ
ῥίγεος. ἤλγει δὲ ἀρχομένη καρδίην καὶ ὑποχόνδριον δεξιὸν
γυναικείων πόνοι, κάθαρσις ἐπαύσατο. προσθεμένῃ δὲ
ταῦτα μὲν ἐκουφίσθη, κεφαλῆς δὲ καὶ τραχήλου καὶ ὀσφύος
πόνοι παρέμενον. ὕπνοι οὐκ ἐνῆσαν, ἄκρεα ψυχρὰ, διψώδης
κοιλίη ξυνεκαύθη μικρὰ διῄει, οὖρα λεπτὰ ἄχροα κατ’ ἀρχάς.
ἑκταίῃ ἐς νύκτα παρέκρουσε πολλὰ καὶ πάλιν κατενόει.
ἑβδόμῃ διψώδης, διαχωρήματα χολώδεα, κατακορέα.
ὀγδόῃ ἐπεῤῥίγωσε, πυρετὸς ὀξὺς, σπασμοὶ πολλοὶ μετὰ πόνου,
πολλὰ παρέλεγεν, ἐξανίστατο. βάλανον προσθεμένῃ
πολλὰ διῆλθε μετὰ περιῤῥόου χολώδεος, ὕπνοι οὐκ ἐνῆσαν.
ἐνάτῃ σπασμοὶ, δεκάτῃ πάντα σμικρὰ κατενόει.
ἑνδεκάτῃ πάντως ἐκοιμήθη, ἀνεμνήσθη, ταχὺ δὲ πάλιν
παρέκρουσε. οὔρει δὲ μετὰ σπασμῶν ἀθρόον πολὺ, ὀλιγάκις
ἀναμιμνησκόντων, παχὺ, λευκὸν, οἷον γίνεται ἐκ τῶν καθισταμένων, ὅταν ἀναταραχθῇ κείμενον, πολὺν χρόνον
οὐ καθίστατο χρῶμα καὶ πάχος εἴκελον οἷον γίνεται ὑποζυγίων,
τοιαῦτα οὔρει οἷα κᾀγὼ εἶδον. περὶ δὲ τεσσαρεσκαιδεκάτην
ἐούσῃ πόνοι δι’ ὅλου τοῦ σώματος, λόγοι
πολλοὶ, σμικρὰ κατενόει, διὰ ταχέων δὲ πάλιν παρέκρουσε·
περὶ δὲ ἑπτακαιδεκάτην ἐοῦσα ἦν ἄφωνος, εἰκοστῇ
ἀπέθανεν.
μὲν καὶ πρὸς τοὺς ἔμπροσθεν καὶ μετὰ ταῦτα γεγραμμένους
ἀῤῥώστους τὸ τῶν κρισίμων ἡμερῶν, ἕτερον δὲ τὸ ἴδιον.
ἐπισχεθείσης γὰρ τῇ γυναικὶ ταύτῃ τῆς μετὰ τόκον καθάρσεως
ἥ τε νόσος ἐγένετο καὶ ὁ θάνατος. ἀπέθανε δὲ κατὰ
τὴν κ΄, τῆς ιδ΄ καὶ ιζ΄ χειρόνων παρὰ τὰς ἄλλας γενομένων.
τὸ δὲ προσθεμένῃ μετὰ μὲν τοῦ βάλανος ὅταν τύχῃ γεγραμμένον,
εὔδηλον ἔχει τὸ σημαινόμενον, ἄνευ δὲ τῆς προσθήκης ἤτοι ὑπακοῦσαι χρὴ τὸν βάλανον, ὥς τινες βούλονται, ἢ
πεσσὸν παρηγορικὸν δηλονότι καὶ ἀφλέγμαντον. ἐκεῖνό γε
μὴν ἐπὶ πασῶν γυναικῶν, ὧν ἐπεσχέθη μετὰ τόκον ἡ κάθαρσις,
ἐπίστασθαί τε καὶ μεμνῆσθαι προσῆκεν, ὥς τινες
μὲν ἐσχάτως κινδυνεύουσιν ἀποθανεῖν. ὀλίγαι δὲ πάνυ μετρίως
ἐνωχλήθησαν, ἐπεὶ ταῖς πλείσταις μὲν ἡ μήτρα φλεγμαίνει,
τισὶ δὲ καὶ τὸ παρ’ αὐτῷ τῷ τόκῳ ῥυὲν αἷμα κενωθὲν
διάφορόν ἐστι κατὰ τὴν ποιότητα, ταῖς μὲν πικρόχολον
ἢ μελαγχολικὸν, ταῖς δὲ ἰῶδες ἢ φλεγματικὸν ἢ μετρίως
χρηστὸν, ἄμεμπτον δὲ τελέως οὐδέποτε. δεδαπάνηται γὰρ
ἐξ αὐτοῦ τὸ κάλλιστον εἰς τροφὴν τοῦ κυηθέντος. ἐνδείκνυται
δ’ αὐτοῦ τὴν φύσιν καὶ τὰ γενόμενα συμπτώματα
κατὰ τὴν ἐπίσχεσιν τῆς λοχίου καθάρσεως, ὥσπερ καὶ νῦν
ἐπὶ τῆς προκειμένης ἐν τῷ λόγῳ, τὸ μὲν ῥῖγος καὶ ὁ πυρετὸς
ὀξὺς, ἥ τε δίψα καὶ ὁ χολώδης ἐπίῤῥους καὶ ἡ παραφροσύνη
καὶ ἡ ἀγρυπνία χολώδους ἐστὶ πλεονάζοντος χυμοῦ
γνωρίσματα· σπασμοὶ δὲ καὶ παλμοὶ καὶ τὸ οἷον τῶν ὑποζυγίων ἐοικὸς οὖρον ὠμοῦ καὶ παχέος αὐτὰ εἴδη εἰσίν.
οὕτως κάκισται τῶν νόσων ἐν αἷς ἀμφότεροι πλεονάζουσιν
οἱ εἰρημένοι χυμοὶ καὶ τὸν ἡμιτριταῖον ἐπί γε τούτοις
ἐδείκνυμεν ἐπιγενέσθαι. τοῦ μὲν οὖν ἐπισφαλῶς νοσῆσαι
τὴν γυναῖκα τοῦτο ἦν αἴτιον. πότερον δὲ διαφεύξεται τὴν
νόσον ἢ τεθνήξεται τά τε συμπτώματα καὶ τὰ σημεῖα κατ’
ἀρχὰς εὐθέως ἐξηγεῖσθαι δύναται. προσέχωμεν οὖν αὐτοῖς
ἕνεκα γυμνασίας. τῇ πρώτῃ τῶν ἡμερῶν, ἥτις ἦν ιδ΄, μετὰ
τόκον, πῦρ, φησὶν, ἔλαβε τὴν ἄνθρωπον μετὰ ῥίγους. ἴσμεν
δ’ ὅτι πῦρ ὀνομάζει τὸν πυρωδέστατον πυρετὸν, ἀλλ’ οὔπω
τοῦτό γε πάντως ὀλέθριον, 387 ὥσπερ οὐδὲ τὸ καρδιαλγέειν,
ὅπερ ἐστὶ τὸ στόμα τῆς κοιλίας ὀδυνᾶσθαι, ὡσαύτως
δ’ οὔτε τὰ γυναικεῖα μόρια, καθάπερ οὐδ’ ὅτι τὸ δεξιὸν
ὑποχόνδριον, ἀλλὰ καὶ ὕπνοι, φησὶν, οὐκ ἐνῆσαν. αὔξεται
μὲν οὖν ἡ διάγνωσις ἐκ τούτων ἁπάντων τῆς τοῦ νοσήματος
κακίας, οὐ μὴν ὅτι γε πάντως ἐπ’ αὐτοῖς τεθνήξεται
δῆλον ἡμῖν, καθάπερ οὐδ’ ὅτι διψώδης οὐδ’ ὅτι τὰ οὖρα
λεπτὰ καὶ ἄχροα. χρόνου μὲν γὰρ εἰς πέψιν δεῖται τὰ
τοιαῦτα τῶν οὔρων, οὐ μὴν ὀλέθριά γε πάντως ἐστίν. ἀλλὰ καὶ ἄκρεα, φησὶ, ψυχρά. τοῦτο μὲν ἤδη τῶν ἐσχάτως ὀλεθρίων
ἐστὶν ἐν ἀρχῇ νοσήματος ἅμα σφοδροτάτῳ πυρετῷ γινόμενον.
εἰ μὲν οὖν ἠπιστάμην ὅπως εἶχε ῥώμης ἡ γυνὴ
καὶ περὶ τοῦ χρόνου τῆς νόσου, δυνατὸν ἦν ἄν μοι λέγειν
ἐπὶ τοῖς προειρημένοις συμπτώμασι καὶ εἰ ἐκ παραδόξου
τινὰ ἀμυδρὰν ἐλπίδα σωτηρίας εἶχεν. ἐπειδὴ δ’ ἄδηλον
τοῦτο, μεμνῆσθαί γ’ ὑμᾶς χρὴ προστιθέναι τοῖς ὀλεθρίοις
συμπτώμασι κατὰ τὰς ἐπισκέψεις τῶν νοσούντων τὸν ἀπὸ
τῆς δυνάμεως διορισμόν· 106 οὕτως γὰρ ἀποφήνασθαι
βεβαίως δυνήσεσθε. ταύτῃ γοῦν τῇ γυναικὶ περὶ τὴν ιδ΄
ἡμέραν οἵ τε πόνοι δι’ ὅλου τοῦ σώματος γενόμενοι καὶ
παραφροσύνη τὸν ἐσόμενον θάνατον ἐδήλωσεν, ἤτοι κατὰ
τὴν ιζ΄ ἢ τὴν κ΄ ἐκ τῆς τῶν κρισίμων ἡμερῶν φύσεως.
καὶ τοίνυν ἀμφότερα ἐγένετο κατὰ μὲν τὴν ιζ΄ ἀφωνίᾳ
καταληφθείσης αὐτῆς, εἰκοσταίας δ’ ἀποθανούσης.
ἤδη ἐοῦσαν, ῥῖγος ἔλαβεν ἰσχυρῶς, οὐκ ἐθερμάνθη,
ὡς ἔλεγον, καὶ τῇ ὑστεραίῃ τὰ αὐτὰ, τρίτῃ δ’ ἔτεκε θυγατέρα
καὶ τὰ ἄλλα πάντα κατὰ λόγον ἦλθε. δευτέρῃ
μετὰ τὸν τόκον ἔλαβε πυρετὸς ὀξὺς, καρδίης πόνος καὶ γυναικείων,
ὕπνοι οὐκ ἐνῆσαν. προσθεμένῃ δὲ ταῦτα μὲν
ἐκουφίσθη, κεφαλῆς δὲ καὶ τραχήλου καὶ ὀσφύος πόνος.
ἀπὸ δὲ κοιλίης ὀλίγα χολώδεα λεπτὰ διῄει, ἄκρητα, οὖρα
λεπτὰ ὑπομέλανα. ἀφ’ ἧς δ’ ἔλαβε πυρετὸς ἐς νύκτα
ἐκταίῃ παρέκρουσε. ἑβδόμῃ ἅπαντα παρωξύνθη, ἄγρυπνος
παρέκρουσε, διψώδης, διαχωρήματα πάντα χολώδεα κατακορέα.
ὀγδόῃ ἐπεῤῥίγωσεν, ἐκοιμήθη πλείω. ἐνάτῃ
διὰ τῶν αὐτῶν. δεκάτῃ σκέλεα ἐπιπόνως ἤλγει, καρδίης
πάλιν ὀδύνη, καρηβαρίη, οὐ παρέκρουσεν, ἐκοιμᾶτο μᾶλλον,
κοιλίη ἐπέστη. ἑνδεκάτῃ ἵδρωσεν, οὔρησεν εὐχροώτερα
συχνὴν ὑπόστασιν ἔχοντα, διῆγε κουφότερον. τεσσαρεσκαιδεκάτῃ ἐπεῤῥίγωσε, πυρετὸς ὀξύς. πεντεκαιδεκάτῃ
ἤμεσε χολώδεα ψυχρὰ ὑπόσυχνα, ἵδρωσεν ἀπύρετος, ἐς
νύκτα δὲ πυρετὸς ὀξὺς, οὖρα πάχος ἔχοντα, ὑπόστασις
λευκή. ἑξκαιδεκάτῃ παρωξύνθη νύκτα καὶ δυσφόρως
οὐχ ὕπνωσε, παρέκρουσεν. ὀκτωκαιδεκάτῃ διψώδης γλῶσσα
ἐξεκαύθη, οὐχ ὕπνωσε, παρέκρουσε πολλὰ, σκέλεα ἐπωδύνως
εἶχε. περὶ δὲ εἰκοστὴν πρωῒ μικρὰ ἐπεῤῥίγωσε, κωματώδης,
δι’ ἡσυχίας ὕπνωσε, ἤμεσε χολώδεα, ὀλίγα, μέλανα,
ἐς νύκτα κώφωσις. περὶ δὲ εἰκοστὴν πρώτην πλευροῦ
ἀριστεροῦ βάρος δι’ ὅλου μετ’ ὀδύνης, σμικρὰ ἐπέβησσεν,
οὖρα δὲ πάχος ἔχοντα θολερὰ ὑπέρυθρα, κείμενα οὐ καθίστατο,
τὰ δ’ ἄλλα κουφοτέρως, οὐκ ἄπυρος. αὖθις
ἐξ ἀρχῆς φάρυγγα ἐπώδυνος, ἔρευθος, κιὼν ἀνεσπασμένος,
ῥεῦμα δριμὺ, δακνῶδες, ἁλμυρῶδες διὰ τέλεος παρέμεινε.
περὶ δὲ εἰκοστὴν ἑβδόμην ἄπυρος, οὔροισιν ὑπόστασις,
πλευρὸν ὑπῆλγε. περὶ δὲ πρώτην καὶ τριακοστὴν ἤμεσε τῇ τεσσαρακοστῇ ὀλίγα, χολώδεα, ἐκρίθη τελέως ἄπυρος
τῇ ὀγδοηκοστῇ.
τοῦ τόκου ῥιγῶσαί φησι χωρὶς τοῦ πυρέξαι. πρόκειται δὲ
τῇ λέξει τὸ ὡς ἔλεγον, ἐπὶ τῷ παραδόξῳ τοῦ πράγματος.
ᾤοντο γὰρ οἱ παλαιοὶ σχεδὸν ἅπαντες ἐπιγίγνεσθαι τοῖς
αὐτομάτοις ῥίγεσι πυρετὸν ἐξ ἀνάγκης. αὐτόματα δὲ δηλονότι
καλεῖται τὰ χωρὶς τῆς ἔξωθεν αἰτίας. ἐν γοῦν τῷ
προοιμίῳ τοῦ καλῶς ἐπιγεγραμμένου πρώτου περὶ νούσων,
ὡς ἐξ ἀνάγκης ἑπομένου τῷ ῥίγει τοῦ πυρετοῦ γέγραπται.
δέδεικται δ’ ἡμῖν τὸ τοιοῦτον ῥῖγος, ᾧ πυρετὸς οὐκ ἀκολουθεῖ,
ψυχρῶν καὶ ὠμῶν χυμῶν ἔκγονον εἶναι καὶ διὰ
τοῦτο μᾶλλον νῦν ἢ πάλαι γενέσθαι. τὸ γὰρ ταλαίπωρον
τῆς ὅλης διαίτης, ἅμα τοῖς ἐπὶ τροφῇ λουτροῖς ἀθροίζειν
εἴωθε τὸ τοιοῦτον πλῆθος. ἔοικε καὶ ἡ τοῦ Ἐπικράτους
γυνὴ τοῦτο ἔχειν τὸ πλῆθος. ἐν γοῦν τῇ πρώτῃ τῶν ἡμερῶν ῥιγῶσαί φησιν αὐτὴν, χωρὶς τοῦ θερμανθῆναι, τουτέστι
χωρὶς τοῦ πυρέξαι καὶ πάλιν ἐπὶ τῆς ὑστεραίας ὡσαύτως,
εἶτα τῇ τρίτῃ τῶν ἡμερῶν ἀποκυῆσαι, τάχα καὶ πρὸ τῆς
ἀκριβοῦς προθεσμίας συμβάντος τοῦ τόκου διὰ τὴν σφοδρότητα
τοῦ ῥίγους. μετὰ γοῦν τὸν ἡμέρᾳ β΄ τὴν καρδίαν
τουτέστι τὸ στόμα τῆς κοιλίας ἀλγῆσαί φησιν αὐτὴν καὶ
τὰ γυναικεῖα, προσυπακοῦσαι αὐτῷ χρὴ μόρια, καθάπερ καὶ
τὴν πρὸ αὐτῆς, εἶτά φησι προσθεμένην αὐτὴν κουφισθῆναι.
προείρηται δ’ ὅτι καὶ βάλανον καὶ πεσσὸν ἐπὶ τῷ
προσθεμένῳ δύνατόν ἐστι προσυπακούειν. εἶθ’ ἑξῆς καταλέγει
συμπτώματα νοσημάτων ὀξέων, κεφαλῆς μὲν καὶ τραχήλου
καὶ ὀσφύος πόνον, ἀγρυπνίαν δὲ καὶ διαχωρήσεις
ἀκράτως χολώδεις, ᾧ καὶ δῆλον ὡς οὐκ ὠμὸς μόνον, ἀλλὰ
καὶ χολώδης ἐπλεόναζε χυμός. ὄντων δὲ τῶν οὔρων λεπτῶν,
ἀναγκαῖον ἦν χρονίσαι τὴν νόσον. ἐπεὶ δὲ καὶ ὑπομέλανά
φησι ταῦτα γενέσθαι, τοῦτο δὴ τὸ σὺν ἀγῶνι καὶ ταραχὴν
δηλοῖ καὶ μέχρι γε τῆς ἑνδεκάτης ἡμέρας ἄδηλον ἦν εἰ σωθήσεται τὸ γύναιον, οὐδενὸς ἐν τῷ μεταξὺ γενομένου σημείου
σαφοῦς, ἐφ’ ᾧ τις ἢ σωτηρίαν ἢ θάνατον ἐλπίσει.
κατὰ δὲ τὴν ια΄ ἐπεφάνη τι σωτηρίας σημεῖον, ἔνθα φησὶν,
ια΄ 388 οὔρησεν εὐχροώτερα συχνὴν ὑπόστασιν
ἔχοντα, διῆγε κουφότερον. ἐπ’ αὐτῆς οὖν ὀψὲ τῆς πέψεως
τῶν χυμῶν ἀρξαμένης ἀναγκαῖον ἦν χρονίσαι τὸ νόσημα
καὶ διὰ τοῦτο τεσσαρεσκαιδεκαταῖον μὲν ἐκρίθη τὸ πρῶτον
ὡς ἀκινδύνως ἔχειν ἤδη. μεταξὺ δὲ ἄχρι τῆς τεσσαρακοστῆς
ἐνοσηλεύετο, τελέως δὲ κατὰ τὴν π΄ ἀπηλλάγη. μέμνησο
τοιγαροῦν ὡς ἡ πεῖρα μαρτυρεῖ ὅτι ἡ τεσσαρακοστὴ
καὶ ὀγδοηκοστὴ κρίσιμοί εἰσι, ψευδοῦς ὄντος καὶ μὴ φαινομένου
διὰ τῆς ἐμπειρίας τοῦ κατὰ τελείας ἑβδομάδας
συναριθμεῖσθαι τὰς κρισίμους ἡμέρας. οὕτω γὰρ ἂν ἡ μβ΄
καὶ γ΄ καὶ ξ΄ καὶ δ΄ καὶ π΄ τὰς κρίσεις ἔφερον, οὐ μ΄ καὶ
ξ΄ καὶ π΄.
πῦρ ἔλαβε πεπλανημένως. ἤλγει δὲ καὶ κεφαλὴν ἐξ ἀρχῆς
καὶ πλευρὸν ἀριστερὸν καὶ τῶν ἄλλων πόνοι κοπιώδεα
τρόπον, οἱ πυρετοὶ παροξυνόμενοι, ἄλλοτε ἀλλοίως
ἀτάκτως. ἱδρῶτες ὁτὲ μὲν, ὁτὲ δ’ οὔ. τὰ μὲν πλεῖστα
ἀπεσήμαινον οἱ παροξυσμοὶ ἐν κρισίμοισι μᾶλλον. περὶ
δὲ εἰκοστὴν τετάρτην καὶ χεῖρας ἄκρας ἐψύχετο, ἤμεσε
ξανθὰ, χολώδεα, ὑπόσυχνα, μετ’ ὀλίγον δὲ ἰώδεα, πάντων
ἐκουφίσθη, περὶ δὲ τριακοστῇ ἐόντι ἤρξατο ἀπὸ ῥινῶν
αἱμοῤῥαγεῖν ἐξ ἀμφοτέρων καὶ ταῦτα πεπλανημένως κατ’
ὀλίγον, μέχρι κρίσεως, οὐκ ἀπόσιτος δὲ οὐδὲ διψώδης
παρὰ πάντα τὸν χρόνον οὐδὲ ἄγρυπνος, οὖρα δὲ λεπτὰ,
οὐκ ἄχροα. περὶ δὲ τεσσαρακοστὴν ἐὼν οὔρησεν ὑπέρυθρα,
ὑπόστασιν πολλὴν λίην ἐρυθρὴν ἔχοντα ἐκουφίσθη.
μετὰ δὲ ταῦτα ποικίλως τὰ τῶν οὔρων, ὁτὲ μὲν ὑπόστασιν
εἶχεν, ὁτὲ δ’ οὔ. ἑξηκοστῇ οὔροις ὑπόστασις πολλὴ καὶ λευκὴ καὶ λείη ξυνέδωκε πάντα, πυρετοὶ διέλιπον, οὖρα
δὲ πάλιν λεπτὰ μὲν, εὔχροα δέ. ἑβδομηκοστῇ ἀπύρετος
διέλιπεν ἡμέρας δέκα. ὀγδοηκοστῇ ἐῤῥίγωσε, πυρετὸς ὀξὺς
ἔλαβεν, ἵδρωσε πολλῷ, οὔροισιν ὑπόστασις ἐρυθρὴ, λείη,
τελείως ἐκρίθη.
κατέσχεν· εἶτ’ ἐπιφέρει πεπλανημένως, ὅπερ ἐστὶν ἄνευ τῆς
κατὰ περίοδον τάξεως, ὡς ποτὲ μὲν, εἰ οὕτως ἔτυχε, διὰ
τρίτης ἢ τετάρτης ἡμέρας πυρέξαι, ποτὲ δὲ διὰ πέμπτης
ἢ ἕκτης. παρακολουθῆσαι δ’ αὐτῷ διὰ παντὸς ἀγαθὰ σημεῖα
τὰ περὶ τὴν ὄρεξιν τῶν σιτίων καὶ ὕπνων, ἄδιψόν τ’
εἶναι καὶ οὐρεῖν οὐκ ἄχροα. ταῦτα γὰρ αὐτὸς ὁ Ἱπποκράτης
κατὰ τὴν λέξιν ἔγραψεν ὡδί· οὐκ ἀπόσιτος οὐδὲ
διψώδης παρὰ πάντα τὸν χρόνον οὐδὲ ἄγρυπνος. ἅμα δὲ
τὸ μὴ χολώδη καὶ θερμὸν εἶναι τὸν πλεονάζοντα χυμὸν ἐξ αὐτῶν ἐδηλοῦτο. διψώδεις γὰρ ὑπ’ ἐκείνου καὶ ἄγρυπνοι
γίνονται καὶ μᾶλλον ἀπόσιτοι, τουτέστιν οὐκ ὀρεκτοί. εἰ μὲν
οὖν ὥσπερ εὔχροα τὰ οὖρα διὰ παντὸς ἦν, οὕτως καὶ τῆς
συστάσεως εἶχε μετρίως, οὐκ ἂν εἰς χρόνου μῆκος ἡ νόσος
παρῆλθε. ἀλλ’ ἴσως μὲν ἐκρίθη περὶ μ΄, ὥσπερ εἰ καὶ
νεφέλην εἶχε χρηστὴν, θᾶττον ἂν ἐπαύσατο. νυνὶ δ’ ἐπεὶ
λεπτὰ διὰ παντὸς ἦν τὰ οὖρα, χρόνου συχνοῦ πρὸς πέψιν
ἐδεῖτο. περὶ 109 δ’ οὖν τὴν μ΄ ἡμέραν οὐρῆσαί φησιν
αὐτὸν ὑπέρυθρα, ὑπόστασιν πολλὴν ἐρυθρὰν ἔχοντα. τὸ δὲ
τοιοῦτον οὖρον ἐν τῷ προγνωστικῷ πολυχρονιώτερον μὲν εἶναί
φησι τοῦ τὴν λευκὴν ὑπόστασιν ἔχοντος, σωτήριον δὲ
κάρτα. μετὰ δὲ τὴν μ΄ ἔγραψε ποικίλως τὰ τῶν οὔρων
αὐτῷ γενέσθαι ποτὲ μὲν ὑπόστασιν ἔχοντα, ποτὲ δ’ οὒ,
σύμφωνον τοῦτο τῶν πεπλανημένων παροξυσμῶν· ἐκεῖνοί τε
γὰρ ποικιλίᾳ τῶν τὰς νόσους ἐργαζομένων γίνονται χυμῶν,
ἢ τε τῶν οὔρων ἀπεψία καὶ πέψις ἐναλλὰξ φαινομένη τινὰς μὲν αὐτῶν ἐδήλου πέττεσθαι, τινὰς δ’ ἀπέπτους διαμένειν.
καὶ γοῦν τὴν ξ΄ ἡμέραν πολλὴν καὶ λείαν καὶ λευκὴν ὑπόστασιν
γενέσθαι φησὶ καὶ διὰ τοῦτο ἐπιφέρει, ξυνέδωκε
πάντα, διέλιπον οἱ πυρετοί. ἀλλ’ ἐφεξῆς γε τούτων ὡδὶ
γράψας, οὖρα δὲ πάλιν λεπτὰ μὲν, εὔχροα δὲ καταλελεῖφθαί
τινας ἀπέπτους ἐνδείκνυται χυμοὺς ὧν κατὰ βραχὺ πεφθέντων
ἢ ὀγδοηκοστὴ τελείαν τὴν κρίσιν ἤνεγκε, περὶ ἧς
ἔγραψε κατὰ λέξιν οὕτως. ὀγδοηκοστῇ ἐῤῥίγωσε, πυρετὸς
ὀξὺς ἔλαβε, ἵδρωσε πολλῷ, οὔρησεν ὑπόστασιν ἐρυθρὴν, λείαν,
τελείως ἐκρίθη. μέμνησο δὲ πάλιν ἐνταῦθα τῆς ἰδέας ὑποστάσεως
μέγιστον δυναμένης, ἐν οὔροισι μὲν τὴν λευκὴν,
παχεῖαν δὲ καὶ τοῖς ἀποθανοῦσι γεγονέναι φησί. ἐπὶ γοῦν
Σιληνοῦ δευτέρου γεγραμμένου τῶν κατὰ τοῦτο τὸ βιβλίον
οὕτως εἶπεν, οὔρησεν ἀθρόον ὑπόπαχυ κείμενον ὑπόστασις
κριμνώδης λευκὴ, καίτοι κατὰ τὴν ὑστεραίαν ἀπέθανεν ὁ
Σιληνὸς οὗτος ἐπὶ τῆς ἑνδεκάτης ἡμέρας τῇ ι΄ τὸ εἰρημένον
οὖρον ἀποκρίνας. ἀλλὰ καὶ τῶν κρισίμων ἡμερῶν τῆς
περιόδου μέμνησο, τῆς μὲν ἑξηκοστῆς προκρινάσης, οὐ τῆς ξγ΄. ἐπ’ αὐτῇ δὲ τῆς π΄. οὐ τῆς ὀγδοηκοστῆς τετάρτης ὡς
τῶν τριῶν ἑβδομάδων οὐκ εἰς τὴν κα΄ ἡμέραν διερχομένων,
ἀλλ’ ἐν τῇ κ΄ περιγραφομένων.
πίνοντι ὑπόσυχνον, ἀπὸ κοιλίας καλῶς διῆλθε. τρίτῃ
κεφαλῆς βάρος, διαχωρήματα λεπτὰ, χολώδεα, ὑπέρυθρα.
τετάρτῃ πάντα παρωξύνθη, ἐῤῥύη ἀπὸ δεξιοῦ μυκτῆρος
αἷμα δὶς κατ’ ὀλίγον νύκτα δυσφόρως, διαχωρήματα ὅμοια
τῇ τρίτῃ, οὖρα ὑπομέλανα εἶχεν, ἐναιώρημα ὑπόμελαν ἐὸν
διεσπασμένον, οὐχ ἱδροῦτο. τῇ πέμπτῃ ἐῤῥύη λαῦρον
ἐξ ἀριστεροῦ, ἄκρητον, ἵδρωσεν, ἐκρίθη. μετὰ δὲ κρίσιν
ἄγρυπνος παρέλεγεν, οὖρα λεπτὰ ὑπομέλανα. λουτροῖσιν
ἐχρήσατο κατὰ κεφαλῆς, ἐκοιμήθη, κατενόει. τούτῳ οὐχ
ὑπέστρεψεν, ἀλλ’ ᾑμοῤῥάγει πολλάκις καὶ μετὰ κρίσιν.
αἱμοῤῥαγίαι λάβροι ἐκ ῥινῶν ῥύονται τὰ πολλά. φαίνεται
389 γοῦν ὑπὸ μόνης αἱμοῤῥαγίας κριθείς τε καὶ σωθεὶς,
καίτοι γ’ οὐκ ἀκίνδυνα ἔχων σημεῖα. κατὰ γοῦν τὴν δ΄ ἡμέραν γενέσθαι
φησὶν αὐτῷ οὖρα ὑπομέλανα. εἶτ’ ἐπιφέρει, εἶχεν ἐναιώρημα
ὑπόμελαν ὂν διεσπασμένον, οὐχ ἵδρωσε· καὶ μέντοι κατὰ
τὴν ε΄ ἡμέραν αἱμοῤῥαγήσαντα αὐτὸν καὶ ἱδρώσαντα καὶ κριθέντα
ἐπὶ τούτοις· ὅμως ἐπὶ τούτοις οὖρά φησι λεπτὰ, ὑπομέλανα,
κᾄπειτ’ ἠγρύπνει καὶ παρέλεγεν, ὅπερ ἐστὶ παρελάλει.
μέγιστον τούτου σε βοήθημα ἐδίδαξε τὸ κατὰ κεφαλῆς
λουτρὸν, εἰρηκὼς ἐν τῷ περὶ διαίτης ὀξέων φυλάσσεσθαι
δεῖν τὸ λουτρὸν ἐπὶ τῶν αἱμοῤῥαγούντων, εἰ μὴ ἔλαττον τοῦ
καιροῦ ῥέοι. νυνὶ δὲ ἔλαττον ἦν τοῦ προσήκοντος, εἴ γε
μὲν ἄγρυπνος διέμεινε· καὶ παρέλεγεν, ἀλλὰ καὶ ἃ δεῖ ἄγειν,
ὅπη ἂν μάλιστα ῥέπῃ, ταύτῃ ἄγειν διὰ τῶν συμφερόντων
χωρίων ὀρθῶς ἐν τῷ καθόλου λελεγμένον ὑπὸ τοῦ νῦν
γενομένου μαρτυρεῖται. καὶ μέντοι καὶ τοῦδε μέμνησο τοῦ κατὰ τὴν τῆς τρίτης ἡμέρας διήγησιν εἰρῆσθαι βάρος κεφαλῆς
ὡς τοῦ πλήθους ἐπ’ αὐτὴν φαινομένου. μέμνησο δὲ
καὶ ὅτι κατὰ τὴν δ΄ κρίσιμον οὖσαν αἱμοῤῥαγεῖν ἤρξατο.
τῇ δὲ ε΄ τελέως αἱμοῤῥαγήσας καὶ ἱδρώσας ἐκρίθη. ταῦτα
δ’ ἐπὶ πλέον ἐν τοῖς περὶ κρισίμων ἡμερῶν ἕξεις ἐξειργασμένα.
τὸ δ’ ἐπὶ τῇ τελευτῇ τῆς ὅλης διηγήσεως γεγραμμένον
ὑπ’ αὐτοῦ, τοῦτο οὐχ ὑπέστρεψεν, ἀλλ’ ᾑμοῤῥάγει πολλάκις
καὶ μετὰ κρίσιν εἴρηται διότι χωρὶς πέψεως τῶν οὔρων
ἐκρίθη. μεμαθήκαμεν δὲ παρ’ αὐτοῦ κατὰ τοῦτο τὸ βιβλίον
ὅτι πεπασμοὶ ταχυτῆτα κρίσεως, ἀσφάλειαν ὑγιεινὴν σημαίνουσιν,
ὠμὰ δὲ καὶ ἄπεπτα, ἐς κακὰς ἀποστάσεις τρεπόμενα
ἢ ἀκρισίας ἢ πόνους ἢ θανάτους ἢ χρόνους ἢ τῶν
αὐτῶν ὑποστροφάς. ἀλλ’ ὠμὰ μὲν ἦν ἔτι καὶ ἄπεπτα, οὐ
μὴν ἐς κακὰς ἀποστάσεις ἐτράπεπτο. τῶν γοῦν ἀποστάσεων
αὐτὸς ἐδίδαξεν ἀρίστας μὲν εἶναι τὰς κατ’ ἔκρουν,
δευτέρας αὐτῶν τὰς ποῤῥωτάτω τῶν πεπονθότων μορίων
καὶ κάτω τοῦ σώματος.
μετὰ δεῖπνον, νύκτα ταραχώδης, ἡμέραν τὴν πρώτην δι’
ἡσυχίης, νύκτα ἐπιπόνως. δευτέρῃ πάντα παρωξύνθη, ἐς
νύκτα παρέκρουσε, τρίτῃ ἐπιπόνως, παρέκρουσε πολλά.
τετάρτῃ δυσφορώτατα, εἰς δὲ τὴν νύκτα 111 οὐδὲν
ἐκοιμήθη ἐνύπνια καὶ λογισμοί. ἔπειτα χείρω καὶ μεγάλα
καὶ ἐπίκαιρα, φόβος, δυσφορίη. πέμπτῃ πρωῒ κατήρτητο
καὶ κατενόει πάντα. πολὺ δὲ πρὸς μέσον ἡμέρης,
ἐξεμάνη, κατέχειν οὐκ ἠδύνατο, ἄκρεα ψυχρὰ, ὑποπέλια,
οὖρα ἄπεπτα, ἀπέθανε περὶ ἡλίου δυσμάς. τούτῳ
οἱ πυρετοὶ διὰ τέλεος σὺν ἱδρῶτι. ὑποχόνδρια μετέωρα,
ξύντασις μετ’ ὀδύνης. οὖρα δὲ μέλανα ἔχοντα ἐναιωρήματα
στρογγύλα, οὐκ ἵδρυτο, ἀπὸ κοιλίης δὲ κόπρανα
διήει, δίψα διὰ τέλεος οὐ λίην σπασμοὶ πολλοὶ σὺν ἱδρῶτι,
περὶ θάνατον δὲ διὰ τέλεως.
νοσήματος, ἱδρὼς ἦν ἄκριτος, ὑποχόνδρια μοχθηρῶς ἔχοντα
καὶ οὖρα μέλανα. τίς ἐλπὶς οὖν σωτηρίας αὐτῷ; ὥστε κᾂν
εὐλόγως δόξῃ τις μάτην γεγράφθαι τὰ κατὰ τὸν ἄνθρωπον
τόνδε διὰ τὸ πᾶσι πρόδηλον εἶναι τὸ ἐσόμενον ἐπ’ αὐτοῦ.
ἀλλ’ ἴσως αὐτοῦ τοῦ κατὰ τὸν θάνατον τάχους παράδειγμα
τὸν ἀῤῥωστοῦντα ἔγραψεν. ἐν γοῦν τῷ προγνωστικῷ προειπών·
οἱ δὲ πυρετοὶ κρίνονται ἐν τῇσιν ἡμέρῃσι τὸν
ἀριθμὸν, ἐξ ὧν τε προγίνονται οἱ ἄνθρωποι καὶ ἐξ ὧν
ἀπόλλυνται. κᾄπειτα τοὺς πάντας εὐήθη σχόντας σημεῖα
εἰπὼν, τεταρταίους παύεσθαι ἢ πρόσθεν. ἐφεξῆς εἶπεν, οἵ
τε κακοηθέστατοι καὶ ἐπὶ σημείων δεινοτάτων γιγνόμενοι
τεταρταῖοι κτείνουσιν ἢ πρόσθεν. ὁ τοίνυν Ἐρασῖνος, καίτοι
πάντ’ ἔχων δεινὰ, μέχρι τῆς ε΄ ἡμέρας προέβη ὅτι κατὰ
τὴν πρώτην εἶχε μετρίως. ἔγραψε γοῦν ἐπ’ αὐτοῦ κατὰ
λέξιν οὕτως· ἡμέρην τὴν α΄ δι’ ἡσυχίας. ἡ ε΄ τοίνυν ἀπὸ
τῆς ἀρχῆς καθ’ ἣν ἀπέθανε τετάρτη γένεται μὴ συναριθμουμένης
τῆς πρώτης.
τοῦ μεγάλου ὀρθοστάδην περιιόντι, κατεκλίθη αὐθημερὸν,
φρικώδης, ἀσώδης, μικρὰ ὑποθερμαινόμενος, ἐς
νύκτα παρεφρόνησε. δευτέρῃ οἴδημα δι’ ὅλου τοῦ ποδὸς
καὶ περὶ σφυρὸν ὑπέρυθρον καὶ μετὰ ξυντάσιος
φλυκταινίδια μέλανα, πυρετὸς ὀξὺς, ἐξεμάνη. ἀπὸ δὲ κοιλίης
ἄκρητα, χολώδεα, ὑπόσυχνα διῆλθεν. ἀπέθανον ἀπὸ
τῆς ἀρχῆς δευτεραῖος.
τῆς ἁπωλείας. εἰ δὲ προεγέγραπτο καὶ ὁ τρόπος τοῦ θανάτου τότ’
ἂν ἡμᾶς ὁ λόγος ὠφέλησε τελέως. νυνὶ μὲν ἐξ ὧν ἔγραψεν, ὅτι
πλῆθος ἦν πάμπολυ φαίνεται καὶ ὡς ὥρμησεν ἡ φύσις ἀπὸ
τῶν κυρίων μερῶν, αὐτὰ πρὸς τὸ σκέλος ἀποθέσθαι, μὴ
δυναμένου δὲ τοῦ μορίου δέξασθαι τὸ πᾶν ὅσον ὑπέλειπε,
τὸ περιττὸν παλινδρομῆσαν, εἰς, τὴν 112 κεφαλὴν ἀνήχθη, κακοήθους δ’ ὄντος αὐτοῦ παραφροσύνη μανιώδης
ἐγένετο. τεκμήριον δὲ τῆς κακοηθείας τοῦ περιττοῦ τὸ παραχρῆμα
φλυκταινίδια μέλανα γενέσθαι περὶ τὸν σφυρόν.
ἄξιον οὖν ἐστὶ θαυμάσαι διὰ τί τὸν ἄνθρωπον τοῦτον οὐκ
ἐφλεβοτόμησεν εὐθέως ἀρχόμενον τοῦ νοσεῖν. ἀλλ’ ἴσμεν ὡς
ἐπὶ τοὺς πλείστους ὧν ἔγραψε ἀῤῥώστων εἰσήχθη προηκούσης
ἤδη τῆς νόσου.
πῦρ ἔλαβε, ἤλγει δὲ κεφαλὴν καὶ τράχηλον καὶ ὀσφὺν ἐξ
ἀρχῆς. αὐτίκα δὲ κώφωσις, ὕπνοι οὐκ ἐνῆσαν, πυρετὸς
ὀξὺς ἔλαβεν, ὑποχόνδριον ἐπῆρτο μετ’ ὄγκου, σύντασις ὀλίγη
γλῶσσα ξηρὴ, τετάρτῃ ἐς νύκτα παρεφρόνησεν. πέμπτῃ
ἐπιπόνως καὶ πάντα παρωξύνθη. περὶ δὲ ἑνδεκάτην
σμικρὰ ξυνέδωκεν. 390 ἀπὸ δὲ κοιλίης ἀπ’ ἀρχῆς καὶ
μέχρι τεσσαρεσκαιδεκάτην πολλὰ, λεπτὰ, ὑδατόχροα διῄει. εὐφόρως τὰ περὶ διαχώρησιν διῆγεν, ἔπειτα κοιλίη ἐπέστη.
οὖρα διὰ τέλεος λεπτὰ μὲν, εὔχροα δὲ, καὶ πολὺ εἶχεν
ἐναιώρημα ὑποδιεσπασμένον, οὐχ ἵδρυτο. περὶ δὲ τὴν ἑκκαιδεκάτην
οὔρησεν ὀλίγῳ, παχύτερον, εἶχε σμικρὴν ὑπόστασιν,
ἐκούφισεν ὀλίγῳ, κατενόει μᾶλλον. ἑπτακαιδεκάτῃ
πάλιν λεπτά. παρὰ δὲ τὰ ὦτα ἀμφότερα ἐπήρθη ξὺν
ὀδύνῃ, ὕπνοι οὐκ ἐνῆσαν, παρελήρει, περὶ δὲ τὰ σκέλεα
ἐπωδύνως εἶχε. εἰκοστῇ ἄπυρος ἐκρίθη, οὐχ ἵδρωσε, πάντα
κατενόει. περὶ δὲ εἰκοστὴν ἑβδόμην ἰσχίου ὀδύνη
ἰσχυρῶς δεξιοῦ διὰ ταχέων ἐπαύσατο. τὰ δὲ παρὰ τὰ
ὦτα οὔτε καθίστατο οὔτ’ ἐξεπύει. ἤλγει δὲ περὶ τριακοστὴν
καὶ πρώτην διάῤῥοια πολλοῖσιν ὑδατώδεσι μετὰ
δυσεντεριωδέων, οὖρα παχέα οὔρησεν, κατέστη τὰ παρὰ
τὰ ὦτα. περὶ δὲ τὴν τεσσαρακοστὴν ὀφθαλμὸν δεξιὸν
ἤλγεεν, ἀμβλύτερον ἑώρα, κατέστη.
ἐστιν οὐκ ὀλίγον τῶν καθόλου θεωρημάτων. ἀρξώμεθα δὲ
ἀπὸ τῶν οὔρων ἐφ’ ὧν ἔγραψε κατὰ τὴν ια΄ ἡμέραν, οὖρα
διὰ τέλεος λεπτὰ μὲν, εὔχροα δὲ καὶ πολὺ ἔσχεν ἐναιώρημα
ὑποδιεσπασμένον, οὐχ ἵδρυτο. ὡς γὰρ ἐξ ἀρχῆς αὐτῶν
τοιούτων γεγονότων καὶ παραμεινάντων γε μέχρι τῆς ις΄.
ὁμοίως, οὕτως φαίνεται πεποιῆσθαι τὴν διήγησιν. ἐπὶ τῆς
ιστ΄ ἡμέρας ἐδήλωσε τὴν μεταβολὴν αὐτῶν, ὥς ποτε πρῶτον
γενομένην οὕτως εἰπὼν, περὶ ιστ΄ ἡμέρας οὔρησεν ὀλίγῳ
παχύτερον, εἶχε σμικρὴν ὑπόστασιν. εὔδηλον οὖν ὅτι
λεπτὰ 113 μὲν, εὔχροα δὲ οὖρα διὰ μὲν τὴν εὔχροιαν
ἐνδείκνυνται σωθήσεσθαι, ὅτι δὲ λεπτὰ χρόνου δεῖσθαι
πρὸς τὴν πέψιν. ἦν δὲ οὐδὲ τῶν λυπούντων ἓν εἶδος.
μετὰ γὰρ τὸ προειπεῖν ἐπὶ τῆς ιστ΄ ἡμέρας τὴν μεταβολὴν
τῶν οὔρων ἐφεξῆς φησι, τῇ ιζ΄ πάλιν λεπτά. κατὰ δὲ
τὴν αὐτὴν ἡμέραν φησὶ παρὰ τὰ ὦτα ἐπαρθῆναι αὐτῷ
καὶ εἴ γε σὺν οὔροισι παχέσιν ἐγεγόνει, κατὰ τὴν εἰκοστὴν ἂν ἔσχε τελέως καλῶς οὔσης τῆς ιζ΄ ἐπιδήλου τῆς κ΄.
ἐκρίθη μὲν οὖν ὑπ’ αὐτῆς τὸ τέλεον, οὐ μὴν ἔσχε τὸ βέβαιον
ἡ κρίσις. ἀλλὰ καὶ παρὰ τὰ ὦτα οὔτε καθίστατο οὔτ’
ἐξεπύη. ἤλγει μέντοι καὶ διαῤῥοίας ἀρξαμένης μετὰ δυσεντεριωδῶν,
τουτέστι μετὰ ξυσματωδῶν διαχωρημάτων, ἅπερ
ἦν τῆς δριμύτητος τῶν ἐκκρινομένων χυμῶν γνωρίσματα
καὶ σὺν αὐτοῖς οὔρων παχέων γενομένων κατέστη τὰ παρὰ
τὰ ὦτα. καὶ τούτων οὖν προϊόντων ἡ τελεία τοῦ νοσήματος
ἀπαλλαγὴ κατὰ τὴν μ΄ ἡμέραν ἐγένετο. μέμνησο τοίνυν
ἐπὶ τῶν τοιούτων κρίσεων μὴ μόνον τῆς ὑστάτης κατὰ τὴν
περίοδον τῶν κρισίμων ἡμερῶν γενομένης, ἀλλὰ καὶ τῆς ἐν
τῷ μεταξύ. καὶ γὰρ αἱ κρίσεις ἐπὶ πάντων τῶν ἀῤῥώστων,
οὐκ ἐπὶ τούτοιν μόνοιν ἐν ταῖς κρισίμοις ἡμέραις φαίνονται
γεγονυῖαι κατὰ τὰς κρισίμους ἡμέρας, τὰ κατ’ ὦτα ἐπιφανέντα.
κατὰ μέν γε τὴν ιζ΄ αἱ παρωτίδες ὤφθησαν. ἐν
τῇ κζ΄ ἰσχίου ὀδύνη δεξιοῦ ἐπεσήμανεν, ὠθούσης μὲν κάτω
τὴν περιουσίαν τῆς φύσεως, οὔπω δὲ τὴν διὰ τῆς γαστρὸς ἔκκρισιν ἐργάσασθαι δυναμένης, ἣν ἐπὶ τῆς ἑξῆς τετράδος
ἐκίνησεν. ὅτι δὲ καὶ κ΄ κρίσιν ἔσχεν ἐλλιπῆ προακηκόαμεν.
ὥστε μαρτυροῦνται τῶν κρισίμων ἡμερῶν αἱ περίοδοι πρὸς
τῶν ἐναργῶς φαινομένων ἐπὶ τῶν νοσούντων.
γενομένων πάντων κατὰ λόγον δευτεραίην ἐοῦσαν
ῥῖγος ἔλαβε, πυρετὸς ὀξύς. ἤρξατο δὲ πονέειν τῇ πρώτῃ
περὶ ὑποχόνδριον, ἀσώδης, φρικώδης, ἀλύουσα, καὶ τὰς
ἐχομένας οὐχ ὕπνωσε, πνεῦμα ἀραιὸν, μέγα ὑποχόνδριον
αὐτίκα ἀνεσπασμένον. δευτέρῃ ἀφ’ ἧς ἐῤῥίγωσεν ἀπὸ
κοιλίης καλῶς κόπρανα διῆλθεν, οὖρα παχέα, λευκὰ, θολερὰ
οἷα γίνεται ἐκ τῶν καθισταμένων, ὅταν ἀναταραχθῇ
κείμενα χρόνον πολὺν, οὐ καθίστατο, νύκτα οὐκ ἐκοιμήθη
τρίτῃ περὶ μέσον ἡμέρης ἐπεῤῥίγωσε, πυρετὸς ὀξὺς, οὖρα
ὅμοια, ὑποχονδρίου πόνος, ἀσώδης, νύκτα δυσφόρως, οὐκ
ἐκοιμήθη, ἵδρωσε διόλου ψυχρῶς. ταχὺ δὲ πάλιν ἀνεθερμάνθη, τετάρτῃ περὶ μὲν ὑποχόνδριον σμικρὸν ἐκουφίσθη, κεφαλῆς
δὲ βάρος μετ’ ὀδύνης ὑπεκαρώθη, σμικρὰ ἀπὸ ῥινῶν
ἔσταξε, γλῶσσα ἐπίξηρος, διψώδης, οὖρα σμικρὰ, λεπτὰ,
ἐλαιώδεα, σμικρὰ ἐκοιμήθη, πέμπτῃ διψώδης, ἀσώδης,
οὖρα ὅμοια, ἀπὸ κοιλίης οὐδὲν, περὶ μέσης ἡμέρας, πολλὰ
παρέκρουσε 114 καὶ πάλιν ταχὺ σμικρὰ κατενόει
ἀνισταμένη, ἐπεκαρώθη, ψύξις μικρὰ, νυκτὸς ἐκοιμήθη,
παρέκρουσε. ἕκτῃ πρωῒ ἐπεῤῥίγωσε, ταχὺ δὲ διεθερμάνθη,
ἵδρωσε διόλου, ἄκρεα ψυχρὰ, παρέκρουσε, πνεῦμα
μέγα, ἀραιὸν, μετ’ ὀλίγον σπασμοὶ ἀπὸ κεφαλῆς ἤρξαντο,
ταχὺ ἀπέθανεν.
ὀξέως. ἔστι δὲ τῆς β΄ ἡμέρας οἷς εἰρήκει συμπτώμασι
τῶν ἐν τοῖς οὔροις σημείων προγενομένων, εἰκότως ἄν τις αὐτὴν προσεδόκησε τεθνήξεσθαι διὰ ταχέων.
μοχθηρὰ γὰρ ἱκανῶς ἀνατεταραγμένα μὲν οὖρα, καθιστάμενα
δὲ μηδ’ ὅλως. ἀλλὰ καὶ τῇ γ΄ τῶν ἡμερῶν τὰ οὖρα
καὶ τὰ συμπτώματα πάντα διέμεινε τὴν προσδοκίαν βεβαιοῦντα
τοῦ θανάτου. τετάρτῃ δὲ στάξεως ἐκ ῥινῶν προγενομένης
καὶ τῶν οὔρων ἐλαιωδῶν φανέντων, εὐλόγως ἐπέθανεν
ἑκταίᾳ. πάλιν δὲ κᾀπὶ ταύτης πνεῦμα μέγα καὶ ἀραιὸν
εἶπε γενέσθαι παραφρονῆσαι φησὶν αὐτήν.
ἤμεσε πάντα, νύκτα πυρετὸς ὀξὺς, ὑποχονδρίου δεξιοῦ πόνος,
φλεγμονὴ, ὑπολάπαρος ἐκ τοῦ ἔσω μέρους, νύκτα
δυσφόρως. οὖρα δὲ κατ’ ἀρχὰς ἐρυθρὰ, πάχος ἔχοντα,
κείμενα οὐ καθίστατο, γλῶσσα ἐπίξηρος, οὐ λίαν διψώδης.
τετάρτῃ πυρετὸς ὀξὺς, πόνοι πάντων. πέμπτῃ οὔρησε λεῖον,
ἐλαιῶδες, πολὺ πυρετὸς ὀξύς. ἕκτῃ δείλης πολλὰ παρέκρουσε,
οὐδὲ ἐς νύκτα ἐκοιμήθη. ἑβδόμῃ πάντα παρωξύνθη, οὖρα ὅμοια, λόγοι πολλοὶ, κατέχειν οὐκ ἐδύνατο. ἀπὸ δὲ κοιλίης
ἐρεθισμῷ ὑγρὰ, ταραχώδεα διῆλθε μετὰ ἑλμίνθων, νύκτα
ὁμοίως ἐπιπόνως, πρωῒ δὲ ἐῤῥίγωσε, πυρετὸς ὀξὺς, ἵδρωσε πολλῷ
καὶ θερμῷ, ἄπυρος ἔδοξε γενέσθαι, οὐ πολὺ ἐκοιμήθη,
ἐξ ὕπνου ψύξις, πτυαλισμὸς, δείλης πολλὰ παρέκρουσε,
μετ’ ὀλίγον δ’ ἤμεσε μέλανα, ὀλίγα, χολώδεα. ἐνάτῃ
ψύξις, παρελήρει πολλὰ, οὐχ ὕπνωσε. δεκάτῃ σκέλεα
ἐπωδύνως, πάντα παρωξύνθη, παρελήρει. ἑνδεκάτῃ
ἀπέθανεν.
προσέχειν εὐθέως ἐξ ἀρχῆς εἰσβαλλόντων τῶν νοσημάτων
καὶ μὴ καταφρονοῦντας ἀφυλάκτως διαιτᾶσθαι, κᾂν μικρὰ
φαίνηται τὰ νοσήματα. νῦν γοῦν δειπνήσας ἀκαίρως ὁ ἄνθρωπος
ἐν ἀρχῇ τοῦ πυρετοῦ μικροῦ δοκοῦντος ὑπάρχειν,
ἐνεδείξατο γὰρ τοῦτο διὰ τοῦ 115 θερμαινόμενος ὀνόματος,
ἐβλάβη δηλονότι κᾀξ αὐτοῦ τοῦ ἀκαίρως προενέγκασθαι τροφῆς. ἀλλὰ καὶ ἔπιε, φησὶ, πλέον, οὐκ εἰδὼς
ἀρχὴν εἶναι μεγάλου νοσήματος. εἰκότως οὖν ἤμεσε μὲν
ταῦτα, ὁ πυρετὸς δὲ ὀξὺς ἅμα συμπτώμασιν οὐκ εὐκαταφρονήτοις
ἐγένετο, ἀλλὰ καὶ ἀφορήτοις καὶ οὖρα παχέα,
μὴ καθιστάμενα. κατὰ δὲ ε΄ ἐφάνη σαφῶς ὅτι τεθνήξεται
τῶν ἐλαιωδῶν οὔρων ἐκκριθέντων ἐπὶ τοῖς προειρημένοις
συμπτώμασιν, ἃ καὶ κατὰ τὴν ζ΄ ἡμέραν ὁμοίως οὐρηθῆναί
φησιν. ἀπέθανε δὲ καὶ οὗτος ἐν ἡμέρᾳ κρισίμῳ τῇ ια΄.
πῦρ ἔλαβεν, αὐτίκα δ’ ἤρξατο πονέειν ὀσφύν. τρίτῃ πόνος
τραχήλου καὶ κεφαλῆς, κατὰ κληῖδα, χεῖρα δεξιὰν, διὰ
ταχέων δὲ γλῶσσα ἠφώνει, δεξιὴ χεὶρ παρέθη μετὰ
σπασμοῦ παραπληκτικὸν τρόπον, παρελήρει πάντα, νύκτα
δυσφόρως, οὐκ ἐκοιμήθη, κοιλίη ἐπεταράχθη χολώδεσιν,
ὀλίγοισιν, ἀκρήτοισιν. τετάρτῃ γλῶσσα φωνῆς ἐλύθη, σπασμὸς τῶν αὐτῶν, πόνοι πάντων παρέμενον, καθ’ ὑποχόνδριον
ἐσπασμένα σὺν ὀδύνῃ, οὐκ ἐκοιμᾶτο, παρέκρουσε
πάντα, κοιλίη ταραχώδης, οὖρα λεπτὰ οὐκ εὔχροα. πέμπτῃ
πυρετὸς ὀξὺς, ὑποχονδρίου πόνος, παρέκρουσε πάντα, διαχωρήματα
χολώδεα, ἐς νύκτα ἵδρωσεν, ἄπυρος. ἕκτῃ κατενόει,
πάντων ἐκουφίσθη, περὶ δὲ κληῖδα ἀριστερὴν πόνος
παρέμενε, διψώδης, οὖρα λεπτὰ, οὐκ ἐκοιμήθη. ἑβδόμῃ
τρόμος, ὑπεκαρώθη, μικρὰ παρέκρουσεν, ἀλγήματα κατὰ
κληῖδα καὶ βραχίονα ἀριστερὸν παρέμενε. τὰ δ’ ἄλλα
διεκουφίσθη, πάντα κατενόει, τρὶς δὲ διέμενεν ἄπυρος.
ἑνδεκάτῃ ὑπέστρεψεν, ἐπεῤῥίγωσε, πῦρ ἔλαβε. περὶ δὲ
τεσσαρεσκαιδεκάτην ἤμεσε χολώδεα, ξανθὰ, ὑπόσυχνα, ἵδρωσεν,
ἄπυρος, ἐκρίθη οὐκ ἀνάλγητος ἐκ τῶν αὐτῶν
παθημάτων.
νοσήματα, εἴ τε σφαλερώτερα· καὶ θαυμάζω γ’ ὅπως οὐδὲν
ἔγραψε περὶ τῆς ἡλικίας αὐτῆς. καὶ μὴν μεμνῆσθαι προσήκει
τῶν εἰρημένων ἕνεκα τοῦ γινώσκειν ἐν τῷ σπανίῳ
διασωζομένας τινὰς ἐγκύμονας, ἐκ τοιούτων νοσημάτων,
ἄνευ διαφθορᾶς τῶν ἐμβρύων. ἔτι δὲ κᾀκείνου μεμνῆσθαι
προσήκει τοῦ τριῶν καὶ τεσσάρων μηνῶν δυσπαθέστατον
τῶν ἄλλων εἶναι· καὶ τοῦτο γινώσκων αὐτὸς ἐν ἀφορισμοῖς
εἶπε, τὰς κυούσας φαρμακεύειν, ἢν ὀργᾷ, τετράμηνα 116
καὶ ἄχρις ἑπτὰ μηνῶν, ἧσσον δὲ ταύτας. τὰ δὲ νήπια καὶ
τὰ πρεσβύτερα εὐλαβέεσθαι δεῖ. τοῖς μὲν οὖν παιδίοις οἵ
τε δεσμοὶ καθ’ οὓς τῇ μήτρᾳ συμπεφύκασιν ἀσθενεῖς εἰσι
καὶ τὸ σύμπαν σῶμα μαλακόν· τοῖς δὲ τῆς ἀποκυήσεως
ἐγγὺς μεγάλοις οὖσι πολλῆς δεῖται τροφῆς, ἧς ἀποροῦντα
πολλάκις ἐν τοῖς ὀξέσι νοσήμασι διαφθείρεται. διὸ καὶ χαλεπώτατόν
ἐστι καλῶς διαιτηθῆναι νοσοῦσαν ὀξέως, εἰ μετὰ τοῦ
ἐμβρύου ᾖ. εἰ μὲν γὰρ ὡς τὰς ἀκύμονας ἐνδεῶς τρέφεις, διαφθείρεται τὸ κυούμενον. εἰ δ’ ἐκείνου στοχαζόμενος
ἐκτενέστερον προσφέρεις αὐτὴν, κίνδυνος ἀποβάλλεσθαι τῇ
κυούσῃ. διὰ ταῦτα μὲν τὰ τρίμηνα καὶ τετράμηνα μᾶλλον
διασώζονται τῶν ἄλλων. τῇ δ’ οὖν νῦν προκειμένῃ κατὰ
τὸν λόγον γυναικὶ καὶ τῶν οὔρων λευκῶν καὶ οὐκ ἀχρόων
ὄντων ὅμως ἐγένετο σωθῆναι διὰ ῥώμην φύσεως, ἥτις ἐν
νυκτὶ δι’ ἱδρώτων ἔπαυσε τὸν πυρετόν. οὐ μὴν βέβαιόν γε
δυνατὸν ἦν γενέσθαι νόσημα κατὰ τὰς ἑξῆς ἡμέρας ἄχρι
τῆς ια΄. ἐν ᾗ πάλιν μετὰ ῥίγους ὑποστρέψασα δι’ ἐμέτου
καὶ ἱδρῶτος ἐκρίθη τελέως. ἐν γὰρ ταῖς ἀπὸ τῆς ε΄
ἄχρι τῆς ια΄ τὰ γενόμενα συμπτώματα τοῦ νευρώδους ἦν
γένους, οὐ τοῦ φλεβώδους ἢ ἀρτηριώδους. ἐν γοῦν τῇ ζ΄,
φησὶ, τρόμος, ὑπεκαρώθη, σμικρὰ παρέκρουσε, τὰ δέ γε
κατὰ τὰς φλέβας ἐπὶ τὸ βέλτιον ἦν πεττόμενα μετὰ τὴν ἐν
τῇ ε΄ κρίσιν. ἐπὶ γοῦν τῆς στ΄ ἔγραψεν οὖρα λεπτὰ καὶ
προσθεὶς τὰ οὐκ εὔχροα. καὶ τούτων μὲν μεμνῆσθαι χρήσιμον
καὶ τὸ τῆς ε΄ ἡμέρας, ὅπως ἀγωνιστικὰς κρίσεις ἐπιφέρει· καὶ γὰρ ὀλίγον 392 ἔμπροσθεν ἄλλον ἄῤῥωστον
ἔκρινε δι’ αἱμοῤῥαγίας καὶ νῦν δι’ ἱδρῶτος τὴν προκειμένην
ἐν τῷ λόγω γυναῖκα, καίτοι τοῦ νοσήματος ἀμφοτέροις
ἀπέπτου κατ’ ἐκείνην τὴν ἡμέραν ὄντος, διὸ μηδὲ τελέαν
ἐποιήσατο τὴν κρίσιν.
καὶ τραχήλου καὶ στήθεος πόνος ἰσχυρὸς, αὐτίκα δὲ
πυρετὸς ὀξὺς ἔλαβε, γυναικεῖα δὲ σμικρὰ ἐπεφαίνετο, πόνοι
τούτων ἁπάντων ξυνεχέες ἕκτῃ κωματώδης, ἀσώδης,
φρικώδης, ἐρύθημα ἐπὶ γνάθων, σμικρὰ
παρέκρουσε. ἑβδόμῃ ἵδρωσε, πυρετὸς διέλιπεν, οἱ
πόνοι παρέμενον, ὑπέστρεψεν, ὕπνοι σμικροὶ, οὖρα διὰ
τέλεος εὔχροα μὲν, λεπτὰ δὲ διαχωρήματα, χολώδη, δακνώδεα,
κάρτα λεπτὰ, ὀλίγα, μέλανα, δυσώδεα διῆλθεν. οὔροισιν ὑπόστασις λευκὴ, λείη, ἵδρωσεν, ἐκρίθη τελέως
ἑνδεκαταίη.
ἰδέαν τῶν οὔρων. ἐπὶ δὲ τῷ τέλει τῆς διηγήσεως ἔφη,
οὖρα διὰ τέλεος εὔχροα μὲν, λεπτὰ δέ. τὰ μὲν γὰρ ἀκριβῶς
λεπτὰ τὴν κατὰ φύσιν ἔχειν εὔχροιαν οὐ δύναται. μετρίως
μὲν γάρ ἐστιν ὠχρὰ τὰ εὔχροα, λευκὰ δὲ τὰ τελείως
λεπτά. καθ’ ὅσον δὲ ἐγχωρεῖ συνελθεῖν εὔχροιαν οὔρων
λεπτότητι, κατὰ τοσοῦτον χρὴ ἀκούειν λέγοντα αὐτὸν, οὖρα
διὰ τέλεος εὔχροα μὲν γενέσθαι, λεπτὰ δέ. φαίνεται δὲ
καὶ αὕτη ἡ γυνὴ διὰ τὴν ἰσχὺν τῆς φύσεως σωθῆναι.
In Hippocratis Epidemiarum I. Galen. ed. Karl Gottlob Kühn. Leipzig. 1828.
Funding provided by Andrew W. Mellon Foundation.