ΙΠΠΟΚΡΑΤΟΥΣ ΕΠΙΔΗΜΙΩΝ Α.
ΚΑΙ ΓΑΛΗΝΟΥ ΕΙΣ ΑΥΤΟ ΥΠΟΜΝΗΜΑ
Β.
λέλεκται περὶ τῆς τῶν ὡρῶν εἰς ἄλληλα μεταβολῆς, εἴρηται
δὲ καὶ ἡ κατὰ φύσιν ἑκάστης κρᾶσις, αἵ τε προθεσμίαι
τῆς ἀρχῆς αὐτῶν καὶ τῆς τελευτῆς. 33 ὡς ἂν οὖν
ἐκείνων μεμνημένων ἡμῶν, ὅσα τῶν νῦν λεγομένων ἐξηγήσεως
δεῖται, προσθήσω, στοχαζόμενος οὔτε μόνον ἐσχάτως ἀμαθῶν, οὔτε μόνων τῶν ἱκανὴν ἐχόντων τὴν παρασκευήν.
πρὸς ἅπαντας γὰρ ὁ τοιοῦτος λόγος ἕξει μετρίως, τῶν δ’
ἄλλων ὁ μὲν τοῖς ἐσχάτως ἀμαθέσιν οἰκεῖος ἀνιάσει τοὺς
ἐν ἕξει διὰ τὸ μῆκος. ὁ δὲ τούτοις ἐπιτήδειος ἀσαφὴς
ἔσται τοῖς ἀμαθέσιν. ἀλλ’ οὐδὲ χρὴ τοῖς τοιούτοις ὑπομνήμασιν
ἐντυγχάνειν ἀγαπῶντας, ἀλλὰ καὶ ἄλλως ἄλλο καὶ
παρ’ ἄλλου ἀκούσαντες πλατύτερον πολλάκις ταὐτὰ καὶ
ἄλλως πολλάκις ταῦτα δυνηθεῖεν ἄνευ παρακοῆς ἐκμανθάνειν
τι χρηστόν.
ἀλλ’ ἐξαίφνης ἐν βορείοισι καὶ νοτίοισί γε πολλοῖσιν,
ὑγροὶ καὶ προεκρηγνύμενοι.
ἐπιτολῇ, γινομένῃ πρὸ τῆς φθινοπωρινῆς ἰσημερίας. τηνικαῦτα οὖν ἔφη γενέσθαι χειμῶνας μεγάλους πρὸ τοῦ δέοντος.
τοῦτο γὰρ αὐτῷ τὸ οὐ κατὰ καιρὸν καὶ τὸ προεκρηγνύμενοι
σημαίνει. τὸ μὲν οὖν οὐ κατὰ καιρὸν τοῦ προφθάσαι
μόνον δηλωτικὸν ὑπάρχει, τὸ δὲ προεκρηγνύμενοι καὶ
τὸ μεθ’ ὑετῶν ἀθρόως αὐτοὺς γενέσθαι.
πληϊάδος.
πρόσθεν· ἀλλὰ καὶ ὅτι δύο μῆνές εἰσιν ἀπ’ ἀρκτούρου
μέχρι πλειάδος, ὅτι τε μία ἐπισημασία κατὰ τὸ περιέχον
ἀπ’ ἀρκτούρου γίνεται, δύο δ’ ἐπὶ πλειάδι, μία μὲν ὁπότε
συνάπτει τῷ φθινοπώρῳ χειμὼν ἐπὶ τέλος οὖσα, ἑτέρα δὲ
ὁπότε ἔαρ τῷ θέρει. τοῦ δ’ ἀρκτούρου τῆς ἐπιτολῆς μόνης
οὐδὲ μνημονεύειν εἴωθεν Ἱπποκράτης, ἐπειδὴ κατ’ αὐτὸν
ἀρχὴ μὲν γίνεται τοῦ φθινοπώρου, τελευτὴ δὲ τοῦ
θέρους. εἴρηται δ’ ἔμπροσθεν ἤδη περί τε τῆς εἰς τὰς δ’
ὥρας διαιρέσεως ὅλου τοῦ ἐνιαυτοῦ καὶ περὶ τῆς εἰς ἑπτὰ, καὶ ὅτι θέρος μὲν ὁρίζουσιν ἐπιτολῇ πλειάδος καὶ ἀρκτούρου
καὶ ὡς 34 ἐστὶν αὕτη μόριόν τι τῆς εἰς ἑπτὰ διαιρέσεως
ὅλου τοῦ ἐνιαυτοῦ, διχῆ μὲν τοῦ θέρους τεμνομένου,
τριχῆ δὲ τοῦ χειμῶνος. εἴρηται δὲ καὶ ὡς οὐδὲν διαφέρει
πλειάδα λέγειν ἑνικῶς ἢ πληθυντικῶς πλειάδας.
ὅρον εἶναι τοῦ φθινοπώρου τὴν πλειάδα. προσέχομεν
οὖν αὐτῷ διηγουμένῳ περὶ τοῦ τότε γενομένου
χειμῶνος.
ταῦτα δ’ ἐγένετο μὲν πάντα, οὐ λίην δ’ ἀκαίρως τὰ τῶν ψύξεων. ἤδη δὲ μεθ’ ἡλίου τροπὰς χειμερινὰς καὶ ἡνίκα
ζέφυρος πνέειν ἄρχεται, ὀπισθοχείμωνες μεγάλοι, βόρεια
πολλὰ, χιὼν καὶ ὕδατα πολλὰ συνεχέως καὶ οὐρανὸς λαιλαπώδης
καὶ ἐπινέφελος. ταῦτα δὲ ξυνέτεινε καὶ οὐκ ἀνίει
μέχρις ἰσημερίας. ἔαρ δὲ ψυχρὸν, βόρειον, ὑδατῶδες, ἐπινέφελον.
θέρος οὐ λίην καυματῶδες ἐγένετο. ἐτησίαι ξυνεχῶς
ἐπέπνευσαν. ταχὺ δὲ περὶ ἀρκτοῦρον, ἐν βορέοισι
πολλὰ πάνυ ὕδατα.
τὸ τοῦ χρόνου μῆκος, εἰ καὶ μὴ λάβρον ἐν αὐτῷ καταῤῥήσσοιτο.
λέγομεν δὲ πολλὰ, κἂν ἐν ὀλίγῳ χρόνῳ ὑπέλθοι λάβρα.
δύναται δὲ ταῦτα καὶ μεγάλα καλεῖσθαι, ἀλλ’ ὅταν
γ’ ἐφεξῆς ἀλλήλλων εἴποι τις ὕδατα λάβρα καὶ μεγάλα γεγονέναι,
καθάπερ Ἱπποκράτης συνέγραψεν, ἀκουσώμεθα λάβρα
μὲν τὰ ἐξαιφνίδια, σφοδρά τε καὶ ὀλιγοχρόνια, μεγάλα
δὲ τὰ μήτ’ ἐξαιφνίδια μήτ’ ὀλιγοχρόνια παντάπασιν, ὥσπερ γε μηδὲ πολυχρόνια. σαφηνείας δ’ ἕνεκεν οὐδὲν
κωλύσει καὶ μακροτέρα βραχεῖ χρήσασθαι διηγήσει. γιγνέσθω
τοίνυν ἐξαίφνης ὑετὸς πάμπολυς ὥραις τρισὶν ἢ τέτρασιν,
εἶτ’ εὐθέως παυέσθω, λάβρον τοῦτον ὀνομάσομεν. ἄλλος
δέ τις κατὰ βραχὺ μὲν ἀρξάσθω, κατὰ βραχὺ δ’ αὐξηθήτω
καὶ τοῦτο ταθήτω δι’ ὅλης ἡμέρας καὶ νυκτὸς, εἶτ’
ἀκμάσας πάλιν ἀφαιρείτω τοῦ πλήθους κατὰ βραχὺ δι’ ὅλης
τῆς ὑστέρας ἡμέρας, εἶτα παυσάσθω, τὸν τοιοῦτον ὑετὸν
οὐκ ἐροῦμεν λάβρον, ἀλλὰ μέγαν. ὁ τοίνυν χειμὼν ὃν διηγεῖται
ποτὲ μὲν λάβρους ἔσχεν ὑετοὺς, ποτὲ δὲ μεγάλους
ἐκ διαλειμμάτων, καθαροῦ δηλονότι γινομένου πολλάκις ἐν
τῷ μεταξὺ τοῦ περιέχοντος. τοῦτ’ οὖν ὁμολογεῖ καὶ τὸ γεγραμμένον
ὑπ’ 35 αὐτοῦ, μιξαίθρια τὰ πλεῖστα. καὶ
χίονας δέ φησι γεγενῆσθαι ἐν τῷ χειμῶνι, μὴ προσθεὶς
αὐτὰς πολ 358 λὰς ἢ ὀλίγας, ὡς ἂν οὐδέτερον ἱκανῶς
ἐσχηκυίας, ἀλλὰ κατὰ τῆς πόλεως ἔθος μᾶλλον γενομένας.
διὸ καὶ προσέθηκεν αὐτὸς, οὐ λίην δ’ ἀκαίρως τὰ τῶν ψύξεων. καὶ τἄλλα δὲ τούτων ἐφεξῆς πάντα τὸν χειμῶνα
ψυχρὸν καὶ ὑγρὸν γεγονέναι δηλοῖ, κατὰ φύσιν μόνον
αὐτὸν γινόμενον τοιοῦτον, μᾶλλον δὲ τοῦ προσήκοντος ὑγρὸν
τηνικαῦτα συμβάντα. καὶ μέντοι καὶ τὸ ἔαρ ὑδατῶδες, ψυχρόν
τε καὶ βόρειον ἔφη γεγονέναι, πρὸς δὲ τούτῳ καὶ ἐπινέφελον,
εἶτα τὸ θέρος μέτριόν πως, ἐφ’ οἶς πᾶσιν ἐν βορείοις
τισὶ, περὶ ἀρκτοῦρον ὕδατα γενέσθαι πολλά. καὶ
μετὰ ταῦτα τὸ κεφάλαιον ὅλης τῆς καταστάσεως ἐρεῖ κατὰ
τὴν λέξιν· γενομένου δὲ τοῦ ἔτεος ὅλου ὑγροῦ καὶ ψυχροῦ
καὶ βορείου, οὐρανὸς λαιλαπώδης καὶ ἐπινέφελος. οὐρανὸν
εἴρηκε κατὰ τὸ τῶν ἰδιωτῶν ἔθος τὸν ὑπὲρ ἡμᾶς ἀέρα
μέχρι τῆς χώρας τῶν νεφελῶν. ὁ δ’ ὑπὸ τῶν ἀστρονόμων
τε καὶ φιλοσόφων οὐρανὸς ὀνομαζόμενος ἀπὸ τῶν κατὰ
τὴν σελήνην ἄρχεται τόπων. λαίλαπας δὲ τοὺς ἐξαιφνιδίους
καὶ σφοδροὺς ἀνέμους οἱ Ἕλληνες ὀνομάζουσι, καὶ μάλισθ’
ὅταν ὑετὸς ἅμα ἐν αὐτοῖς γίγνηται λάβρος.
κατὰ χειμῶνα μὲν ὑγιηρῶς εἶχον τὰ πλεῖστα, πρωῒ
δὲ τοῦ ἦρος πολλοί τινες καὶ οἱ πλεῖστοι διῆγον
ἐπιπόνως.
τῆς διηγήσεως τῶν γενομένων περὶ τὸν ἀέρα καταστάσεων
ἄρχεσθαι κατ’ ἐκεῖνον τὸν χρόνον, ὅταν πρῶτον
ἐκτραπῇ τῆς κατὰ φύσιν κράσεως, καὶ οὐκ ἀπὸ τοῦ λόγου
ἐστὶ τοῦτο πράττειν τῷ μέλλοντι συνάψειν τῇ τοῦ περιέχοντος
ἀέρος δυσκρασίᾳ τὰς τῶν ἐπιδημησάντων νοσημάτων
ἰδέας. ἐπεὶ τοίνυν ἀπὸ φθινοπώρου τὴν ἀρχὴν ἐποιήσατο,
δῆλον ὅτι τὸ πρὸ αὐτοῦ θέρος ἐστὶ καὶ ἕπεται τῷ
πρὸ αὐτοῦ. καὶ τοίνυν ὅσον ἐπὶ ταῖς ὥραις, κατὰ φύσιν
ἔχοντα τὰ σώματα παραλαβὸν τὸ φθινόπωρον ὑγρὸν καὶ
ψυχρὸν γενόμενον οὐδὲν εἰργάσατο φαῦλον, ἀλλ’ ἴσως ἕνια σώματα καὶ προσωφέλησεν, ὅσα θερμότερα καὶ ξηρότερα ταῖς
κράσεσιν ὄντα κατὰ τὸ θέρος εἴωθεν εἰς ἀμετρίαν ἀφικνεῖσθαι.
τούτων οὖν ὥσπερ ἴαμά τι τὸ φθινόπωρον ἐγένετο, ψυχρὰν καὶ
ὑγρὰν ἔσχον τὴν κατάστασιν. οὐ μὴν οὐδὲ κατὰ τὸν χειμῶνα
νόσος ἐπιδήμιος ἐγεννήθη διηγήσεως ἀξία. τοιοῦτον
γὰρ ἐπισημαίνει λέγων, κατὰ χειμῶνα μὲν ὑγιηρῶς εἶχον
τὰ πλεῖστα· καὶ γὰρ ὁ χειμὼν ὑγρότερος μὲν ἐγένετο, ψυχρότερος
δ’ οὐκ ἐπὶ πλέον ἢ κατὰ φύσιν αὐτῷ συμβέβηκεν
εἶναι ψυχρῷ. διὸ δὴ καὶ διηγούμενος ὑπὲρ τῆς ἐν αὐτῷ
καταστάσεως εἶπεν, οὐ λίην δὲ ἀκαίρως τὰ τῶν ψύξεων.
πρῶτον δὲ εὔλογον ἦν ἄρξασθαι νόσους ἐκ τῆς τοῦ περιέχοντος
ἐπὶ πλέον ἐξαλ 36 λαγῆς, ἡνίκα φησὶν αὐτός·
ἔαρ δὲ ψυχρὸν, βόρειον, ὑδατῶδες, ἐπινέφελον. ἔαρ γὰρ
εὔκρατον εἶναι χρὴ, οὐ ψυχρὸν, ὥσπερ οὐδ’ ἐπινέφελον,
οὐδ’ ὑδατῶδες. ὅτι δ’ ἀπὸ τῆς ἰσημερίας ἄρχεται τῆς μετὰ
τὸν χειμῶνα τὸ ἔαρ ἐῤῥέθη ἡμῖν κατὰ τὸ πρόσθεν ὑπόμνημα,
καὶ αὐτὸς δὲ σαφῶς ὁ Ἱπποκράτης ἐνεδείξατο κατὰ
τὴν προκειμένην διήγησιν. εἰπὼν γὰρ ὅτι ὀπισθοχείμων, κἄπειτα προσθεὶς, ταῦτα δὲ συνέτεινε καὶ οὐκ ἀνίει μέχρι
ἰσημερίας, ἐφεξῆς προσέγραψεν, ἔαρ δὲ ψυχρὸν, βόρειον,
ὑδατῶδες, ἐπινέφελον. ἴδωμεν οὖν ὁποίᾳ τῇ καταστάσει τοῦ
περιέχοντος ἠκολούθησε νοσήματα.
ὑγραὶ, ἄπεπτοι, λημίαι σμικραὶ καὶ δυσκόλως πολλοῖσιν
ἐκρηγνύμεναι, τοῖσι πλείστοισιν ὑπέστρεφον, ἀπέλιπον
ὀψὲ πρὸς τὸ φθινόπωρον.
γένεσις ἤρξατο προείρηται· διὰ τί δ’ ὀφθαλμίαι μᾶλλον
τῶν ἄλλων παθῶν ἐγένοντο μάθοις ἂν εἰ τῆς ἐν αὐτῷ
καταστάσεως ἀναμνησθείης. ψυχρότερον γὰρ ἔφη καὶ βόρειον
καὶ ὑδατῶδες καὶ ἐπινέφελον γεγονέναι αὐτό. εἰ μὲν
οὖν ὑπὸ τῶν ἀνέμων μόνον ἐπλήγησαν οἱ ὀφθαλμοὶ, χωρὶς ῥεύματος ἂν αἱ ὀφθαλμίαι συνέπεσον αὐτοῖς. ἐπεὶ δὲ μεθ’
ὑγρότητος πολλῆς ἐγένετο τὰ βόρεια πνεύματα, εἰκότως
ῥοώδεις ἔφη τὰς ὀφθαλμίας γεγονέναι, τουτέστιν ὑγρὰς, ὡς
ἀπὸ καταστάσεως ὑγρᾶς γεννηθείσας. ὀδυνώδεις δ’ ἑκατέρως
ἦσαν καὶ μετὰ ῥεύματος συνιστάμεναι καὶ χωρὶς τούτου,
τῷ διαμένειν τὴν ψύξιν. ἱκανὴ γὰρ καὶ αὕτη τοὺς ὀφθαλμοὺς
ὀδυνώδεις ἐργάσασθαι. νυνὶ δ’ εἰκὸς αὐξηθῆναι τὰς
ὀδύνας, τῆς ψύξεως τῶν ὀφθαλμῶν ἅμα τῷ κατ’ αὐτοὺς ῥεύματι
συνελθούσης. ἄπεπτοι δὲ γίνονται καὶ χρόνῳ πολλῷ
παρέμενον διά τε τὴν ὑγρότητα καὶ τὴν ψύξιν. τὸ γάρ
τοι πέττεσθαι τοῖς ῥεύμασι γίνεται κρατουμένοις ὑπὸ τῆς
ἐμφύτου θερμασίας. κρατεῖται δὲ ῥᾷον, ὅταν ὀλίγον τε ᾖ τὸ
ὑγρὸν καὶ μὴ πάνυ ψυχρὸν, ὅταν δὲ πολὺ καὶ ψυχρὸν,
δυσκόλως πέττεται. καὶ μὲν δὴ καὶ ἡ κατὰ φύσιν ἐν τοῖς
ζώοις θερμότης ἰσχυρὰ μὲν οὖσα θᾶττον ἐκπέττει τὰς ἐν
αὐτοῖς ὑγρότητας· εἰ δ’ ἀσθενὴς, μόγις ἐν χρόνῳ πλείονι
περιγίνεται καὶ κρατεῖν δύναται τῶν ὑγρῶν. διὸ καὶ εἴ τινες ἐθεραπεύθησαν, ὑπέστρεφον αὖθις. ἠσθενηκότας γὰρ
ἐν ταῖς ὀφθαλμίαις τοὺς ὀφθαλμοὺς τὸ περιέχον ψυχρὸν
καὶ βόρειον ὑδατῶδες καὶ ἐπινέφελον γενόμενον εἰκότως
ἔβλαπτε. εἴωθε δὲ ταῖς τοιαύταις ὀφθαλμίαις λημία γίνεσθαι
μικρὰ, μόγις ἐκπίπτουσα διὰ τὴν πύκνωσιν τῶν χιτώνων,
ἣν ἐκ τῆς τοῦ περιέχοντος ψυχρότητος ἔσχον. ὅλῳ
μὲν οὖν τῷ ἦρι 37 χείρους ἀναγκαῖον ἦν ἐν αὐτῷ γίνεσθαι
τοὺς ὀφθαλμοὺς, ἐν δὲ τῷ θέρει τὴν γενομένην ἐν
αὐτοῖς σκιῤῥώδη διάθεσιν ἐς πέψιν ἀχθῆναι κατὰ βραχύ.
τὰ γὰρ ἐν χρόνῳ κατασκευασθέντα νοσήματα, καὶ μάλιστα
ὑπὸ ψυχρῶν τε καὶ ὑγρῶν, οὐκ ἐνδέχεται λυθῆναι ταχέως.
εἰκότως οὖν ἔφη τελέως παύεσθαι τὰ κατὰ τοὺς ὀφθαλμοὺς
πάθη κατὰ τὸ φθινόπωρον.
καὶ τεινεσμοὶ καὶ διάῤῥοιαι χολώδεσι, λεπτοῖσι,
πολλοῖσι, ὠμοῖσι καὶ δακνώδεσιν, ἔστι δ’ οἷσι καὶ ὑδατώδεσι. πολλοῖσι δὲ καὶ περίῤῥοιαι μετὰ πόνου χολώδεες, ὑδατώδεες,
ξυσματώδεες, πυώδεες καὶ στραγγουριώδεες.
τοῖς Θασίοις, ἀλλὰ καὶ ἄλλα τινὰ περὶ ὧν ἐφεξῆς ἐρεῖ.
ποικιλώτατα γὰρ ἐνόσησαν, ἑτερογενέσι περιπεσόντες νοσήμασι.
τὸν κοινὸν δ’ οὖν λόγον, ὃς καὶ πρὸς τὸ μὴ νοσεῖσθαι
πάντας τοὺς ἐν τοιαύτῃ καταστάσει γενομένους ἐστὶ
χρήσιμος, ἐρῶ πρότερον, εἶθ’ ἑξῆς ἐπὶ τὰ κατὰ μέρος ἀφίξομαι
359 νοσήματα. σκοπεῖσθαι δεῖ ἐν πάσαις ταῖς
καταστάσεσι τὴν ἡλικίαν καὶ τὴν φύσιν ἑκάστου τῶν ἀνθρώπων,
ὅπως ἔχει σχέσεως πρὸς τὴν κατάστασιν. ἤτοι γὰρ
εὐάλωτον ἢ δυσάλωτον ἣ μετρίως ἔχοντα πρὸς αὐτὴν εὑρήσεις
αὐτά. εἶθ’ ἑξῆς ἁρμόσεις τά τ’ ἐπιτηδεύματα καὶ
σύμπασαν τὴν ὑγιεινὴν δίαιταν ὑπεναντίον τῇ καταστάσει.
τὸ μὲν οὐκ εὐάλωτόν τε καὶ δυσάλωτον εἷναι τὸ σῶμα τοῖς
ἔξωθεν αἰτίοις εἴρηται πολλάκις ἡμῖν, διά τε τῶν ὁμοιότητα καὶ τὴν ἀνομοιότητα τῆς κράσεως γενέσθαι. τῆς γὰρ
ὑγείας ἐκ συμμετρίας γινομένης τῶν τεττάρων στοιχείων,
εἴτε ποιοτήτων εἴτε δυνάμεων θέλεις ὀνομάζειν, ὑγρότητος καὶ
ξηρότητος καὶ θερμότητος καὶ ψυχρότητος, ἕνια τῶν σωμάτων καὶ
φύσεων καὶ ἡλικιῶν ἐστὶ δύσκρατα. τούτοις οὖν αἱ μὲν ὅμοιαι
καταστάσεις νοσώδεις εἰσὶν, αἱ δ’ ἐναντίαι συμφέρουσιν
αὐτοῖς. τοῖς δ’ εὐκράτοις σώμασιν αἱ μὲν εὔκρατοι καταστάσεις
ὑγιειναὶ, βλαβεραὶ δ’ αἱ δύσκρατοι. ἀλλ’ ὥσπερ
οὐδεμία τῶν δυσκράτων καταστάσεων ἀγαθὴ τοῖς εὐκράτοις
ἐστὶν, οὕτως οὐδὲ μεγάλως βλαβερὰ, καθάπερ τοῖς δυσκράτοις.
αἱ μὲν γὰρ ἰσχυρῶς ὑγραὶ καταστάσεις ἐσχάτως
βλάπτουσι τὰ δύσκρατα σώματα καθ’ ὑγρότητα καὶ ψυχρότητα,
καθάπερ γε καὶ αἱ ὑγραὶ καὶ 38 αἱ θερμαὶ καταστάσεις
τὰς ὑγρὰς καὶ θερμὰς τῶν κράσεων βλάπτουσι.
καὶ κατὰ τὸν αὐτὸν λόγον αἱ θερμαὶ καὶ ξηραὶ τὰς ὁμοίας.
ὅσα γὰρ ἐγγὺς ἤδη τοῦ νοσεῖν ἐστι σώματα, νόσον τοιάνδε
διὰ τὴν οἰκείαν δυσκρασίαν ἐξελέγχεται. τὰ δ’ ἐναντίως κεκραμένα τῷ περιέχοντι πρὸς τῷ μηδὲν ἀδικεῖσθαι γίνεται
βελτίω τῇ ἀμετρίᾳ κολαζόμενα. τὰ γὰρ ἐναντία τῶν
ἐναντίων ἐστὶν ἰάματα. ταῖς οὖν θερμαῖς καὶ ξηραῖς κράσεσιν
ἡ ὑγρὰ καὶ ψυχρὰ κατάστασις ὠφέλειαν μᾶλλον ἢ
βλάβην παρέχει, διὰ τῆς εἰς τοὐναντίον ἀγωγῆς μεσότητα
κράσεως ἐργαζομένη. καὶ τοῦτ’ ἦν αἰτία τοῦ μὴ νοσεῖν
ἅπαντας ἐν ταῖς δυσκράτοις καταστάσεσιν. ἐὰν οὖν τις
τοῦτο γινώσκῃ, τὴν ὑγείαν φυλάξει, τοῖς σώμασι τἀναντία
διαιτήματα προσάγων. ἂν γὰρ ὑγρὸν καὶ ψυχρὸν τὸ περιέχον
ἡμᾶς ἐστι, δεήσει θερμαίνειν τὰ σώματα, καὶ μάλισθ’
ὅσα ψυχρότερά τέ ἐστι καὶ ὑγρότερα. γυμνάσιά τε οὖν
πλείω τοῖς τοιούτοις ὠφέλιμα καὶ οἶνος ὀλίγος θερμότερος
φύσει ὢν καὶ ὕδωρ προσλαβὼν, ἐδέσματά τε θερμαίνοντα.
καὶ μέντοι καὶ τὸ καθ’ ἕκαστον αὐτῶν ποσὸν ἔκ τε τῆς
τοῦ σώματος κράσεως εἰσόμεθα καὶ τῆς τοῦ περιέχοντος,
ἐφ’ ὅσον ἑκάτερον ἐκτέτραπται τῆς εὐκρασίας ἐπισκοπούμενοι.
κατὰ γὰρ τὸ μέγεθος τῆς ἐκτροπῆς καὶ τὸ ποσὸν τῆς
διαίτης ὑπαλλακτέον, οἷον εἴ τί ἐστι σῶμα τῆς εὐκρασίας ἐπὶ πλεῖστον ἀποκεχωρηκὸς πρὸς ὑγρότητά τε καὶ ψυχρότητα,
τοῦτο κατὰ τὴν προκειμένην κατάστασιν ἐπὶ πλέον
αὐτοὶ ξηρανοῦμέν τε καὶ θερμανοῦμεν. εἰ δὲ μετρίως εἰς
τοιοῦτον, ἄλογον ἂν εἴη ἐσχάτως αὐτῷ τοῦτο ποιεῖν, ἀναλόγως
ἄν. πολὺ δὲ δὴ μᾶλλον ἐπὶ τῶν ξηρῶν καὶ θερμῶν
σωμάτων οὐ χρὴ τὰ διαιτήματα σφοδρῶς εἶναι θερμὰ καὶ
ξηρὰ, παρ’ ἑαυτῶν γὰρ ἔχει τοῦτο. σκοπεῖσθαι δὲ μόνον,
ὁπόσον τὸ περιέχον ἐκτέτραπται τῆς προσηκούσης εὐκρασίας.
εἰ μὲν γὰρ ὀλίγον, οὐδ’ ὅλως ὑπανάξομεν τὴν μέσην
δίαιταν ἐπὶ τῶν θερμῶν καὶ ξηρῶν σωμάτων· εἰ δ’ ἐπὶ
πλέον, ἀρκέσει τὸ μετρίως ὑπαλλάξαι. ταῦτ’ οὖν ὅστις
ἐστὶν ἐπιστάμενος τὰς αἰτίας τῆς ἑκάστου τῶν νοσημάτων
γινέσεως, ἐν ἑκάστῃ καταστάσει φυλάξει. Κόϊντος δὲ τοῖς
ἐμπειρικοῖς ὁμοίως ἀρνούμενος ἐπίστασθαι τῶν οὕτω γινομένων
παθῶν τὰς αἰτίας, ἀναφέρων δ’ εἰς πεῖραν μόνην
αὐτὰς, τῶν προσηκόντων βοηθημάτων τῆς εὑρέσεως ἠπόρει,
καίτοι δι’ αὐτὸ τοῦτο χρησίμης οὔσης ἀνεγνῶσθαι τῆς γενέσεως
τῶν ἐπιδημιῶν νοσημάτων. ἐπισκεψώμεθα οὖν ἡμεῖς τὴν προκειμένην κατάστασιν, ἀναλαβόντες ἐξ ἀρχῆς. ἐγένετο
δὲ, καθάπερ ὁ Ἱπποκράτης ἐδήλωσεν, ὑγρὰ καὶ ψυχρὰ,
τὴν ἀρχὴν ἀπὸ φθινοπώρου ποιησαμένη. διὰ τοῦτ’ οὖν ἐν
μὲν αὐτῷ τῷ φθινοπώρῳ καὶ τῷ μετ’ αὐτὸν χειμῶνι μετρίως
διῆγον οἱ Θάσιοι. κατὰ δὲ τὸ ἔαρ ἐπειδὴ καὶ αὐτὸ ψυχρόν
τε καὶ ὑγρὸν ἐγένετο, πρῶτοι πάντων ἐνόσησαν οἱ ὀφθαλμοὶ,
διότι μὴ μόνον ὑγρὸν ἦν καὶ ψυχρὸν τὸ περιέχον,
ἀλλὰ καὶ λαιλαπῶδες ἔμπροσθεν ἐγεγόνει. πληττομένους οὖν ὑπὸ
ψυχρῶν ἀνέμων τοὺς ὀφθαλμοὺς εἰκὸς ἦν πρώτους τῶν ἄλλων
μερῶν νοσῆσαι τοῦ σώματος, κατὰ τὴν τοῦ δρῶντος αἰτίου φύσιν,
ὥστ’ οὐκ ἄλλως αὐτοῖς ὑγρὰ καὶ ψυχρὰ ῥεύματα συνέπεσεν. ἐπειδὴ
δ’ οὐκ ἤχθη εῖς ἐσχάτην ἡ κατάστασις ὑγρότητα, διὰ τοῦτο
τῶν ἄλλων παθημάτων οὐδὲν ἠκολούθησεν, ὅσα πλεονεκτούσης
ἐν τῷ περιέχοντι τοιαύτης κράσεως εἴωθε γίνεσθαι.
λέγω δὲ ἀποπληξίας καὶ σπασμοὺς καὶ παλμοὺς καὶ τετάνους,
περιπνευ 39 μονίας τε καὶ πλευρίτιδας. ἀλλ’ ὕστερόν
γε νοσήματα πληθωρικὰ μετὰ διαφορᾶς ἐγένετο, σηπομένων
ἤδη τῶν χυμῶν διὰ τὴν πολυχρόνιον ἔνδον μονήν. καὶ
γὰρ τὰ ψυχρὰ τῶν αἰτίων πυκνοῦντα τὸ δέρμα κωλύει διαφορεῖσθαι τοὺς χυμοὺς, ἥ θ’ ὑγρότης ἡ ἐκ τοῦ περιέχοντος
οὐ μόνον οὐδὲν ἀπάγει τοῦ σώματος, ἀλλὰ προσδίδωσιν.
ἀμφοτέρων οὖν ὁμοῦ γενομένων ἐν τῇ προκειμένῃ
καταστάσει, πλῆθος ἠθροίσθη κατὰ τὰ σώματα τῶν νοσησάντων
οὐχ ὅμοιον ἅπασιν. οἷς μὲν γὰρ ἦν ἐν τῷ σώματι
χολῶδες περίττωμά τι, οὐ διαφορηθὲν τοῦτο χολῶδες τὸ
πάθος ἐποίησεν, οἶς δὲ φλεγματικὸν ἢ μελαγχολικὸν ἢ αἱματικὸν,
αὐτίκα καὶ τὸ πάθος ἦν ὅμοιον τῷ μὴ κενωθέντι.
διαφθείρεσθαι δὲ πεφυκυίας ἐν τῷ σώματι καὶ σήπεσθαι
τῆς τοιαύτης περιουσίας εὔλογον ἦν ἄλλους ἄλλοις ἁλῶναι
νοσήμασιν, πρὸς τῷ καὶ τὰ μέρη τοῦ σώματος οὐχ ὁμοίως
διακείμενα ἅπαντας ἔχειν, ἀλλὰ τῷ μὲν ἧπαρ ἀσθενέστερον εἶναι,
τῷ δὲ σπλῆνα, τῷ δὲ γαστέρα, τῷ δὲ ἔντερον, τῷ δὲ ἄλλο τι. δεχομένων
οὖν ἀεὶ τῶν ἀσθενεστέρων μορίων τὴν ἐκ τῶν ἰσχυροτέρων
περιουσίαν ἀκόλουθον ἦν καὶ παρὰ τὴν τῶν τόπων
φύσιν ἄλλον ἄλλο παθεῖν τῶν Θασίων. αἱ μὲν οὖν δυσεντερίαι
καὶ οἱ τεινεσμοὶ καὶ αἱ διάῤῥοιαι καὶ λιεντερίαι ῥυέντων εἰς ἔντερα τῶν περιττῶν ἐγένοντο, δυσουρίαι δ’ εἰς τὴν κύστιν
τρεπομένων, ἔμετοι δ’ ἐπὶ τὸ στόμα τῆς γαστρὸς ἀφικομένων.
ἀλλὰ ταῦτα μὲν ἔσωθεν τοῦ σώματος ὥρμησε διὰ
τὴν ἐκ τοῦ περιέχοντος ψύξιν. ἐν δὲ τῷ θέρει ταῖς θερμοτέραις
κράσεσι τῶν σωμάτων ἰσχυρά τε τὰ ἔνδον ἐχούσαις,
εἰκὸς ἦν ἱδρῶτας γενέσθαι, καὶ τισὶ μὲν αὐτῶν ἄνευ
πυρετῶν τοῦτο συμβῆναι μηδέπω σῆψιν ἱκανὴν ἐσχηκυίας
τῆς περιουσίας, ἐνίοις δὲ καὶ μετὰ τοῦ πυρέττειν. ἐν δὲ
τῷ χρόνῳ προήκοντι καὶ πυρετοὺς γενέσθαι ποικίλους, ἄλλον
ἄλλης ἰδέας, ἐπειδὴ καὶ οἱ σηπόμενοι χυμοὶ διαφέροντες
ἦσαν. οὐ γὰρ ἐγεννήθησαν ὑπὸ τοῦ περιέχοντος, ἀλλ’
ἠθροίσθησαν, ἅτε τῆς καταστάσεως ψυχρᾶς, οὐ θερμῆς
γενομένης, ἵνα κατὰ τὸ ἑαυτῆς λόγον ἐκθερμαίνει τὸ σῶμα
καὶ ἡ μετὰ κυνὸς ἐπιτολὴ, ἀεὶ γίνεσθαι πεφύκασι πυρετοὶ
διακαεῖς. ἀλλὰ νῦν γε οὐχ ὑπ’ αὐτῆς πρώτως ἐγένετο τῆς
καταστάσεως, ἀλλὰ διὰ μέσης τῆς πυκνώσεως τοῦ δέρματος.
ἡ μὲν οὖν σύνοψις τῶν ἐπιδημησάντων τότε παθημάτων εἴρηταί μοι· πρὸς δὲ τὸ μετὰ μέρος ἤδη τρέψομαι, μετὰ
τοῦ καὶ τὴν λέξιν, εἴ πού τι φαίνοιτο μὴ σαφὲς ἔχειν,
ἐξηγεῖσθαι.
ἀπαθῶν μὲν τῶν κατὰ τὴν γαστέρα μενόντων, ἐκκαθαιρομένου
δὲ δι’ αὐτῶν ὅλου τοῦ σώματος ἢ ἀποστάσεως
οὔσης κατ’ αὐτὴν, κατ’ ἔκρουν τινα, κατ’ αὐτὸν τὸν Ἱπποκράτην
βουλόμενον οὐ μόνον κατ’ ἀπόθεσιν, ἀλλὰ καὶ κατ’
40 ἔκρουν ἀπόστασιν γίνεσθαι. οὕτως οὖν καὶ διὰ
νεφρῶν καὶ κύστεώς ἐστιν ὅτε πᾶν ἐκκαθαίρεται τὸ σῶμα
μηδὲν αὐτῶν τῶν ὀργάνων ἴδιον ἐχόντων πάθος, ὥσπερ ἐπὶ
τῆς προκειμένης καταστάσεως ἐγίνετο, διότι καὶ προελθὼν
αὐτὸς ἐρεῖ κατὰ λέξιν· μοῦνον δὲ χρηστὸν καὶ μέγιστον
τῶν γινομένων σημείων καὶ πλείστους ἐῤῥύσατο τῶν ὄντων ἐπὶ τοῖς μεγίστοις κινδύνοισιν, οἷσιν ἐπὶ τὸ στραγγουριῶδες
ἐτράπετο καὶ εἰς τοῦτο ἀποστάσεις ἐγίνοντο. τουτ’ οὖν
ἐστι τὸ καὶ νῦν εἰρημένον, οὐ νεφριτικαὶ, ἀλλὰ τούτοισιν
ἄλλα ἀντ’ ἄλλων. καὶ γὰρ τῶν ἐν ὅλῳ τῷ σώματι περιττῶν
ῥυέντων ἐπὶ νεφροὺς καὶ κύστιν, ἐκκρίσεις ἐπεγίνοντο παραπλήσιαι
ταῖς νεφριτικαῖς.
ἀναγωγαί.
τὴν ἕδραν ἐῤῥύη, διαῤῥοίας τε καὶ τεινεσμοὺς καὶ δυσεντερίας
καὶ λιεντερίας εἰργάσατο. διὰ νεφρῶν δὲ καὶ κύστεως
ἄλλο τὴν ἔκκρισιν ἔσχεν. οὕτως οὖν ἐῤῥύη τὸ περιττὸν εἰς τὴν
ἄνω γαστέρα καὶ δι’ ἐμέτων ἐπιπολάσαν, ἐξεβλήθη, τοῖς μὲν
φλεγματώδεσι φύσει φλεγματωδῶν ἐμέτων γινομένων, τοῖς
δὲ χολώδεσι χολωδῶν. εἵρηται γὰρ ὅτι διὰ μὲν τὴν κατάστασιν ἠθροίσθη τὰ περιττὰ, διέφερον δ’ ἀλλήλων ταῦτα
ταῖς ποιότησι κατὰ τὰς φύσεις τῶν σωμάτων. θαυμαστὸν
δ’ οὐδὲν εἰ καὶ σιτίων ἀπέπτων ἀναγωγαὶ τούτοις ἐγένοντο,
φλεγματωδῶν καὶ χολωδῶν χυμῶν εἰς τὴν γαστέρα
συῤῥεόντων.
κατ’ ἐκεῖνον τὸν χρόνον ἴσχυσεν ἡ φύσις ἀπώσασθαι
τὸ περιττὸν ἐνταῦθα καὶ οὕτως τούτοις ἱδρῶτας γενέσθαι.
41 τὰ συνειλεγμένα χρόνῳ τῶν ὑγρῶν, διὰ τοῦτο εἰκότως
ἔφη, πᾶσι πάντοθεν πλάδος.
δὲ πυρέττουσι, περὶ ὧν γεγράψεται.
ὑπάρχον, ὅλως εὐδιάφθαρτον, εἰς σηπεδόνα πυρετώδη
μεταβαλεῖν, ἐπύρεξαν οὗτοι παραχρῆμα. τινὲς δ’ ὀρθοστάδην
ἢ οὐ πρότερον εἰς τοὺς πυρετοὺς ἠνέχθησαν.
φθινώδεες μὲν, ἤδη δὲ φθινοπώρου καὶ ὑπὸ
χειμῶνα.
τοῦ δευτέρου χειμῶνος, ἐπεὶ περί γε τοῦ προτέρου προείρηκεν
οὕτως, κατὰ χειμῶνα μὲν ὑγιεινῶς ἔχον τὰ πλεῖστα.
πρὸ δὲ τοῦ ἦρος πολλοί τινες καὶ οἱ πλεῖστοι διῆγον ἐπιπόνως.
εἶτα περὶ τῶν ἐν τῷ ἦρι γενομένων διελθὼν, ἐφεξῆς
τοῦ θέρους ἐμνημόνευσε καὶ μετὰ τοῦτο τοῦ δευτέρου φθινοπώρου,
περὶ οὗ κατὰ τὴν τελευτὴν τῆς ὅλης καταστάσεως
εἰρήκει. ταχὺ περὶ ἀρκτοῦρον ἐν βορείοισι, πολλὰ πάνυ
ὕδατα. φθινώδεας δὲ τίνας εἴρηκεν οὐ πάνυ σαφές ἐστιν,
εἴωθε γὰρ τοὺς ὁπωσδήποτε ἰσχνουμένους τὸ σῶμα καὶ
φθίνοντας οὕτως ὀνομάζειν, οὐ μόνον τοὺς διὰ τὴν τοῦ
πνεύμονος ἕλκωσιν ὅλον τὸ σῶμα τηκομένους. εἰκὸς δὲ καὶ
νῦν ἐπ’ αὐτοῦ λελέχθαι φθινώδεις τοὺς ὁπωσδήποτε τὸ σῶμα
λεπτυνομένους, μηδενός γε προειρημένου περὶ τῶν κατὰ
τὸν πνεύμονα νοσημάτων. οὔτε γὰρ αἵματος ἀναγωγὴν ἐξ
αὐτῶν γεγονέναι προειπὼν οὔτε περιπνευμονίαν οὔτε ῥεῦμα
κατασκῆψαι τῷ σπλάγχνῳ τούτῳ, πῶς ἂν εἰκότως δόξαις
φθινώδεις λέγειν γεγονέναι τοὺς τότε κάμνοντας ἐπὶ τῇ κακώσει τοῦ πνεύμονος; οὐ μὴν ἀδύνατόν γε, καθάπερ ἐπὶ
γαστέρα καὶ νεφροὺς ἧκέ τι τῆς καθ’ ὅλον τὸ σῶμα περιουσίας,
οὕτως καὶ τοῖς πνευματικοῖς κατασκῆψαι.
λέξεως καὶ ταύτης οἱ μὲν ἐκείνῃ προσένειμαν, οἱ δὲ
ταύτῃ. ἐμοὶ δὲ σύμπας ὁ λόγος φαίνεται τοιόσδε. καὶ κατὰ
τὸ φθινόπωρον ἤδη τινὲς ἐγένοντο φθινώδεις, ὡσαύτως δὲ
καὶ κατὰ τὸν χειμῶνα, καὶ μέντοι καὶ πυρετοὶ συνεχεῖς καὶ
κατὰ τὸ φθινόπωρον ἐγένοντο καὶ κατὰ τὸν χειμῶνα. πρόδηλον
δ’ ὅτι τοῦ δευτέρου χειμῶνος οὐκ ἔγραψε τὴν κατάστασιν
ὡς φυλάξαντος τὴν οἰκείαν χειμῶνος κρᾶσιν. ἐμάθομεν
οὖν ἐκ τοῦ δευτέρου λόγου νοσήματα γίνεσθαι κατ’
ἐνίας τῶν ὡρῶν οὐδὲν αὐτὰς πεπονθυίας, ἀλλὰ τὰ τῶν
πρόσθεν ἁμαρτήματα διαδεξαμένας.
ἐγίνοντο πυρετοὶ, κατά τι δὲ συμβεβηκὸς, καθάπερ
πρόσθεν εἴπομεν τὰ συμβεβηκότα. ἐπισχεθείσης γὰρ τῆς
καθ’ ὅλον τὸ σῶμα διαπνοῆς τὰ περιττεύειν ἑκάστῃ τῶν
φύσεων εἰθισμένα κωλυθέντα τῆς κενώσεως οἰκείας ἑαυτοῖς
ἐγέννησαν νόσους, ὡς ὅσοι σφοδρῶς ἦσαν χολώδεις, τούτοις
φύσει εἰθισμένως συνέβη τὸν καῦσον γενέσθαι, διὸ καὶ περὶ
αὐτῶν ἐφεξῆς ἐρεῖ· οἱ μὲν οὖν καῦσοι ἐλαχίστοισιν ἐγένοντο
καὶ ἥκιστα τῶν καμνόντων οὗτοι ἐπόνησαν. οὐ γὰρ θερμὴ
καὶ διακαὴς καὶ αὐχμηρὰ κατάστασις ἐγέννησεν αὐτούς. πολλοὶ
γὰρ ἂν ἐγένοντο καὶ πολλοῖσι καὶ μετὰ πόνων ἰσχυρῶν.
τεταρταῖοι, πλάνητες ἕκαστοι δὲ τῶν ὑπογεγραμμένων πυρετῶν πολλοῖσιν ἐγίνοντο· οἱ μὲν καῦσοι ἐλασχίστοισί
τε ἐγένοντο καὶ ἥκιστα τῶν καμνόντων οὗτοι
ἐπόνησαν.
συνέβη γενέσθαι πρόσθεν εἴρηται. τὸ δ’ ἀκριβὲς
μεταξὺ κείμενον, τοῦτο τριταίου καὶ τεταρταίου προσνέμειν
ἑκατέροις χωρεῖ.
ὀλίγοισιν, οὔθ’ οἱ παράληροι, τά τ’ ἄλλα πάντα
εὐφόρως.
χρήσιμα. τὰ γὰρ τῶν οἰκεῖα νοσημάτων συμπτώματα
μὴ γενόμενα τότε κατὰ τοῦτον εἴωθε τὸν τρόπον
ἑρμηνεύειν, ἐκ τοῦ μὴ γενέσθαι τότε, γενέσθαι πολλάκις αὐτὰ διδάσκων. ἐν μὲν οὖν τοῖς γνησίοις, ὡς ἂν εἴπῃ τις,
καύσοις διὰ τὸ πλῆθος τῆς θερμασίας ἐπὶ τὴν κεφαλὴν
ἀναφερομένων τῶν χυμῶν αἱμοῤῥαγίαι τε καὶ παράληροι
γίνονται. νυνὶ δὲ, οὐ καὶ ἦν γνήσιος ὁ καῦσος, εἰκότως
οὐδὲ τὰ συμπτώματα ἔσχε τὰ καύσων ἴδια.
ξὺν τῇσι διαλειπούσῃσιν ἐν ἑπτακαίδεκα ἡμέρῃσιν.
πρὸς τοὺς ἄλλους οὓς γνησίους ὠνόμασεν. ἐκεῖνοι γὰρ
ὥσπερ σφοδροὶ τοῖς πυρετοῖς, οὕτω καὶ τῇ δίψῃ καὶ
τῇ ἀγρυπνίᾳ καὶ τῇ δυσφορίᾳ καί που καὶ τῇ παραφορᾷ
τῆς διανοίας ἐνοχλοῦσι. διὰ δὲ τὴν τοιαύτην ὀξύτητα
καὶ τὴν κρίσιν ἔχουσιν ἐν τάχει γινομένην. ἐν δὲ
τῷ νῦν ἐπιδημήσαντι καύσῳ, καθάπερ τὸ ὀξύτητος ἦν μέτριον
καὶ τῶν ἐπιπόνων συμπτωμάτων οὐδὲν, οὕτως οὐδ’ ἡ κρίσις ἐγίνετο βέβαιος, ἀλλ’ οἷον ἡμίῤῥοπός τις, ὡς ἐξ ὑποστροφῆς
αὖθις κρίνεσθαι τὸ δεύτερον. ἐν γὰρ τῷ φάναι,
σὺν τῇσι διαλειπούσῃσι τὸ προκεκρίσθαι μὲν ἐνδεῶς, ἐξ
ὑποστροφῆς δὲ κριθῆναι τὸ δεύτερον ἐνεδείξατο.
τότε γενόμενα.
ἐγένετο. καὶ λέλεκται πρόσθεν ἡ αἰτία τούτου. τὰ
φρενιτικὰ δ’ οὐκ ἐγένετο, διότι μὴ ἐπληροῦτο τούτοις ἡ κεφαλὴ
τῆς καταστάσεως ὅλης ψυχρᾶς οὔσης. ἐδείχθη δ’ ὅτι
φρενίτιδες ὑπὸ θερμαινομένων τῶν κατὰ τὸν ἐγκέφαλον χωρίων
γίνονται.
τέσσαρας περιόδους. ἐν ἑπτὰ δὲ τελέως ἐκρίνοντο, οὐδ’
ὑπέστρεψαν οὐδενὶ τούτων.
τοῖς περὶ κρίσεων ἐπιδέδεικται τά τ’ ἄλλα καὶ ὅτι διὰ πλεονεξίαν
χολῆς ξανθῆς οἵ τε καῦσοι καὶ οἱ τριταῖοι γίνονται
καὶ τοῦτο ἔχοντες κοινὸν διαφέρουσι τοῖς τόποις ἐν οἷς
ὁ πλεονάζων ἀθροίζεται χυμός. ἐν μὲν γὰρ τοῖς καύσοις
κατὰ τὰς φλέβας πλεονάζει καὶ μάλιστα τὰς καθ’ ἧπαρ καὶ
γαστέρα. τριταῖοι δὲ πυρετοὶ γίνονται κατὰ τὰς ἐν ὅλῳ
τῷ σώματι σάρκας ἐπικρατούσης τῆς ξανθῆς χολῆς. ἐπισχεθείσης
οὖν τῆς διαπνοῆς τοῖς φύσει χολώδεσιν, ὅσον ἐν
τῷ σαρκώδει γένει τῆς χολῆς ἀθροιζόμενον ἐκενοῦτο πρότερον,
οὐ κενωθὲν ἐν τῇ νῦν καταστάσει, τοὺς τριταίους ἐγέννησε
πλείους τῶν καύσων. ἐκεῖνοι γὰρ οὐ πάνυ τι τὴν γένεσιν
ἐξ ἐπισχέσεως ἔχουσι χολωδῶν περιττωμάτων, ἀλλὰ τῆς ἐν τοῖς ἀγγείοις τε καὶ σπλάγχνοις θερμασίας ἀπεκταθείσης,
ἐκφλογωθείσης τῆς καταστάσεως τῆς θερμῆς ἰσχυρῶς,
ὡς γίνεται τοῖς γυμνασαμένοις ἐπὶ πλέον ἢ φροντίσασιν
ἰσχυρῶς ἢ διατρίψασιν ἐπὶ πλέον ἐν ἡλίῳ ἢ ἐδέσμασι
καυσώδεσι χρησαμένοις δαψιλῶς ἢ καὶ τὰ πλεῖστα τούτων
ἢ καὶ τὰ πάντα πράξασί τε καὶ παθοῦσιν. ἀλλ’ οὐχ ἡ νῦν
κατάστασις ἰσχυρῶς θερμὴ, διόπερ οὐδ’ οἱ καῦσοι πολλοῖς
ἐγίγνοντο, μᾶλλον δὲ τοῖς λίαν χολώδεσι, καὶ τούτοις μετριώτατοι.
τοῖς δ’ αὐτοῖς τούτοις εἰκότως μᾶλλον οἱ τριταῖοι
συνέβησαν ἐκ τοῦ τὰς εἰθισμένας ἀποῤῥοίας τῶν χολωδῶν
περιττωμάτων ἐπισχεθῆναι. κατὰ λόγον οὖν τούτοις ἐπιπονώτεροί
τε τῶν καύσων ἐγίνοντο, διότι καὶ γνησιώτεροι καὶ
τὰς κρίσεις οἰκείας ἔσχον.
ἤρξαντο. ἔστι δ’ οἷσιν οὐκ ὀλίγοισιν ἐξ ἄλλων πυρετῶν
καὶ νοσημάτων ἀποστάσιες ἐς τεταρταίους ἐγίνοντο. μακρὰ δὲ, ὡς εἴθισται, τουτέοισι καὶ ἔτι μακρότερα
ξυνέπιπτον.
ἀλλ’ ἐκ τοῦ μὴ κενοῦσθαι ταῖς μελαγχολικαῖς φύσεσι
τὴν περιουσίαν τῆς μελαίνης χολῆς ἁλῶναι τοῖς τοιούτοις
νοσήμασι συνέβη. χρονίσαι δ’ αὐτοὺς ἐγένετο τῆς καταστάσεως
οὔσης ὑγρᾶς καὶ ψυχρᾶς, ἐν ᾖ πάντα τὰ αἴτια μέχρι
πλείστου κατὰ τὸ σῶμα μένει, μήτε πεττόμενα μήτε
διαπνεόμενα. μέμνητο δὲ πάλιν ἐνταῦθα τῆς περὶ τοὔνομα
χρήσεως, τοῦ Ἱπποκράτους εἰπόντος ἀποστάσεις ἐς τεταρταίους
γεγονέναι. φαίνεται οὐ μόνον κατ’ ἔκρουν ἀποστάσεις
τινὰς ὀνομάζων, ἀλλὰ καὶ κατὰ μετάστασιν ἐξ ἑτέρου
νοσήματος εἰς ἕτερον.
κατακειμένοισιν.
τῆς καταστάσεως κράσει τὴν γένεσιν ἔχοντες εἰκότως ἐγένοντο
πολλοί τε καὶ πολλοῖσιν. ἡ γὰρ ὑγρά τε καὶ ψυχρὰ
κατάστασις, ὥσπερ ὁ χειμὼν, φλεγματώδη γεννᾷ χυμὸν, ἐφ’ ᾧ
τοὺς ἀμφημερινοὺς ἐδείξαμεν γίνεσθαι πυρετούς. οἱ πλάνητες
δὲ ποικιλωτέρων χυμῶν ἐδείχθησαν ἔκγονοι. θαυμαστὸν
362 δ’ οὐδὲν, εἰ πολλῷ χρόνῳ περιέμενον οἱ τοιοῦτοι
πυρετοὶ, τῆς καταστάσεως ὑγρᾶς καὶ ψυχρᾶς ὑπαρχούσης
καὶ διὰ τοῦτο μήτε πέπτεσθαι τοὺς χυμοὺς ἐπιτρεπούσης,
ἢ ἄλλως χρονίοις τε καὶ δυσπέπτοις διὰ τὴν ψύξιν.
οἱ πυρετοὶ παρείποντο.
οὔσης ἐμνημόνευσεν, ἀλλὰ τῆς μετὰ τὴν ἄλλην
κατάστασιν ἐν τῷ δευτέρῳ ἔτει, καθότι καὶ πρόσθεν ἐλέγομεν
ἐπὶ τέλει γὰρ ἐκείνης τῆς καταστάσεως ἔγραψε· ταχὺ
δὲ περὶ ἀρκτοῦρον ἐν βορέοισι πολλὰ πάνυ ὕδατα καὶ μετὰ
τοῦτο δ’ εἶπεν, ὡς ἐπὶ τὸ κατὰ φύσιν ἤδη τῆς τῶν ὡρῶν τάξεως
ἀφιγμένης καὶ τοῦ λοιποῦ παντὸς τοῦ μετὰ τὴν ἀρκτοῦρον,
ὥσπερ γε καὶ τοῦ μετὰ τὸν χειμῶνα. εἰκότως οὖν ὅσα τῆς
πρώτης καταστάσεως ἦν λείψανα, κατὰ τὸ φθινόπωρον ἐπέφθη
καὶ τοῦ χειμῶνος οὐδεμίαν οὐκέτι νόσον ἐπιδεόμενοι οἱ Θάσιοι.
καὶ ἐπύρεσσον καὶ ἐπὶ πυρετοῖσιν ἐγίνοντο σπασμοὶ,
χρόνια μὲν τοῖσι πλείστοισι τουτέων, ἀβλαβέα δὲ, εἰ μὴ
ἐπὶ τοῖσι καὶ ἐκ τῶν ἄλλων πάντων ὀλεθρίως ἔχουσιν.
ἁλίσκεσθαι διὰ τὴν ἀσθένειαν τοῦ νευρώδους γένους.
διὰ τοῦτο γὰρ καὶ ῥαδίως ἐπὶ σμικραῖς προφάσεσι γίνεται
τὸ πάθος αὐτοῖς καὶ ἧσσον κινδυνῶδές ἐστι. φησὶ δὲ τοὺς
σπασμοὺς ἐνίοις μὲν ἐξ ἀρχῆς εὐθὺς γίνεσθαι, τισὶ δὲ πυρετοῦ
προγενομένου, παρὰ τὴν ἐπιτηδειότητα δηλονότι τὴν
πρὸς ἑκάτερον ὑπάρχουσαν τοῖς ἁλισκομένοις τοῖς σπασμοῖς
καὶ τῷ πυρετῷ. πρὸς ὃ γὰρ ἐπιτηδειότερον εἶπεν
ἕκαστος, ἐκεῖνο πρότερον ἐγίγνετο, μετ’ αὐτὸ δὲ ἠκολούθει
τὸ δεύτερον. ἐχρόνιζον δ’ εἰκότως οἱ σπασμοὶ τοῦ δευτέρου
φθινοπώρου πάλιν, περὶ οὗ κατὰ τὸ τέλος ἔγραψε τῆς
ὅλης καταστάσεως, ὑγροῦ καὶ ψυχροῦ καὶ βορείου
γενομένου.
δὲ πᾶσι τριταιοφυέα τρόπον, μίαν μὲν ὑποκουφίζοντες
καὶ μίαν ἐπιπαροξυνόμενοι, πάντων βιαιότατοι τῶν τότε γενομένων καὶ μακρότατοι καὶ μετὰ πόνων
μεγίστων γενομένοι, πρῃέως ἀρχόμενοι καὶ τὸ ὅλον ἐπιδιδόντες
ἀεὶ καὶ παροξυνόμενοι ἐν κρισίμοισι καὶ ἀνάγοντες
ἐπὶ τὸ κάκιον, σμικρὰ διακουφίζοντες καὶ ταχὺ πάλιν ἐξ
ἐπισχέσεως βιαιοτέρως παροξυνόμενοι, ἐν κρισίμοισιν ὡς
ἐπὶ τὸ πολὺ κακούμενοι. ῥίγεα δὲ πᾶσιν ἀτάκτως καὶ
πεπλανημένως ἐγίνοντο. ἐλάχιστα δὲ καὶ ἥκιστα τουτέοισιν,
ἀλλ’ ἐπὶ τῶν ἄλλων πυρετῶν μείζω.
πυρετοὶ τοὺς παροξυσμοὺς ἐποιοῦντο, μεγάλην
ἂν ἡμῖν ἀπορίαν ὑπέλιπεν ζητοῦσιν εὑρεῖν τίνας ὀνομάζει
τριταιοφυεῖς. ἐπεὶ δ’ αὐτὸς εἶπε, τὸν τρόπον τῶν τρι 47 ταιοφυέων,
οὐκέτι περὶ πράγματός ἐστιν ἡ ζήτησις, ἀλλ’
ὥσπερ σημαινομένου τοῦ τριταιοφυοῦς ὀνόματος. ἐπισυνάπτεται
δὲ τούτῳ καὶ τὸ περὶ τοῦ τριταίου τε καὶ ἡμιτριταίου καὶ τῆς ἑκατέρων διαφορᾶς ἀκριβοῦς τριταίου καὶ
οὐκ ἀκριβοῦς, ἀλλ’ ὅτι βραχύ τι παραυξηθέντος ἢ πλέον ἢ
ἐπὶ πλεῖστον, ἄχρι τε πόσου τούτων ἕκαστος ἐκτείνεται
καὶ τίς μὲν ὁ μέγας ἡμιτριταῖός ἐστι, τίς δ’ ὁ μέσος,
τίς δ’ ὁ μικρός. Ἀγαθίνῳ γοῦν ὅλον βιβλίον γέγραπται
πρῶτον περὶ ἡμιτριταίων, τὸ σημαινόμενον ὑπὸ τῆς προσηγορίας
ταύτης ἐπεξηγουμένῳ. ἐὰν δὲ καὶ τὰ τοῖς μεθοδικοῖς
γεγραμμένα περὶ αὐτοῦ διέρχωμαι νῦν ἢ τὰ μετὰ ταῦτα
ὑπ’ Ἀρχιγένους οὐχ ἅπαξ, ἄλλὰ πλεονάκις ἐν πλείοσι
πραγματείαις εἰρημένα, μετὰ τοῦ καὶ διακρίνειν ὅσα καλῶς
ἢ μὴ καλῶς εἰρήκασι, τρία μοι νομίζω βιβλία πληρωθήσεσθαι.
τό γε μὴν εἰς τὰ τῆς τέχνης ἔργα χρήσιμον εἴρηται μὲν ἤδη
κἀν τοῖς περὶ τῶν πυρετῶν διαφορᾶς· εἰς δὲ τὰ παρόντα
βέλτιόν ἐστι συγγράψαι τὸ λεγόμενον εἶδος τοῦ πυρετοῦ τῇ
καταστάσει. φησὶν οὖν αὐτὸς τῇ μὲν ἑτέρᾳ τῶν ἡμερῶν
παροξύνεσθαι, τῇ δὲ ἑτέρᾳ ὑποκουφίζεσθαι. μετὰ γὰρ τῆς
ὑπὸ προθέσεως γράψαντος αὐτοῦ τὸ ῥῆμα καὶ ἡμᾶς ἀκούειν
προσῆκον ἕτερόν τι σημαινόμενον ἐκ τῆς συνθέτου φωνῆς. παρὰ τὴν ἁπλῆν. τὸ μὲν γὰρ κουφίζεσθαι δύναιτ’ ἄν
τις ἀκούειν τὴν ἀξιόλογον ἔνδοσιν σημαίνειν τοῦ πυρετοῦ,
τὸ δ’ ὑποκουφίζεσθαι μετριωτέραν. οὐ μὴν διωρισμένως
τε καὶ σαφῶς ἐδήλωσεν εἴτε παροξύνονται τῇ ἑτέρᾳ τῶν
ἡμερῶν οἱ οὕτω πυρέξαντες ἕτερον παροξυσμὸν ἐλάττονα
τοῦ κατὰ τὴν προτεραίαν, εἴτε καὶ διαμένων ἐκεῖνος ἐκουφίζετο
κατὰ τὴν δευτέραν. δοκεῖ γέ μοι οὖν μᾶλλον ἐμφαίνειν
ἡ λέξις ἕνα γίνεσθαι τὸν διὰ τρίτης παροξυσμὸν, ὑποκουφίζοντα
κατὰ τὴν ὑστεραίαν. λέγει δὲ καὶ ῥίγη γίνεσθαι
τούτοισι πεπλανημένως, ὅπερ σημαίνει τὸ μὴ καθ’ ἕκαστον
παροξυσμὸν, ἀλλ’ ἐνίοτε, καὶ ταῦτα σμικρά. οὕτως δὲ καὶ
ἱδρῶτας ὀλίγους, ἀλλὰ καὶ ψύξιν ἀκρέων δυσεκθερμάντων,
ἐξ ὧν ἁπάντων δῆλόν ἐστιν ὠμῶν καὶ φλεγματικῶν χυμῶν
σηπομένων γίνεσθαι τὸν τοιοῦτον πυρετὸν, ἐπιμεμιγμένης
αὐτοῖς ξανθῆς χολῆς. ὁ μὲν οὖν ἐπὶ μόνῃ τῇ τοιαύτῃ χολῇ
συνιστάμενος ὀνομάζεται τριταῖος, ὁ δὲ καὶ τὸν ὠμὸν χυμὸν
ἰσοσθενῆ προσλαβὼν, ἀκριβὴς ἡμιτριταῖος γίνεται, πλεῖστον
ἐν Ῥώμῃ γινόμενος, ὡς ἂν τῶν κατὰ τὴν πόλιν ἀνθρώπων οἰκειότατος ὤν. αὐτὸς μὲν οὖν φρικώδης τ’ ἐστὶ
καὶ μετὰ τῶν καλουμένων ἀναδιπλώσεων γίνεται, παροξύνων
οὐ μόνον τῇ προτέρᾳ τῶν ἡμερῶν, ἀλλὰ καὶ τῇ μετὰ ταύτην,
ἐλάσσονά τε τῶν προγεγενημένων παροξυσμὸν, ἧττόν τε
φρικώδη καὶ τὴν ἐπανάληψιν ἤτοι γ’ ἧττον ἢ οὐδ’ ὅλως
ἔχοντα. νυνὶ δὲ περὶ τοῦ διὰ τρίτης μὲν γινομένου, κουφίζοντος
δὲ κατὰ ταῦτα τὴν ἑτέραν ἡμέραν ὁ λόγος ἐστὶν, ὃς
δόξῃ εἶναι ἐγγυτέρω τῆς τοῦ ἐπιπαροξυνομένου τριταίου φύσεως,
πλέον ἀποκεχωρηκὼς τοῦ ἡμιτριταίου. μεγάλη γὰρ
ἀπόστασις τό τε μὴ παροξύνεσθαι τῇ ἑτέρᾳ τῶν ἡμερῶν καὶ
τὸ χωρὶς ἀναδιπλώσεως γίνεσθαι. καὶ τό γε μὴν σμικρὸν
ῥῖγος ἐγγύς ἐστι τῇ φρίκῃ. καίτοι οὐδὲ τοῦτο συνεισβάλλειν
εἰσαεὶ τοῖς παροξυσμοῖς εἶπεν, ἀλλὰ πεπλανημένως, εἰ
μή τι ἄρα τὸ πεπλανημένως ἐπὶ μὲν τῶν ἄλλων πυρετῶν
εἶπεν, ἐπὶ δὲ τῶν τριταιο 363 φυέων οὐκ εἶπεν. ἐλάχιστα
δὲ καὶ ἥκιστα ῥίγη γίνεσθαι τούτοισιν εἰπὼν τὴν φρίκην
μὲν ἐδήλωσεν, οὐκ ἀφείλετο δὲ τελέως αὐτὰ τῶν παροξυσμῶν.
48 ὅπως δ’ ἄν σοι ᾖ περὶ τούτων πρόδηλον, τοῦτό γε τοιοῦτόν ἐστιν, ὅτι οὗτος ὁ πυρετὸς εἰκότως εἴρηται
τριταιοφυής. οὔτε γὰρ ἡμιτριταῖός ἐστιν ὡς ἂν μήτε τῇ
δευτέρᾳ παροξυνόμενος, ἀναδιπλώσεις τε μὴ ποιούμενος,
οὔτε παρεκτεταμένος, εἴ γε μηδ’ ὅλως εἰς ἀπυρεξίαν τελευτᾷ.
δίκαιον οὖν ἦν αὐτῷ τινὰ προσηγορίαν παρακειμένην ταῖς
προειρημέναις προσειπεῖν. ἦν δ’ ὁ λόγος εἰπεῖν οὐκέτ’ οὐδεμίαν
παρὰ τὴν τοῦ τριταιοφυοῦς· τό γε μὴν ἐν κρισίμοις
ὡς ἐπὶ τὸ πολὺ κακοῦσθαι τριταιοφυῶν ἴδιον, οὐ κοινὸν
ἁπάντων ἐστίν. ἐμάθομεν δ’ ἐν τοῖς περὶ κρισίμων τοῖς
κακοήθεσι νοσήμασι τοῦτο γινόμενον, σμικρὰ κουφίζοντες καὶ
ταχὺ πάλιν ἐξ ἐπισχέσεως βιαιοτέρως παροξυνόμενοι τῷ μεμνημένῳ
τῶν εἰρημένων ἐν τοῖς περὶ κρίσεών τε καὶ κρισίμων
καὶ τοῖς περὶ διαφορᾶς πυρετῶν, οὐδὲν ἔτι δευτέρας
ἀναμνήσεως δεῖται. δέδεικται γὰρ ἐν ἐκείνοις ὑπὲρ ἁπάντων
τῶν τοιούτων ὁποῖον καὶ τὸ νῦν εἰρημένον ἐστὶ, τὸ
διακουφίζοντες. οἱ γοῦν τοιοῦτοι πυρετοὶ τὴν γένεσιν ἔχουσιν
οὐκ ἐξ ἑνὸς, ἀλλὰ καὶ ἐκ πλεόνων χυμῶν, ὧν ὁ μὲν
θερμότερος ἀνάπτει τὸν ὀξὺν πυρετὸν ἐν τάχει τε παύεται. τούτου δὲ κατειληφότος τὸ σῶμα συμβαίνει διαφθείρεσθαί
τε καὶ σήπεσθαι τοῖς ψυχροτέροις, εἶθ’ οὕτως ἀνάπτεσθαι
πάλιν ἐκ τῆς γινομένης ἐπισχέσεως, ὅπερ ἐστὶν οἷον ἀναπαύσεως
καὶ μειώσεως τοῦ πυρετοῦ. χείρων δὲ τοῦ πρόσθεν
ὁ τοιοῦτος γίνεται πυρετὸς, ὡς ἂν προκεκμηκυῖαν ἤδη τὴν
δύναμιν ἐκ τῶν ὀχληρῶν εὑρών. εὔδηλον γὰρ ὅτι κᾂν ἴσος
ᾖ τῷ μεγέθει, πολὺ γοῦν μειζόνως ἂν ὀχλεῖ τὰς μὲν ἰσχυροτέρας
δυνάμεις, μᾶλλον δὲ τῶν τὰς ἀσθενεστέρας.
δυνατὸν δὲ καὶ τοῖς ἄνευ πυρετοῦ πάθεσιν, οἷον τοῖς
σπασμοῖς ἱδρῶτας ἐπιφανῆναι πολλοὺς ἐκ τῆς ἠθροισμένης
ἐν τῷ σώματι πολλῆς ὑγρότητος ψυχρᾶς διὰ τὴν κατάστασιν,
ὑπὸ δὲ τῆς τοῦ σπασμοῦ βίας ἐκκρινομένης· ἀλλὰ καὶ οἷς γέ τισιν ἔφη γενέσθαι, τούτοις οὖν αὐτοῖς καὶ εἰκός
ἐστιν, ἱδρῶτες πολλοί.
βλάβας φέροντες.
τριταιοφυέσιν ἱδρῶτες συνήδρευον οὐδὲν ὠφελοῦντες. ἡ
δ’ αἰτία πρόδηλος, ἀποδεδωκότων ἡμῶν ἀπέπτοις 49 νοσήμασιν,
οὔτ’ ὠφελεῖν τοὺς ἱδρῶτας οὔτ’ ἀγαθὸν εἶναι σημεῖον
ἢ γὰρ πλεονεξίαν ὑγρῶν· ἢ ἀῤῥωστίαν δυνάμεως ἐνδείκνυται.
ἀναθερμαινόμενα.
παροξυσμοῖς δυσεκθέρμαντα γίνονται τὰ ἄκρα καὶ διὰ πλῆθος
δὲ ψυχρῶν χυμῶν, ὡς ἀπεδείξαμεν ὑπὲρ ἀμφοτέρων ἐν
ταῖς προειρημέναις πραγματείαις.
κωματώδεες.
ἐν μέρει, οὐ μὴν τὸ σύνολόν γε ἐπὶ τούτοις, οὐδ’ ἐναντίωσις
σφοδρά. φησὶ γὰρ αὐτοῖς ἐν μέρει καὶ τὸ κωματῶδες
σύμπτωμα γεγονέναι. τοῦτο δ’ ἐστὶν ὅταν καταφέρωνται,
μὴ δυνάμενοι τὰ τῶν ἐγρηγορότων πράττειν, ὡς
ἀπεδείξαμεν.
κάκισται.
ὡς ἔμπροσθεν εἶπον, εἰκὸς ἦν ταραχώδεις γίνεσθαι αὐτάς.
τούτοις οὖν τοῖς τριταιοφυέσιν, ὑπὲρ ὧν ποιεῖται τὸν λόγον,
ὡς ἂν κακοηθεστέροις τῶν ἄλλων νοσημάτων, ἀναγκαῖον
ἦν καὶ κατὰ τὴν γαστέρα χείρους γίνεσθαι.
ἄχροα καὶ κατὰ χρόνον σμικρὰ πεπαινόμενα κρισίμως, ἢ
πάχος μὲν ἔχοντα, θολερὰ δὲ καὶ οὐδὲ καθιστάμενα,
οὐδὲ ὑφιστάμενα, οὐδὲ πεπαινόμενα, ἢ σμικρὰ καὶ ὠμὰ
καὶ κακὰ, τὰ δὲ ὑφιστάμενα καὶ κάκιστα ταῦτα πάντα.
γράμματος ἐδίδαξε, ταῦτα καὶ νῦν ὡς ἐπὶ παραδειγμάτων
διὰ τῶν κατὰ μέρος πιστοῦται· προεξηγησάμενοι δὲ κατὰ
τὸ προγνωστικὸν οὐδὲν ἔτι δεόμεθα περὶ τῆς συμφωνίας τούτων πρὸς ἐκεῖνα λέγειν, ἐναργῶς φαινομένης, ἐδείχθη
γὰρ ἡμῖν ἐν ἐκείνοις ὠμῶν καὶ ἀπέπτων χυμῶν σημεῖα
τὰ τοιαῦτα.
βλάβην οὐδ’ ὠφελείην γινομένην διὰ βηχὸς τότε.
αἱ βῆχες ἐπιφέρειν.
καὶ ἀκρίτως τὰ πλεῖστα τουτέων διετέλει γινόμενα
καὶ τοῖσι πάνυ ὀλεθρίως ἔχουσι καὶ τοῖσι μή. εἰ
γάρ τινες αὐτέων διαλείποιεν μικρὰ, ταχὺ πάλιν ὑπέστρεφον.
ἔστι δ’ οἷσιν ἔκρινεν αὐτῶν ὀλίγοισιν, οἷσι τὰ
βραχύτατα γίγνοιτο περὶ ὀγδοηκοστὴν ἐοῦσι καὶ τούτων ἐνίοις ὑπέστρεψαν, ὥστε κατὰ χειμῶνα τοὺς πλείστους
αὐτέων ἔτι νοσεῖν, τοῖσι δὲ πλείστοισιν ἀκρίτως
ἐξέλειπον.
οὗτος, οὐ τοῦ προτέρου, κατὰ τὴν προτέραν αὐτῷ λελεγμένου
τῆς ὅλης καταστάσεως. ἅπαντα γὰρ ταῦτα τὰ νοσήματα
περὶ ὧν ὁ λόγος αὐτῷ νῦν ἐστὶν, ἤκμασε μάλιστα
καὶ κατὰ τὸ δεύτερον φθινόπωρον, εἶτα τινὰ μὲν αὐτῶν
ἐπαύσατο χειμῶνος ἀρχομένου, τινὰ δὲ μέχρι πλείονος ἐπετάθη.
364 τὸ δ’ ἄτακτον αὐτῶν καὶ ὑποστροφῶδες
ἐπὶ τῇ ψυχρότητι δηλονότι καὶ τῷ πλήθει τῶν ἐργαζομένων
τὰ νοσήματα χυμῶν εἰκότως ἀπήντησε, διὸ καὶ συμπεσεῖν
ὁμοίως αὐτὰ τοῖς περιγενομένοις.
οὔ. πολλῆς δέ τινος γενομένης ἀκρισίης καὶ ποικίλης ἐπὶ τῶν νοσημάτων καὶ μεγίστου μὲν σημείου καὶ κακίστου
διὰ τέλεος παρεπομένου, τοῖσι πλείστοισιν ἀποσίτους εἶναι
πάντων γευμάτων, 51 μάλιστα δὲ τουτέων οἷσι καὶ τὰ
ἄλλα ὀλεθρίως ἔχοι. διψώδεες δὲ οὐ λίην ἀκαίρως ἦσαν ἐπὶ
τοῖσι πυρετοῖσι τούτοισιν.
προσφορὰς ἀγαθὸν μέγιστον ἑτέρωθι πρὸς αὐτοῦ λέλεκται
καὶ καθόλου καὶ νῦν καὶ διά τινος τοῦ κατὰ μέρος παραδείγματος
ἐπιστώθη. τὸ δὲ μὴ λίαν αὐτοὺς διψώδεις εἶναι
τῇ ποιότητι τῶν πλεοναζόντων χυμῶν εἰκότως
ἠκολούθησε.
συντήξεως, ἐπὶ τουτέων ἀποστάσιες ἐγίγνοντο ἢ μείζους
ὥστε ὑποφέρειν μὴ δύνασθαι ἢ μείους ὥστε μηδὲν ὠφελέειν, ἀλλὰ ταχὺ παλινδρομέειν καὶ ξυνεπείγειν ἐπὶ τὸ
κάκιον.
γίνονται· εἰ μὲν σμικραὶ εἶεν αἱ ἀποστάσεις, οὐδὲν
ὠφελοῦσιν, εἰ δὲ μεγάλαι, φέρειν αὐτὰς ἡ δύναμις οὐ δύναται.
ὅτι δὲ καὶ νῦν τὰς κατ’ ἔκρουν κενώσεις ἀποστάσεις
ὀνομάζει διὰ τῆς ἐπιφερομένης ῥήσεως σαφῶς ἐδήλωσε.
καὶ λειεντερίαι καὶ ῥοώδεες, ἔστι δ’ οἷσι καὶ ὕδρωπες, μετὰ
τούτων καὶ ἄνευ τούτων ἆσαι.
γεγονέναι φησὶν ἀποστάσεις, ταύτας νῦν διεξέρχεται κατὰ
μέρος. προείρηται δ’ ἡμῖν ἐν τοῖς πρόσθεν εἰκότως γενέσθαι
τὰ τοιαῦτα νοσήματα τῶν περιττωμάτων εἰς τὴν γαστέρα συῤῥεόντων, τὰς μὲν δυσεντερίας δηλονότι μετὰ
τῶν αἱματωδῶν διαχωρημάτων καθ’ ὁντιναοῦν τρόπον
γενομένας, τοὺς δὲ τεινεσμοὺς τάσεις ὄντας σφοδρὰς ἐπὶ
τῆς κατὰ τὸ ἀπευθυσμένον ἑλκώσεως, τὰς δὲ λειεντερίας
ταχείας διεξόδους ἀμεταβλήτων σιτίων οὔσας. ῥοώδεις δὲ
λέγει τοὺς χωρὶς τούτων τῶν εἰρημένων παθημάτων διαχωροῦντας,
ἀεί τε καὶ συνεχῶς ὑγρὰ διαχωρήματα. τοὺς δὲ
καὶ εἰς ὑδέρους ὀξεῖς φη 52 σι κατασκῆψαι διὰ τὴν
πλεονεξίαν τῶν ψυχρῶν καὶ ὑγρῶν χυμῶν, ἐνίοις μὲν μετὰ
τῶν προειρημένων συμπτωμάτων, ἐνίοις δὲ ἄνευ τούτων.
ἐπὶ τὸ μηδὲν ὠφελέειν.
νοσήματα πρὸς τῶν ἐκκρίσεων οὐδὲν ὠφελεῖται. ἔφη γὰρ τὰς μὲν πολλὰς βιαίους ταχὺ καθαιρεῖν τὴν δύναμιν,
τὰς δὲ μὴ τοιαύτας οὐδὲν ὀνινάναι. οὐσῶν δὲ καὶ τούτων
διττῶν, οὐδὲν ὠφελήσουσιν αἱ χωρὶς τοῦ πεφθῆναι, ἅτε καὶ
τούτων ἔτι πολλῶν οὐδὲν ὠφελήσει τι χωρὶς τοῦ πεφθῆναι.
καὶ ταχὺ πάλιν ἀφανιζόμενα ἢ παρὰ τὰ ὦτα
οἰδήματα μὴ λυόμενα καὶ οὐδὲν ἀποσημαίνοντα.
χυμῶν ἦν ἀπεψία. εἰ δὲ καί που βιασαμένη τινὰς αὐτῶν
ἡ φύσις ἐκκρίνειν ἐπεχείρησεν, οὐδὲν ἤνυσεν, ἀλλ’ ἡττηθεῖσα
πρὸς αὐτῶν ἢ ἐπέτρεψεν αὐτίκα παλινδρομῆσαι πρὸς
τὸ βάθος, ἢ δι’ ὀλιγότητα τῶν γενομένων ἐκκρίσεων εἰς
ἀπόστασιν ὥρμησε.
κρισίμως ἀπολιπόντα καὶ ταχὺ πάλιν ἐπικρατευόμενα
ἐπὶ τὴν ἐξ ἀρχῆς ἔξιν.
μάλιστα νοσήμασι γίγνεται καὶ ὅτι μάλιστα παρ’
αὐτοῦ μεμαθηκότες ἐκ τοῦ καθόλου καὶ νῦν ἐκ τοῦ κατὰ
μέρος τούτου μαρτυρούμενον ἕξομεν. 53 διὰ δὲ πολλὴν
εἷναι τὴν περιουσίαν τῶν ὠμῶν καὶ ψυχρῶν χυμῶν καὶ
ἀπέπτων εἰς τὸ μέγιστον τῶν ἄρθρων πολλοῖς ἀπέσκηψεν,
ἀλλ’ οὐκ ἐκκρίνοντο, διὰ τὸ δύσπεπτον τῶν χυμῶν. εἰ δέ
τινι τοῦτο ἔδοξε λωφῆσαι, ταχὺ πάλιν ὑπέστρεφε, τοῦτο γάρ
ἐστι τὸ δηλούμενον, ἀπολιπόντα τὰ οἰδήματα, τῆς ἄνω φορᾶς
γεγονυίας, ὑποστρέφοντα δὲ πάλιν ἐπὶ τὴν ἐξ ἀρχῆς ἕξιν ἀνέσκηψε.
καὶ γὰρ καὶ τοῦτο δηλοῦται πρὸς αὐτοῦ διὰ τοῦ φάναι καὶ ταχὺ πάλιν ἐπικρατούμενα ἐπὶ τὴν ἐξ ἀρχῆς
ἕξιν.
ὅσα ἀπὸ γάλακτος ἤδη καὶ πρεσβύτερα, ὀκταέτεα
καὶ δεκαέτεα καὶ ὅσα πρὸ ἥβης ἦσαν. ἐγίνετο δὲ τούτοισι
ταῦτα οὐκ ἄνευ τῶν πρώτων γεγραμμένων. τὰ δὲ
πρῶτα πολλοῖσιν ἄνευ τουτέων.
ὑγρὸν, ἐπὶ πλεῖστον γὰρ τοῦτο τοῦ κατὰ φύσιν ἐξετράπετο
τῆς καθ’ ὑγρότητα καὶ ψυχρότητα μοχθηρίας, ἐπ’ ὀλίγον
ὄντες ψυχροὶ καὶ ξηροί. δέδεικται γὰρ ἡμῖν ἑτοιμότερον
πάσχειν τὰ σώματα πρὸς ἐκείνων τῶν αἰτίων, ὅσα συγγενῆ
ταῖς δυσκρασίαις αὐτῶν ἐστίν.
καὶ πλείστους ἐῤῥύσατο τῶν ὄν 365 των ἐπὶ τοῖς
μεγίστοισι κινδύνοισιν, οἷσιν ἐπὶ τὸ στραγγουριῶδες ἐτράπετο
καὶ ἐς τοῦτο καὶ ἀποστάσιες ἐγίνοντο. ξυνέπιπτε
δὲ καὶ ἐν τοῖσι πλείστοισι τὸ στραγγουριῶδες τῇσι ἡλικίῃσιν
ταύτῃσι γίνεσθαι μάλιστα. ἐγίνετο δὲ καὶ τῶν
ἄλλων πολλοῖσιν ὀρθοστάδην καὶ ἐπὶ τῶν νοσημάτων,
ταχὺ δὲ καὶ μεγάλη τις ἡ μεταβολὴ τούτοισι πάντων
ἐγίνετο· κοιλίαι τε γὰρ εἰ καὶ τύχοιεν ἐφυγραινόμεναι,
κακοήθεα τρόπον ταχὺ ξυνίσταντο, γεύμασί τε πᾶσιν
ἡδέως εἶχον, οἵ τε πυρετοὶ πρῃέες μετὰ ταῦτα. χρόνια
δὲ τουτέοισι τὰ περὶ τὴν στραγγουρίαν καὶ ἐπίπονα
ἦν.
τούτοις γενέσθαι συμπτώματα καίπερ ἔχοντά τινα κοινωνίαν,
ἀλλ’ ἄλλα ἀντ’ ἄλλων. καὶ ἡμεῖς ἔφαμεν ἐκκαθαιρομένου τοῦ σώματος ὅλου τὰ περιττώματα διὰ τῶν νεφρῶν
τὴν στραγγουρίαν αὐτοῖς γίγνεσθαι μὲν καὶ ἄλλως, μάλιστα
δὲ διὰ δριμύτητα τῶν συῤῥεόντων οὔρων, ἐφ’ ᾗ καὶ νῦν
αἰτία συνέστη. μεμνῆσθαι δὲ χρὴ πάλιν ὅτι καὶ νῦν ἀποστάσεις
ἐπὶ στραγγουρίαν ἔφη γε 54 γονέναι καίτοι
κατ’ ἔκρουν, οὐ κατ’ ἀπόθεσιν τῶν λυπούντων χυμῶν ἀποχωρησάντων
ὅλου τοῦ σώματος. ὥσπερ γὰρ διὰ γαστρὸς
πολλάκις ἐκκαθαίρεται τὸ σύμπαν σῶμα, οὕτω καὶ διὰ
νεφρῶν καὶ κύστεως. χρόνια τούτοισι τὰ κατὰ τὴν στραγγουρίαν
καὶ ἐπιπόνως ἐκκαθαίροντες ὅλον τὸ σῶμα διὰ τῆς στραγγουρίας.
ταῦτα δ’ ἀναγκαῖον ἦν πάσχειν τὰ μόρια, δι’ ὧν
ἡ ἔκκρισις ἐγίγνετο τῶν δριμέων οὔρων, δηλονότι δακνόμενα
καὶ τῷ συνεχεῖ τῆς ἀποκρίσεως ἐνοχλούμενα, διόπερ
καὶ ἐπιπόνως εἶχον ἐν αὐτῇ τῇ διόδῳ τῶν οὔρων. χρόνῳ
δ’ αὐτοῖς πλείονι τὰ τοιαῦτα συμπτώματα ἐγίνετο, διὰ τὸ
πλῆθος τῶν ἐκκαθαιρομένων περιττωμάτων.
μιξόπυα μετ’ ὀδύνης.
περιουσίαν τῶν μοχθηρῶν χυμῶν ἐγίνετο, διὸ καὶ πάντες
ἐσώθησαν. ποικίλης δ’ οὔσης αὐτῆς, ὡς ἔμπροσθεν ἔφαμεν,
ἄλλο γὰρ ἄλλῳ τὸ πλεονάζον ἦν, εἰκότως κἀν τοῖς οὔροις
γενέσθαι ποικιλίαν, οὐχ ἅπασιν ὁμοίων γιγνομένων αὐτῶν,
ἀλλὰ τοῖς μὲν τοίως, τοῖς δὲ τοίως.
ὅσα δ’ ἀκινδύνως.
διὰ τῶν οὔρων. τὸ δ’ ὅσα ἀκινδύνως ἔστιν ἔνιοι τῆς ἐχομένης λέξεως προτάττουσιν, ἔνθα καὶ τὴν ἐξήγησιν αὐτοῦ
ποιησόμεθα μετὰ τὴν δευτέραν κατάστασιν.
καλὰς καὶ κρισίμους ἀποστάσιας σκοπέεσθαι.
ἀρχὴν ἐποιήσαντο τῆς νῦν προκειμένης ἐξηγήσεως,
ὡς ἔχειν αὐτὴν οὕτως· ὅσα δ’ ἀκινδύνως πεπασμοὺς τῶν ἀπιόντων
πάντας πάντοθεν ἐπικαίρους ἢ καλὰς καὶ κρισίμους ἀποστάσιας
σκοπεῖσθαι, ἵνα ἡ διάνοια τοῦ λόγου τοιαύτη τις
εἴη. ὅσα δ’ ἀκινδύνως προέρχεται πάθη, σκεπτέον ἐπ’ αὐτῶν
ἐστὶ τοὺς πεπασμούς. ἐγχωρεῖ γε μὴν καὶ αὐτὴν καθ’
ἑαυτὴν ἀναγινώσκειν τὴν προκειμένην ῥῆσιν, ἵν’ ὁ λόγος
ᾖ περὶ πάντων ἁπλῶς νοσημάτων αὐτῷ καθόλου λεγόμενος
τῶν χωρὶς πεπασμοῦ. πέψις γάρ τίς ἐστι τῶν παρὰ φύσιν ὁ πεπασμὸς τοῦ νοσήματος, αὕτη δὲ ἡ πέψις εἰς τὴν
τοῦ πέττοντος οὐσίαν ἀγωγή τίς ἐστι τοῦ πεττομένου.
κατὰ φύσιν μὲν οὖν ἔχοντος τοῦ σώματος, ὅταν καὶ τὸ πεττόμενον
οἰκείαν ἔχῃ φύσιν τῷ πέττοντι, μεταβολὴ καὶ ἀλλοίωσις
ἁπάσης τῆς πεττομένης οὐσίας ἢ τοῦ πλείστου μέρους αὐτῆς
γίνεται, βραχυτάτου περιττεύοντος ἡμῖν ἡμιπέπτου.
παρὰ φύσιν δὲ διακειμένων, ὅπερ ἐστὶν ἀλλοτρίων ὑπαρχόντων
τῇ τοῦ μεταβάλλοντός τε καὶ ἀλλοιοῦντος φύσει,
τὸ μὲν ἐξομοιούμενον ὀλίγον γίνεται, τὸ δ’ ἡμίπεπτον περίττωμα
πολύ. καθάπερ δ’ ἐπὶ τῶν κατὰ φύσιν ἐχόντων
σωμάτων τὰ περιττώματα τὴν πέψιν ἐνεδείκνυτο, κατὰ τὸν
αὐτὸν τρόπον ἐπὶ τῶν νοσούντων σωμάτων ἐνδείξεται. τῶν
μὲν οὖν τὴν γαστέρα τὰ περιττώματα κάτω διαχωρούμενα
τὴν ἀπεψίαν τε καὶ πέψιν ἐκ τῆς ἑαυτῶν ἰδέας ἐνδείκνυται,
τῶν δὲ κατὰ θώρακα καὶ πνεύμονα τὰ κατὰ βηχὸς
ἀναγόμενα, τῶν δὲ κατὰ τὸν ἐγκέφαλον τὰ διὰ τῆς ῥινὸς
ἐκκρινόμενα, τὰ δὲ κατὰ τὰς φλέβας τὰ κατὰ τῶν οὔρων
ἀπερχόμενα. δέδεικται δὲ περὶ τούτων ἔν τε τοῖς περὶ φυσικῶν δυνάμεων ὑπομνήμασι καὶ ἐν τοῖς περὶ κρίσεων
λόγοις, οὐχ ἥκιστα δὲ κἀν τοῖς περὶ τῶν ἐν νόσοις καιρῶν,
οἷς γέγραπται τῶν πεττομένων νοσημάτων τὰ γνωρίσματα.
καὶ νῦν οὖν ὁ Ἱπποκράτης αὐτὸ τοῦτό γε κελεύει πράττειν
ἐπισκοποῦντας τοὺς πεπασμοὺς τῶν νοσημάτων ἐκ τῶν ἐκκρινομένων
περιττωμάτων. ἔνιοι δὲ κατὰ τὸ πέρας τῆς ῥήσεως
ἀντὶ τοῦ σκοπεῖσθαι γράφουσι ποιέεσθαι, πρακτικόν
τινα καὶ θεραπευτικὸν καὶ συμβουλευτικὸν εἶναι βουλόμενοι
τὸν λόγον, οὐ διαγνωρισμός. εἰ μὲν γὰρ σκοπεῖσθαι τοὺς
πεπασμοὺς κελεύει, διαγνωστικός τε καὶ προγνωστικὸς ὁ λόγος
ἐστίν· εἰ δ’ αὖ ποιεῖσθαι, θεραπευτικός ἐστιν. εὔδηλον
δ’ ὅτι πεπασμοὺς ἐργάζεται τὰ συμμέτρως θερμαίνοντα
πάντα, τοῦτο μὲν ἐδέσματα, τοῦτο δὲ καταντλήματα καὶ
καταπλάσματα, καὶ τρίψις δὲ μετρία καὶ λουτρὸν ἐκ τούτου
τοῦ γένους εἰσίν. εἴρηται δ’ αὐτῶν πάντων ἡ κατὰ μέρος
χρῆσις ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν. οὐ
μόνον δὲ πεπασμοὺς τῶν νοσημάτων σκοπεῖσθαι προσῆκεν
ἡ ποιεῖν αὐτὸν, ἑκάτερον γὰρ ἀληθὲς, ἀλλὰ καὶ τὰς ἀποστάσεις
τὰς κατ’ ἔκρουν, ὅπερ καὶ μάλιστα χρὴ σπουδάζειν, ἤτοι τὰς κατ’ ἀπόθεσιν εἰς ἀκυρώτερα μέρη· δεύτερος γὰρ
οὗτος σκοπὸς ἀποτυγχανομένου τοῦ κατ’ ἔκρουν. εἰ μὲν οὖν
ἐπὶ γαστέρα ῥέποι τὰ περιττώματα, ταῦτα συνεργεῖν προσήκει,
κλύσμασί τε χρώμενον ἐπισπᾶσθαι δυναμένοις ἐνταῦθα
καὶ τοῖς κατὰ τὴν δίαιταν πᾶσαν εἰς τοῦτο συντελοῦσιν.
εἰ δ’ ἐπὶ νεφροὺς, τοῖς οὐρητικοῖς, εἰ δὲ ἐπὶ κῶλον, ἐκεῖνο
θερμαίνοντα διὰ τῶν δριμυτέρων φαρμάκων.
σημαίνουσι.
μὲν σκοπεῖσθαι τοὺς πεπασμοὺς ἀξιοῦν, ἐνίους δὲ καὶ ποιεῖσθαι
καὶ γράφειν ἑκατέρους τὸ τέλος τῆς ῥήσεως διττῶς
ἐξηγουμένους, τοὺς μὲν ἑτέρους σκοπεῖσθαι τοῖς ἰατροῖς,
τοὺς δὲ ἑτέρους ποιεῖσθαι. χρησίμως δ’ ἔφην ἑκάτερον ἀσκεῖσθαι τοῖς ἰατροῖς, ὥστε καὶ σκοπεῖσθαι γεγραμμένον,
εἰ πάντως ἀκολουθεῖ αὐτῷ καὶ τὸ ποιεῖσθαι. μιμητὴν γὰρ
ἅμα καὶ ὑπηρέτην ὁ Ἱπποκράτης ἀξιοῖ τὸν ἰατρὸν εἶναι
τῆς φύσεως. ὅτι μέντοι βέλτιόν ἐστι γράφειν ἐπὶ τῆς προτέρας
ῥήσεως τὸ σκοπεῖσθαι δῆλον ἐποίησε κατ’ αὐτὴν
εἰπὼν τοὺς πεπασμοὺς σημαίνειν ταχύτητα κρίσεως καὶ
ἀσφάλειαν ὑγιεινήν. οὐδὲ γὰρ ἂν ἔφησε σημαίνουσιν, ἀλλὰ
ποιέουσιν, εἰ συνεβούλευσε τοῖς ἰατροῖς αὐτοῦ ἐργάζεσθαι τοὺς
πεπασμούς. ἀλλὰ τοῦτο μὲν ἐν οἷς θεραπεύει τὰ νοσήματα
συμβουλεύει. νῦν δὲ κατὰ τὴν τῶν ἐπιδημιῶν πραγματείαν
εἰς διαγνώσεις αὐτοὺς καὶ προγνώσεις ἐπανατείνει, συνεμφαινομένης
μὲν ἐν τῇ καθόλου καὶ τῆς θεραπευτικῆς
ὁδοῦ, μὴ μέντοι λεγομένης. ὅτι δὲ συνεμφαίνεται δῆλον.
εἰ γὰρ ἀξιοῖ τὰ καλῶς ὑπὸ τῆς φύσεως γινόμενα μιμεῖσθαι
τὸν ἰατρὸν, εἰ πεπασμοὶ δὲ ἔργον αὐτῆς ἐστὶν, εὔδηλον ὅτι
καὶ τάχος κρίσεως καὶ ἀσφάλειαν καὶ ὑγείαν δηλώσουσι, καὶ
ἡμεῖς δὲ συνεργοῦντες αὐτοῖς ἐργασόμεθα πεπασμούς.
ἀκρισίας ἢ πόνους ἢ χρόνους ἢ θανάτους ἢ τῶν αὐτῶν
ὑποστροφάς.
τῶν νοσωδῶν αἰτίων, οὕτω καὶ μὴ κρατούσης τὰ ἐναντία.
τῷ μὲν οὖν ἐπὶ τῶν πεπασμῶν εἰρημένῳ, ταχύτητα κρίσεως,
ἐναντίον ἐστὶ τὸ χρονίζειν τὰ νοσήματα, τῷ δ’ ἐπ’ ἐκείνοις
ἀσφάλειαν ἀντίκειται τό τε τῆς ἀκρισίας καὶ τὸ τοῦ
θανάτου καὶ τὸ τῶν αὐτῶν ὑποστροφάς. τῷ δ’ ἐπ’ ἐκείνοις
ὑγιεινὴν κοινῇ μὲν πάντα τὰ νῦν εἰρημένα καὶ κατὰ μέρος
δὲ οἱ πόνοι. τὰ γὰρ ὑγιαίνοντα σώματα τὴν εἴτ’ ἀπονίαν
εἴτ’ ἀνωδυνίαν εἴτ’ ἀοχλησίαν ἐθέλοις ὀνομάζειν, 57 ἴδιον
ἀχώριστον ἔχει. τὸ δὲ τῆς ἀκρισίας ὄνομα μέμνημαι δήπου
λεγόμενον ὑπ’ αὐτοῦ διττῶς, ὡς ἤτοι μηδ’ ὅλως ἐσομένης
κρίσεως ἢ μοχθηρῶς ἐσομένης, κατ’ ἄμφω τε ταῦτα τὰ σημαινόμενα
ταῖς ἀπεψίαις τῶν νοσημάτων ἀκολουθοῦσιν αἱ ἀκρισίαι. μέμνησθε δὲ, ὡς ἡ ὅλη πέψις τοῦ νοσήματος ἐν
τῇ τῶν χυμῶν ἀλλοιώσει γίνεται. διά τε γὰρ τῶν στερεῶν
σωμάτων ἡ φύσις διατέταται, δύναμις ἐκείνων οὖσα, καὶ τὸ
πέττεσθαι τοῖς χυμοῖς ὑπὸ τῶν στερεῶν ὑγιαινόντων γίνεται,
ὡς ὅταν γε καὶ αὐτὰ ταῦτα νοσεῖ, καθ’ ἕξιν μὲν ἤδη
τὸ νόσημα τοῦτο καὶ κίνδυνον ἔσχατόν ἐστιν οἷς ἐπάγει.
θεραπευθῆναι δ’ οὐ δύναται πρὶν αὐτὰ τὰ στερεὰ σώματα
τὴν οἰκείαν ἀνακτήσασθαι δύναμιν, ἥτις ἐν συμμετρίᾳ κεῖται
θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ. διὸ καὶ τῆς
ὑγείας αὐτῆς τῶν στερεῶν σωμάτων ἐν τῇ τούτων συμμετρίᾳ
τὴν ὕπαρξιν ὑπάρχειν, ὡς μηδὲν διαφέρειν ἢ εὐκρασίαν
ὁμοιομερῶν φάναιτ’ ἂν εἶναι τὴν ὑγείαν ἢ συμμετρίαν
τῶν στοιχείων ἐξ ὧν γεγόναμεν. ὅπως δὲ χρὴ τὰς αὐτῶν
τῶν στερεῶν σωμάτων νόσους ἰάσασθαι, λέλεκται διὰ τῶν
τῆς θεραπευτικῆς μεθόδου βιβλίων. ἅπαντα δ’ ἐν πᾶσιν
οὐκ ἐγχωρεῖ λέγειν· ἀρκεῖ γὰρ μόνον ἐνταῦθα τῶν περιπιπτόντων
θεραπευτικῶν λογισμῶν ἐπισημαίνεσθαι τὰ κεφάλαια,
καθάπερ ἐν τοῖς θεραπευτικοῖς τῶν διαγνωστικῶν. τὸ μὲν γὰρ ἴδιον ἑκάστης πραγματείας, χρὴ τελέως διεξέρχεσθαι,
τὸ δὲ παραπίπτον, ἐπισημαίνεσθαι διὰ κεφαλαίων.
ἐν τῷ προγνωστικῷ συγγράμματι. τῶν γὰρ προειρημένων
ἕκαστον ἐκ τῶν ἐν ἐκείνῳ τῷ βιβλίῳ γεγραμμένων καὶ ἡμεῖς
ἐξηγησάμεθα διὰ τῶν τριῶν ὑπομνημάτων. καὶ κατά γε τὸ
τέλος δέδεικται τὰ τῶν ἐπιδημιῶν ἑπόμενα τῷ προγνωστικῷ.
καὶ πρὸς τούτοις δὲ, τοῦ γραφῆναι τὰ εἰς ἐκεῖνο τὸ
βιβλίον ὑπομνήματα, διὰ τῶν περὶ κρίσεων, εἴρηντο προγνώσεις
ὀλεθρίου καὶ ἐπιεικοῦς νοσήματος. αἵτινες δὲ προθεσμίαι
τῶν κρίσεών εἰσιν ἐφ’ ἑκάστῳ καὶ τίνες μὲν ἀγαθαὶ
κρίσεις, τίνες δὲ σφαλεραὶ, βίαιοί τε καὶ οὐ βίαιοι. περί τε τῶν ἅλλων ἁπάντων καὶ ὅσης ταύτης ἔχεται τῆς
θεωρίας.
τὰ ἐσόμενα.
εἶπε, προγινώσκων γὰρ καὶ προλέ 58 γων, τά τε παρεόντα
καὶ τὰ προγενόμενα καὶ τὰ μέλλοντα ἔσεσθαι, ὡς
περὶ τοὺς τρεῖς χρόνους καταγινομένης τῆς προγνώσεως.
καὶ ὅπως χρὴ τοῦτο διαπράττεσθαι, διὰ τῶν εἰς ἐκεῖνο τὸ
βιβλίον ὑπομνημάτων εἴρηται.
ἄλλοις δὲ πολλάκις τὴν ἐπιμέλειαν ὀνομάζει μελέτην.
ἅπασι γὰρ ἀνθρώποις ὑπάρχειν πρόδηλον ἐνόμιζον,
χρὴ τὸν ἰατρὸν στοχάζεσθαι μὲν μάλιστα τῆς ὠφελείας
τῶν καμνόντων, εἰ δὲ μὴ, ἀλλὰ τοῦ μὴ βλάπτειν αὐτούς.
ἐπεὶ δὲ πολλοὺς τῶν ἐνδόξων ἰατρῶν ἐθεασάμην ἐγκληθέντας
δικαίως ἐφ’ οἷς ἔπραξαν ἢ φλεβοτομήσαντες ἢ λούσαντες
ἢ φάρμακον διδόντες ἢ οἶνον ἢ ὕδωρ ψυχρὸν, ἐνενόησα
τάχα μέν τι καὶ αὐτῷ τῷ Ἱπποκράτει συμβῆναι τὸ
τοιοῦτον, ἐξ ἀνάγκης δ’ οὖν, πολλοῖς καὶ ἄλλοις τῶν κατ’
αὐτὸν ἰατρῶν, ἐξ ἐκείνου τε, περὶ παντὸς ἐποιησάμην, εἴ
ποτέ τι τῷ κάμνοντι μέγα προσφέροιμι βοήθημα, προδιασκέπτεσθαι παρ’ ἑαυτῷ, μὴ μόνον ὅσον ὠφελήσω τοῦ σκοποῦ
τυχὼν, ἀλλὰ καὶ ὅσον βλάψω ἀποτυχών. οὐδὲν οὖν
οὐδεπώποτ’ ἔπραξα μὴ πειράσας αὐτὸς πρότερον, ἐὰν ἀποτύχω
τοῦ σκοποῦ, μηδὲν βλάψαι τὸν νοσοῦντα. τινὲς δὲ
τῶν ἰατρῶν ὁμοίως τοῖς τοὺς κύβους ἀναῤῥίπτουσιν εἰώθασιν
ἐπὶ τῶν καμνόντων βοηθήματα προσφέρειν, ὧν ἡ
ἀποτυχία μεγίστην ἐπιφέρει βλάβην τοῖς νοσοῦσι. τοῖς μὲν
οὖν μανθάνουσι τὴν τέχνην οἶδ’ ὅτι δόξει καθάπερ μοί
ποτε τὸ ὠφελέειν ἢ μὴ βλάπτειν οὐκ ἄξιον πρὸς Ἱπποκράτους
γεγράφθαι πρώτου, τοῖς δ’ ἰατρεύουσιν ἤδη σαφῶς
οἶδα τὴν δύναμιν αὐτοῦ φανησομένην. ἐὰν δὲ καὶ διὰ προπετῆ
χρῆσιν ἐνίοτε βοηθήματος ἰσχυροῦ συμβῇ τὸν κάμνοντα
διαφθαρῆναι, μάλιστα νοήσουσιν οὗ νῦν ὁ Ἱπποκράτης
παρῄνεσε τὴν δύναμιν.
νοσήματι τὸν νοσέοντα μετὰ ἰατροῦ χρή.
περαίνεται, πρῶτον μὲν τὸ νόσημα, εἶθ’ ὁ ἰατρὸς, ἀνταγωνιζομένων
ἀλλήλοις καὶ ὡς ἄν τις εἴποι, διαμαχομένων τε
καὶ πολεμούντων, τοῦ τε ἰατροῦ καὶ τοῦ νοσήματος. ὁ μὲν
γὰρ ἰατρὸς ἀνελεῖν ἐπιχειρεῖ τὸ νόσημα, τῷ δὲ μὴ νικηθῆναι
πρόκειται. τρίτος δ’ ἐπ’ αὐτοῖς ὁ κάμνων ἐστὶν, ἐὰν
μὲν πείθηται τῷ ἰατρῷ καὶ τὰ προσταττόμενα πράττῃ,
συναγωνιστὴς γενόμενος αὐτῷ καὶ πολεμῶν τῷ νοσήματι,
ἐὰν δ’ ἀποστὰς αὐτοῦ τὰ κελευόμενα πρὸς τοῦ νοσήματος
ποιῇ, κατὰ διττὸν τρόπον ἀδικεῖ τὸν ἰατρὸν, ἕνα μὲν ὅτι
τε μόνον εἴασεν, ἕτερον δὲ ὅτι δεύτερον ἐποίησεν, ὄντα πρότερον
ἔνα. ἰσχυροτέρους δ’ ἀναγκαῖον εἶναι τοὺς δύο τοῦ ἑνός.
δῆλον δὲ ὅτι τὰ κελευόμενα τῆς νόσου ὁ κάμνων πράττει,
καταλιπὼν τὸν ἰατρὸν, ὅταν ὁ μὲν ἰατρὸς αὐτὸν κελεύῃ ἀπέχεσθαι
ψυχροῦ πόσεως, ὁ δὲ ὑπὸ τοῦ πυρετοῦ διακαιόμενος ἀναπείθηται πρὸς αὐτοῦ πίνειν. οὕτως δ’ εἰ καὶ λούοιτο
καὶ προσφέροιτο οἶνον καί τι τοιοῦτον ἕτερον, ὧν ὁ ἰατρὸς
ἀπαγορεύῃ μὴ ποιεῖν, αὐξήσει δηλονότι τὸ νόσημα,
πράττων ἃ φίλον ἐκείνῳ, προδώσει δὲ τὸν ἰατρὸν, ἃ μὴ
βούλεται ποιῶν. ἐν πολλοῖς μὲν οὖν τῶν ἀντιγράφων γέγραπται
ὁ ἰατρὸς ὑπηρέτης τῆς τέχνης, ἔν τισι δ’ οὐ τῆς
τέχνης, ἀλλὰ τῆς φύσεως γέγραπται. διαφέρει δ’ οὐδὲν
πρὸς τὴν ὅλην τοῦ λόγου διάνοιαν.
καὶ ἄνευ πυρετῶν.
Ἱπποκράτους, πῇ τελευτᾷν εἴωθε τὰ περὶ κεφαλὴν καὶ τράχηλον
ἀλγήματα καὶ βάρη καὶ ἅστινας ἔχει διαφορὰς ἐπαγγελλομένου ἑξῆς ἐρεῖν. καὶ τοίνυν προσέχωμεν αὐτῷ τοῦτο
ποιοῦντι διὰ τῶν εἰρημένων.
περὶ τὴν κεφαλὴν καὶ τὸν τράχηλον ἀλγημάτων παραμενόντων
καὶ βαρῶν.
καὶ ἐμέσματα, τῆς ξανθῆς χολῆς κατοπτωμένης γινόμενα,
διὸ καὶ τούτοις ἐφεξῆς ἐρεῖ ὅτι ταχυθάνατοι ἔνιοι γίνονται,
τουτέστιν, εὐθέως ἐπὶ τοῖς ἐμεθεῖσιν ἀποθνήσκουσιν,
ὡς ἃν ἐν τοῖς κατὰ τὸν ἐγκέφαλόν τε καὶ τὰς μήνιγγας χωρίοις τῆς φρενίτιδος συνισταμένης ἐπὶ τῇ ξανθῇ χολῇ.
θαυμαστὸν οὖν οὐδὲν ὑπερξηρανθέντων τῶν μορίων τούτων
γίνεσθαι τοὺς σπασμούς. ἔνιοι μὲν οὖν ἅμα τῷ σπασθῆναί
τε καὶ ἰώδη ἐμέσαι παραχρῆμα ἀποθνήσκουσιν, ἔνιοι
δὲ διὰ ῥώμην δυνάμεως ἐπέζησαν ἡμέραν ἢ δύο ἢ τρεῖς, ἔστιν
ὅτε πέντε.
τραχήλου πόνος καὶ κροτάφων βάρος καὶ σκοτώδεα περὶ
τὰς ὄψιας ἢ καὶ ὑποχονδρίου ξύντασις, οὐ μετ’ ὀδύνης
ἐγγίγνηται, τουτέοισιν αἱμοῤῥαγέει διὰ ῥινός.
τῶν οὕτω γινομένων αἱμοῤῥαγιῶν, ἐκείνην ἐξηγουμένῳ τὴν
ῥῆσιν ἧς ἡ ἀρχὴ, οἶσι δὲ καὶ ἐν τοιουτοτρόπῳ πυρετῷ
κεφαλὴν ἀλγέουσιν ἀντὶ μὲν τοῦ ὀρφνῶδές τι πρὸ τῶν ὀφθαλμῶν
φαίνεσθαι ἀμβλυωγμὸς γίνεται ἢ μαρμαρυγαὶ προφαίνονται, ἀντὶ μὲν τοῦ καρδιώσσειν ἐν τῷ ὑποχονδρίῳ ἢ
ἐπὶ δεξιὰ ἢ ἐπ’ ἀριστερὰ ξυντείνεταί τι μήτε μετ’ ὀδύνης
μήτε σὺν φλεγμονῇ, αἷμα διὰ ῥινῶν ῥυῆναι τούτοισι προσδόκιμον
ἀντὶ τοῦ ἐμέτου. καὶ ὅτι τελεώτερον ἐκεῖ περὶ
τούτων ἔγραψεν, εἰ παραβάλλοις ἀλλήλαις τὰς ῥήσεις, ἐναργῶς
μαθήσῃ. τοσοῦτον οὖν μοι μόνον ἐνταῦθα προσθεῖναι
δεήσει διὰ τοὺς περὶ τὸν Καπίτωνα γράψαντας ἐν τῇ προκειμένῃ
ῥήσει καὶ ὑποχονδρίου ξύντασις μετ’ ὀδύνης. οὐκ
ὀρθῶς γὰρ ἀφεῖλον τὴν ἀπόφασιν, τὴν οὐ, διά τε τὸ ἀληθὲς
αὐτὸ καὶ ὅτι κατὰ τὸ προγνωστικὸν Ἱπποκράτους εἴρηται,
ὅταν ἐν τῷ ὑποχονδρίῳ ἐπὶ δεξιὰ ἢ ἀριστερὰ συντείνεταί τι
μήτε σὺν ὀδύνῃ μήτε σὺν φλεγμονῇ, αἷμα διὰ τῶν ῥινῶν ῥυῆναι
τούτοις προσδόκιμόν ἐστι. τῆς γὰρ ἐπὶ τὴν κεφαλὴν ῥοπῆς
τῶν χυμῶν σημεῖόν ἐστιν ἡ τοῦ ὑποχονδρίου σύντασις
61 χωρὶς ὀδύνης γινομένη. ὡς εἴ γε μετ’ ὀδύνης ᾖ, τῇ
τῶν σπλάγχνων ἀκολουθεῖ φλεγμονῇ, ὅταν δὲ τῆς περὶ τὴν
κεφαλὴν θερμασίας ἑλκούσης ἄνω τὸ αἷμα καὶ τοῦ ἥπατος ὠθοῦντος ἡ σύστασις γίγνηται, τὴν αἱμοῤῥαγίαν προσδέχεσθαι
χρή.
ἀσσώδεές εἰσιν, ἐπανεμέουσι χολώδεα καὶ φλεγματώδεα.
τῆς ῥήσεως ἐδίδαξεν, ὅστις δ’ ἂν ἐν πυρετῷ μὴ θανατώδει
φησὶ κεφαλὴν ἀλγῇ ἢ καὶ ὀρφνῶδές τι πρὸ τῶν ὀφθαλμῶν
γίνηται ἢ καρδιωγμὸς τουτέῳ προσγένηται, χολώδης
ἔμετος παρέσται. ἢν δὲ καὶ ῥῖγος ἐκλάβῃ καὶ τὰ κάτω
μέρη τοῦ ὑποχονδρίου ψυχρὰ ᾖ, ταχύτερον ὁ ἔμετος
παρέσται. ἢν δέ τι καὶ πίῃ καὶ φάγῃ ὑπὸ τοῦτον
τὸν χρόνον, κάρτα ταχέως ἐμέεται. τούτων δὲ οἷσιν ἂν ἄρξηται
ὁ πόνος, τῇ πρώτῃ ἡμέρᾳ τεταρταῖοι πιεζοῦνται μᾶλλον
ἢ πεμπταῖοι, ἐς δὲ τὴν ἑβδόμην ἀπαλλάσσονται. οἱ μέντοι
πλεῖστοι αὐτῶν ἄρχονται μὲν πονέεσθαι τεταρταῖοι,
πιέζονται δὲ πεμπταῖοι μάλιστα, ἀπαλλάσσονται δ’ ἐνναταῖοι ἢ ἑνδεκαταῖοι. οἱ δ’ ἂν ἄρξωνται πεμπταῖοι πονέεσθαι καὶ
τὰ ἄλλα κατὰ λόγον αὐτοῖσι τῶν πρόσθεν γίγνηται, ἐς τὴν
τεσσαρεσκαιδεκάτην ἀπαλλάσσονται. γίνεται δὲ ταῦτα τοῖσι
μὲν ἀνδράσι καὶ τῇσι γυναιξὶν ἐν τοῖς τριταίοις μάλιστα,
τοῖσι δὲ νεωτέροισι γίνονται μὲν καὶ ἐν τούτοισι, μᾶλλον δὲ
τοῖς συνεχεστέροισι πυρετοῖς καὶ τοῖσι γνησίοισι τριταίοισιν.
αὕτη περὶ τῶν αὐτῶν, ὧν νῦν διέρχεται 368 ῥῆσις ἐν
τῷ προγνωστικῷ γέγραπται καὶ αὐτὴν ἐξηγησάμεθα κατὰ
τὸ γ΄ τῶν εἰς ἐκεῖνο τὸ βιβλίον ἡμῖν γεγραμμένων, ὥστ’
οὐδὲν δεῖ πάλιν περὶ τῶν αὐτῶν ἐνταῦθα λέγειν, ὁρῶντας
ἀκριβέστερον ἐν τῷ προγνωστικῷ γεγραμμένον ὅλον τὸν λόγον.
εἰ δέ τι περιττότερον ἐν τούτῳ τῷ βιβλίῳ πρόσκειται,
τοῦτο διὰ τῶν ἑξῆς ῥήσεων ἐξηγήσομαι, μεμνημένων
ἡμῶν ὅτι τὸ μὲν κυρίως ὀνομαζόμενον ἐξηγεῖσθαι κατὰ
τὰς ἀσαφεῖς γίνεται λέξεις· ἤδη δὲ διὰ τὸ τῶν ἐξηγητῶν
ἔθος καταχρώμενοι καὶ τὰς ἀντιλογίας τῶν ἀσαφῶς εἰρημένων
ἐξηγήσεις ὀνομάζομεν, ὅπερ καὶ νῦν ἡμεῖς ποιοῦμεν ἑπόμενοι τῇ κρατούσῃ συνηθείᾳ. τὴν γὰρ λέξιν αὐτὴν οὖσαν
σαφῆ καὶ μηδεμιᾶς ἐξηγήσεως δεομένην προσφερόμενοι
τῷ ὑπ’ αὐτῆς δηλουμένῳ, σαφῶς τὰς αἰτίας ἐπιχειροῦμεν
λέγειν.
μάλιστα.
τοῦ νευρώδους γένους ἑτοιμότατα πρὸς τοὺς σπασμούς
ἐστιν.
καὶ τοῖς ἄῤῥεσι, καθόσον ἄνθρωποί τέ εἰσι καὶ πάντα ἔχουσι τοιαῦτα τοῖς ἄῤῥεσι μόρια. καθόσον δ’ αὐταῖς ἐξαίρετον
ὑπάρχει μόριον ἡ μήτρα, κατὰ τοῦτο καὶ τοῖς ἐκείνων
ἁλίσκεται νοσήμασι καὶ μάλιστ’ ἐφ’ ὧν τῷ στομάχῳ
συμπάσχει.
παραπληκτικὰ ἢ μανικὰ ἢ στερήσιες ὀφθαλμῶν.
κεφαλὴν καὶ καρδιωσσόντων καὶ ἀσσωμένων, οὓς ἐπανεμεῖν
ἔφη χολώδη καὶ φλεγματώδη καὶ μάλιστα εἰ παιδία εἶεν,
ἐν οἷς καὶ σπασμοὺς γίνεσθαι μᾶλλον ἢ τοῖς τελείοις. ἀλλὰ
καὶ γυναιξὶν ἔφη καὶ ταῦτα καὶ ἀπὸ ὑστερῶν πόνους συμβαίνειν.
ἐφεξῆς οὖν φησὶ τοῖς πρεσβυτέροις παραπληξίας τε
γίνεσθαι καὶ μανίας καὶ στερήσεις ὀφθαλμῶν, προσέθηκε
δὲ τῷ λόγῳ τὸ οἶσιν ἤδη τὸ θερμὸν κρατέεται, τὴν αἰτίαν
ἐνδεικνύμενος δι’ ἣν ταῦτα γίνεται. παραπληγίας μὲν καλεῖ τὰς ἐξ ἀποπληξίας εἴς τι μόριον κατασκηπτούσας παραλύσεις,
μανίας δὲ τὰς ἄνευ πυρετοῦ παραφροσύνας. εἴωθε
δὲ ταῦτα γίνεσθαι τοῖς πρεσβυτέροις διὰ τὴν ἀσθένειαν τῆς
φύσεως, ἀδυνατούσης ἐκκρῖναι δι’ ἐμέτων ἢ αἱμοῤῥαγίας τὸ
περὶ τὴν κεφαλὴν ἠθροισμένον πλῆθος, ἐφ’ ᾧ καὶ στερήσεις
ὀφθαλμῶν ἐνίοτε γίγνονται κατασκήπτοντος τούτοις.
ὕδατα πολλὰ ἐν βορέοισι μεγάλα, περὶ δὲ ἰσημερίην καὶ
μέχρι πληϊάδος νότια ὕδατα σμικρὰ, ὀλίγα, χειμὼν βόρειος,
αὐχμοὶ, ψύχεα, πνεύματα, μεγάλαι χιόνες. περὶ
δ’ ἰσημερίην χειμῶνες μέγιστοι, ἔαρ βόρειον, αὐχμοὶ,
ὕσματα ὀλίγα, ψύχεα. περὶ δὲ ἡλίου τροπὰς θερινὰς,
ὕδατα ὀλίγα, μεγάλα ψύχεα μέχρι κυνός. μετὰ δὲ κύνα
μέχρις ἀρκτούρου θέρος θερμὸν, καύματα μεγάλα καὶ
οὐκ ἐκ τῆς προσαγωγῆς, ἀλλὰ συνεχέα καὶ βίαια. ὕδωρ οὐκ ἐγένετο, ἐτησίαι ἐπέπνευσαν. περὶ δὲ ἀρκτούρου
ὕσματα νότια μέχρι ἰσημερίης ἦρος. ἐν δὲ τῇ καταστάσει
ταύτῃ κατὰ χειμῶνα μὲν ἤρξαντο παραπληγίαι καὶ
πολλοῖσιν ἐγίγνοντο, καί τινες αὐτῶν ἔθνησκον διὰ ταχέων,
καὶ γὰρ ἅλις τὸ νόσημα ἐπιδήμιον ἦν, τὰ δ’ ἄλλα διετέλεον
ἄνοσοι.
τι καὶ ἀνώμαλον ἔχουσα. κατὰ πάντ’ οὖν ταῦτα φθινοπώρῳ
παραπλησία οὖσα καὶ τὰ νοσήματα τοιαῦτα ἔσχεν, οἷα μάλιστα
πλεονάζειν εἴωθε φθινοπώρῳ. ὅτι μὲν οὖν ἀνώμαλος
ἐγένετο, δῆλον ἐκ τῶνδε. περὶ γὰρ ἀρκτούρου εἰσβολὴν,
μετὰ βορείων πνευμάτων, ὑετοὺς μεγάλους γενέσθαι φησὶν.
ἀκολουθῆσαι δὲ τὸ φθινόπωρον ὅλον ἐναντίον τῇδε τῇ καταστάσει,
ἀντὶ μὲν βορείου νότιον γενόμενον, ἀντὶ δὲ ἐπομβρίου
βραχέα ἔχον ὕδατα. πάλιν δὲ τὸν χειμῶνα βόρειόν
τε καὶ ξηρὸν εἶναι, εἶτα καὶ τὸ ἔαρ ὅλον ἄχρι κυνὸς ἐπιτολῆς, ὥστε πρόδηλον μέν ἐστιν ἱκανῶς ἐπικρατῆσαι ἐν τῇ
καταστάσει τὸ ξηρὸν καὶ τὸ ψυχρόν. ἐδείχθῃ δὲ καὶ ἀνώμαλα
τὰ πρῶτα αὐτῆς μέχρι χειμῶνος, εἶτα μετὰ κύνα πάλιν
ἐκ τῶν βορείων καὶ ψυχρῶν ἐξαίφνης γενέσθαι φησὶ
καύματα μεγάλα καὶ βόρεια καὶ μετὰ ταῦτα πάλιν ὕδατα
νότια. δῆλον οὖν ὅτι καὶ τὸ τέλος τῆς ὅλης καταστάσεως
τὸ μετὰ κύνα σφοδρῶς ἀνώμαλον ἐγένετο. ἐξηγεῖται τοιγαροῦν
ἐφεξῆς τὰ γενόμενα νοσήματα σαφῶς ἅπαντα μηδεμιᾶς
λέξεως ἀσαφοῦς περιεχομένης, ὅτι μὴ σπανίως. ἀλλ’
ἐπεὶ καὶ τὰς αἰτίας τῶν γενομένων νοσημάτων προεθέμεθα
λέγειν, ἐκείνας δεήσι προστιθέναι ταῖς ῥήσεσιν αὐτοῦ, τὰς
λέξεις δὲ αὐτὰς διὰ κεφαλαίων συντέμνειν, αἷς ἀκολουθήσουσιν
οἱ προμεμνημένοι τῶν τε κατὰ τὸ πρῶτον βιβλίον εἰρημένων
καὶ τῶν ἔμπροσθεν ἐν τούτῳ. παραπληγίας μὲν οὖν
ἐν τῷ χειμῶνι γενέσθαι τῆς κεφαλῆς δηλονότι πληγείσης
ὑπὸ τῶν ἐν αὐτῷ γενομένων ψυχρῶν πνευμάτων καὶ μάλιστα
ὅτι τὸ φθινόπωρον ὅλον νότιον γενόμενον ἐθέρμηνέ
τε καὶ ἠραίωσεν αὐτὴν ἅμα τῷ πληρῶσαι. ἡ γὰρ οὕτως προσδιακειμένη πλεῖστα πάσχει κατὰ τὰ ψυχρὰ βόρεια
πνεύματα, οὐ μὴν ἄλλο γέ τι νόσημα τὸν χειμῶνα
παρελύπει, διότι ξηρὸς ἦν. εἴρηται δὲ καὶ κατὰ τοὺς ἀφορισμοὺς
τοὺς αὐχμοὺς τῶν ἐπομβρίων ὑγιεινοτέρους εἶναι.
κατὰ μέντοι τὰς παραπληγίας ἀπέθνησκον, αὐτοῦ τοῦ Ἱπποκράτους
εἰπόντος. καὶ γὰρ ἅλις τὸ νόσημα ἐπιδήμιον ἦν
ἐν ἴσῳ τῶν ξενιζόντων, διὰ τὴν παρὰ τὸ σύνηθες γενομένην
παραπληγίαν. ἡ γάρ τοι συνήθως γινομένη κατασκήπτει
μὲν εἰς μέρους παράλυσιν, οὐ μὴν ἀναιρεῖ γε τὸν
ἄνθρωπον. ἀλλ’ ἡ κατὰ τὴν προκειμένην κατάστασιν ἐπιδημήσασα
64 παραπληγία θανατώδης ἦν, ἅτε κατεψυγμένης
ἱκανῶς τῆς κεφαλῆς.
ἰσημερίης ἄχρι πρὸς τὸ θέρος. ὅσοι 369 μὲν οὖν ἦρος καὶ θέρεος ἀρχομένου αὐτίκα νοσεῖν ἤρξαντο, οἱ πλεῖστοι
διεσώζοντο, ὀλίγοι δέ τινες ἔθνησκον.
καύσων πρωῒ τοῦ ἦρος ἄχρι θέρους ἐκταθῆναί φησιν,
ἀλλὰ τὴν ἐπιδημίαν αὐτῶν τῆς γενέσεως ἐν ἅπαντι χρόνῳ
συμβαίνειν, ποτὲ μὲν ἄλλῳ δηλονότι χρόνῳ, ποτὲ δ’ ἄλλῳ
τῶν Θασίων ἁλισκομένων τῷ τοιούτῳ πυρετῷ. γέγραπται
δ’ οὐχ ὡσαύτως ἐν ἅπασι τοῖς ἀντιγράφοις ἡ ῥῆσις, ἀλλ’
ἔγωγε τὴν ἀρίστην γραφὴν εἱλόμην κατὰ μὲν τὴν ἑξῆς ῥῆσιν,
ὅτι καὶ διὰ τοῦ θέρους ὅλου παρέμενεν, ἡ γένεσις τῶν
καύσων δηλώσειε καὶ ὡς ἐν ἅπαντι μὲν καιρῷ τούτῳ μέτριοι
καὶ οὐ θανατώδεις ἦσαν, ἐν ἀρχῇ δὲ τοῦ φθινοπώρου
πολλοὶ τῶν ἁλισκομένων αὐτοῖς ἀπώλοντο. τὸ μὲν οὖν
ἄχρι πολλοῦ τοὺς καύσους ἐπιεικεῖς γενέσθαι λόγον ἔχειν
εἰκότως φαίνεται, μέτριοι γὰρ ἐγίνοντο, καθάπερ οἱ ἐν τῇ
πρὸ ταύτης καταστάσει, καὶ οὐκ ἀκριβεῖς, ὡς ἂν οὐδ’ ὑπὸ θερμῆς ἀκριβῶς καὶ ξηρᾶς καταστάσεως ἀποτελεσθέντες,
οὔτε μὴν πάσαις ἐπισυμβάντες κράσεσιν, ἀλλὰ καὶ ταῖς τὸ
χολῶδες ἠθροικέναι φθανούσαις. τὸ δ’ ὅλως γίνεσθαι καύσους
τηνικαῦτα τὴν τῆς αἰτίας εὕρεσιν οὐκ ἔχει σαφῆ διὰ
τὸ μηδ’ ὅλως μνημονεύεσθαι τὸν Ἱπποκράτην τοῦ προηγησαμένου
θέρους, ἀλλ’ ἀπὸ τῆς ἀρχῆς τοῦ φθινοπώρου τὴν
ἀρχὴν τῆς ἐξηγήσεως ποιήσασθαι καὶ πολὺ χαλεπωτέραν,
ὅτι πιθανὸν ἦν τὸ θέρος ἐκεῖνο τὴν κατὰ φύσιν ἑαυτοῦ
φυλάξαι κρᾶσιν ἢ εἰ πάντως ἂν ἐξετράπετο κατά τι, διηγήσαιτ’
ὁ Ἱπποκράτης αὐτοῦ τὴν κατάστασιν. ἴσως οὖν θερμότερον
ἐγένετο καὶ οὐ πάνυ πολλῷ τοῦ κατὰ φύσιν ἐξηλλαγμένον,
ὅθεν οὐδὲ ἠξίωσεν αὐτὸ γράφειν ὡς ἤδη παρὰ
φύσιν ἔχον. ἀλλ’ ὅμως ἐπειδὴ καὶ τὸ θέρος, εἰ κατὰ φύσιν
ἔχον σταίη, τὸν πικρόχολον χυμὸν ἀνάγκη πλείονα γίνεσθαι,
διὰ τοῦτο καὶ τότε πλείων ὢν οὕτως, οὐ μόνον τοῦ εἰωθότος,
ἀλλ’ ἔτι καὶ μᾶλλον ἐν ἐκείνῳ τῷ θέρει γιγνόμενος,
ὑπὸ τοῦ μετὰ ταῦτα ἐπιγενομένου κρύους ἔνδον ἐφυλάχθη
μὴ διαπνευσθεὶς μηδὲ διαφορηθεὶς, ἐπὶ πλεῖον δ’ ἐμφωλεύσας τῷ χρόνῳ καὶ διασαπεὶς τοὺς καύσους
ἤνεγκεν.
ἦσαν καὶ πλείους ἀπώλλοντο.
ἣν ἐποιήσατο περὶ τῆς καταστάσεως, ἔγραφεν, ὕδατα
νότια μέχρι ἰσημερίης ἦρος. εἰρήκει δὲ καὶ περὶ τοῦ μετὰ
κυνὸς ἐπιτολὴν χρόνου μέχρις ἀρκτούρου κατὰ λέξιν οὕτως,
θέρος θερμὸν, καύματα μεγάλα καὶ οὐκ ἐκ προσαγωγῆς,
ἀλλὰ συνεχέα καὶ βίαια, ὕδωρ οὐκ ἐγένετο. πρόδηλον οὖν
ὅτι χολοποιὸς ἡ τοιαύτη κατάστασις ἐγένετο, ὥστ’ εἰκότως
ὑδάτων νοτίων διαδεξαμένων αὐτὴν οἱ καῦσοι
πλείους τε καὶ θανατώδεις ἐγίγνοντο, τοῦ νότου πεφυκότος
διαλύειν τε τὰ σώματα καὶ χεῖν τοὺς χυμοὺς καὶ μέντοι
καὶ σήπειν ἅμα, ὅταν ἅμα πλείοσιν ὑετοῖς γένηται.
δαψιλέως διὰ ῥινῶν ᾑμοῤῥάγησαν καὶ διὰ τοῦτο μάλιστα
σώζεσθαι, καὶ οὐδένα οἶδα εἰ καλῶς αἱμοῤῥαγήσειεν ἐν τῇ
καταστάσει ταύτῃ ἀποθανόντα. ἐν Φιλίσκῳ γὰρ καὶ
Ἐπαμίνοντι καὶ Σιλήνῳ, τεταρταίῳ καὶ πεμπταίῳ, σμικρὸν
ἀπὸ ῥινῶν ἔσταξε καὶ ἀπέθανον.
ταῖς ἐκ ῥινῶν ὡς τὰ πολλὰ κρίνεσθαι καὶ τότε πλείους
αἱμοῤῥῆσαί φησι. καὶ μέντοι καὶ τὰ ἐφεξῆς αὐτῷ γεγραμμένα
πάντα τῶν κατὰ μέρος γεγραμμένων ἑκάστοισιν
ἓν ἔχει τοῦτο κεφάλαιον. ὅσοις μὲν αἱμοῤῥαγίαι τελέως ἐγίνοντο,
σωθῆναι τούτους, οἷς δ’ ἐλλιπῶς ἢ οὐδ’ ὅλως ἦν στάξις
αἵματος ἐκ ῥινῶν, μόνους διαφθαρῆναι τούτους. ἐν ἄλλοις δέ τισι φυσικῶν ἄλλων ἐκκρίσεων ἤτοι διὰ γαστρὸς ἢ
δι’ οὔρων γενομένων σωθῆναι.
καὶ μάλιστα οἷσι μὴ αἱμοῤῥαγίαι, ἐπεῤῥίγουν δ’ οἱ αὐτοὶ
καὶ ἐξίδρουν.
ὁρμὴν ἔχοντα φέρεσθαι διὰ τῶν αἰσθητικῶν καὶ σαρκωδῶν
σωμάτων ἐπὶ τὴν ἔκκρισιν ἕπεσθαι τὸ ῥῖγος. ἐδείχθη
δὲ ὅτι καὶ τῇ κινήσει ταύτῃ κατὰ λόγον ἐστὶν ἀκολουθεῖν
ἱδρῶτας, ἐνίοτε δὲ καὶ χολώδεις ἐμέτους καὶ
διαχωρήσεις.
κατὰ κύστιν κάθαρσις ἢ κοιλίη ἐκταραχθεῖσα ὠφέλησεν ἢ δαψιλὴς αἱμοῤῥαγίη οἷον Ἡρακλείδης, ὃς κατέκειτο παρὰ
Ἀριστοκλείδῃ, καίτοι τούτῳ καὶ ἐκ ῥινῶν ᾑμοῤῥάγησε
καὶ ἡ κοιλία ἐπεταράχθη καὶ τὰ κατὰ κύστιν ἐκαθήρατο.
ἐκρίθη δὲ εἰκοσταῖος, οὐχ οἵαν ὁ Φαναγορέων οἰκέτης, ᾧ
οὐδὲν τούτων ἐγένετο, ἀπέθανεν.
ἀθροισθεῖσα κατὰ τὸ δέρμα τοὺς ἰκτέρους εἰργάσατο.
μοχθηρὸν δὲ τὸ πρὸ τῆς ἑβδόμης αὐτοὺς γενέσθαι, καθότι
κἀν τοῖς ἀφορισμοῖς εἴρηται. καὶ τούτων δ’ αὐτῶν ἐκεῖνοι
μόνοι ἐσώθησαν, οἷς ἂν ἡ φύσις ἠδυνήθη δι’ ἑτέρου
τρόπου τὴν περιουσίαν ἐκκρῖναι. τριῶν δὲ τούτων ἐμνημόνευσεν,
ἐκκρίσεων οὔρων, γαστρὸς ἐκταράξεως καὶ αἱμοῤῥαγίας.
ἐνίοις δὲ καὶ ταῦτα πάντα γίνεσθαί φησιν, ὥσπερ
τῷ Ἡρακλείδῃ, καὶ κριθῆναι τοῦτον εἰκοσταῖον.
καὶ ἀκμάζουσι καὶ ἔθνησκον πλεῖστοι τούτων οἶσι
μὴ αἱμοῤῥάγει. πρεσβυτέροισι δὲ ἐς ἰκτέρους ἢ κοιλίαι
ταραχώδεες ἢ δυσεντεριώδεες, οἷον Βίωνι τῷ παρὰ Σιλήνῳ
κατακειμένῳ. ἐπεδήμησαν 370 δὲ καὶ δυσεντερίαι
κατὰ θέρος καί τισι διανοσησάντων, οἷσι καὶ αἱμοῤῥαγίαι
ἐγένοντο, ἐς δυσεντεριώδεα ἐτελεύτησαν, οἷον τῷ
Ἐράτωνος τῷ παιδὶ καὶ Μύλῳ, πολλῆς αἱμοῤῥαγίης γενομένης
ἐς δυσεντεριώδεα κατάστασιν περιεγένοντο.
ἐφεξῆς δ’ αὐτῶν καὶ τοῖς ἀκμάζουσι. τοῖς δὲ τούτων πρεσβυτέροις
ἀσθενεστέρας τε τῆς δυνάμεως οὔσης καὶ τῆς ἐμφύτου
θερμασίας ἐλάττονος εἰς ἰκτέρους μᾶλλον ἡ ἀπόθεσις
ἐγένετο τῆς πλεοναζούσης χολῆς. ἐγένετο δ’ ἐνίοις καὶ
διὰ γαστρὸς ἔκκρισις ταραχώδης ἢ δυσεντεριώδης, οἷς ἐντεῦθεν ἔῤῥευσε τὸ περιττὸν τῆς κοιλίας. ἐκ τούτων οὖν
τῶν προειρημένων καὶ μέντοι καὶ τῶν ἑξῆς εἰρησομένων
οὐκ ἄδηλον ἔσται σοι τὰς ἐν τοῖς καύσοις αἱμοῤῥαγίας γίνεσθαι
διὰ τὴν ἐπικρατοῦσαν ξανθὴν χολὴν, ἥτις μεμιγμένη
τῷ αἵματι, διακαίουσά τε τοῦτο καὶ σὺν 67 αὐτῷ πολλὴν
θερμασίαν ἀναφέρουσα πρὸς τὴν κεφαλὴν, ὅταν ῥήξῃ
τὰς ἐν τῇ ῥινὶ φλέβας, αἱμοῤῥαγίας ἐργάζεται.
ἐπεὶ καὶ οἷσι περὶ κρίσιν οὐχ ᾑμοῤῥάγησεν, ἀλλὰ παρὰ
τὰ ὦτα ἐπαναστάντα ἠφανίσθη. τούτων δὲ ἀφανισθέντων
παρὰ τὸν κενεῶνα βάρος τὸν ἀριστερὸν καὶ εἰς
ἄκρον ἰσχίον. ἀλγημάτων δὲ μετὰ κρίσιν γενομένων καὶ
οὔρων λεπτῶν διεξιόντων αἱμοῤῥαγέειν σμικρὰ ἤρξαντο.
περὶ δὲ τετάρτην καὶ εἰκοστὴν ἐγίνοντο εἰς αἱμοῤῥαγίαν
ἀποστάσεως Ἀντιφῶντι τῷ Κριτοβούλου, ἀπεπαύσατο καὶ
ἐκρίθη τελέως περὶ τεσσαρακοστήν.
σωθῆναι τούτους ὑπῆρξε, μόγις ἀπὸ τῆς τετάρτης καὶ
εἰκοστῆς καὶ τῆς τεσσαρακοστῆς δι’ αἱμοῤῥαγίας ὠφεληθεῖσε.
ἔθνησκον ἥσσους. ἐδυστόκεον δὲ πλεῖσται καὶ μετὰ τοὺς
τόκους ἐπενόσεον καὶ ἔθνησκον αὖται μάλιστα, οἷον Τελεσβούλου
θυγάτηρ ἀπέθανεν ἑκταίη ἐκ τόκου. τῇσι μὲν οὖν
πλείστῃσιν ἐν τοῖσι πυρετοῖσι γυναικεῖα ἐπεφαίνετο. ἔστι
δ’ οἶσιν ἐκ ῥινῶν ᾑμοῤῥάγησε καὶ παρθένοισι πολλῇσι
τότε πρῶτον ἐγένετο. ἔστι δ’ οἷσι καὶ ἐκ ῥινῶν καὶ τὰ
γυναικεῖά τισιν ἐπεφαίνετο, οἷον τῇ Δαιθαρσέως θυγατρὶ
παρθένῳ τότε ἐπεφαίνετο πρῶτον καὶ ἐκ ῥινῶν λάβρον
ἐῤῥύη καὶ οὐδεμίην οἶδα ἀποθανοῦσαν, ᾗσι τούτων τι
καλῶς γένοιτο, ᾗσι δὲ συνεκύρησεν ἐν γαστρὶ ἐχούσῃσι
νοσῆσαι, πᾶσαι ἀπέφθειραν, ἃς καὶ ἐγὼ οἶδα.
καὶ διακινδυνεῦσαι, ὡς δι’ αἱμοῤῥαγίας τὰς κρίσεις ἐργασαμέναις,
ὡς ἂν ἐχούσαις σύμφυτον βοήθημα τὴν ἔμμηνον
κένωσιν. ἐδυστόκησαν δὲ διὰ τὴν κατάστασιν ψυχρὰν οὖσαν.
ἀλλὰ καὶ ἐν αἷς ἐφάνη τι νόσημα, καὶ αὗται διέφθειραν τὰ
ἔμβρυα κατὰ τὸν αὐτὸν λόγον.
ὑποστάσεις ὀλίγας ἔχοντα διαχωρήμασι λεπτοῖσι καὶ χολώδεσιν,
πολλοῖσι δὲ τῶν ἄλλων κεκριμένων ἐς δυσεντερίας
τελευτᾷ, οἷον Ξενοφάνει καὶ Κριτίᾳ.
φησὶ καὶ μέντοι καὶ κατ’ ὀλίγα πάλιν ἔγραψεν·
ὑποστάσιος πολλῆς γενομένης καὶ τῶν ἄλλων καλῶς κεκριμένων.
ἀναμνήσομαι οἶσιν ἐγένετο, Βίωνι, ὃς κατέκειτο
παρὰ Σιληνὸν, Κρατίῃ τῇ παρὰ Ξενοφάνους, Ἀρέτωνος
παιδὶ, Μνησιστράτου γυναικί.
φησί.
οὖρα ὅτι οὔρησαν ὑδατώδεα σκεπτέον.
τὸ χολῶδες, ἐπὶ γαστέρα ῥυὲν, τὰς δυσεντερίας ἐργάσασθαι.
εἰκὸς δὲ καὶ διὰ πολλὰς πλεονεξίας τοῦ χυμοῦ τούτου γεγονέναι καὶ εἰ μὴ χολώδη τοῖς οὔροις ἐξεκενώθησαν, ἐκ τοῦ
περιττεύοντος ἔτι κατὰ τὸ σῶμα, τὴν δυσεντερίαν αὐτοῖς
γενέσθαι.
οὐ κατὰ λόγον γινόμεναι ὑποστροφαὶ ὑπέστρεφον.
ἦσαν δὲ καὶ κωματώδεες περὶ χρόνον τοῦτον. πλείω δὲ
παιδία, καὶ ἔθνησκον ἥκιστα οὗτοι πάντων.
ἐκ τούτου μέμνηται, γεγραμμένης ἐπὶ τέλει τῆς διηγήσεως.
αὕτη τοίνυν ἐγένετο νότιος, τοὺς ὑετοὺς ἔχουσα μέχρι
τῆς φθινοπωρινῆς ἰσημερίας. ἐν τούτῳ δὴ τῷ χρόνῳ
φησὶν ἑνδεκαταίους πολλοὺς ἀσφαλῶς κριθῆναι γενομένους
ἅμα κωματώδεις, διὰ τὴν νότιον δηλονότι κατάστασιν. διὰ
δὲ τὴν αὐτὴν καὶ αἱ κρίσεις αὐτοῖς ἐγίνοντο βεβαιότεραι τῶν κατὰ τὸν ἄλλον χρόνον, ἡνίκα ἐπεκράτει τοῦ περιέχοντος
371 ἡ ψυχρὰ κρᾶσις, ἐν ᾗ χρονίας ἔφη γενέσθαι
τὰς κρίσεις. τοῦ μέντοι μεταξὺ κυνὸς καὶ ἀρκτούρου, θερμὴν
καὶ ξηρὰν ἔχοντος κατάστασιν, οὐκ ἐμνημόνευσεν, ἐν ᾗ
μᾶλλον εἰκὸς ἦν ὀξέως κριθῆναι πολλοὺς, ὡς μηδὲ τὴν ἑβδόμην
ὑπερβῆναι. μή τι οὖν τοῦτο μὲν ὡς οἰκεῖον τοῦ καιροῦ
παρέλιπε, τὰ δ’ ἐπιδημήσαντα μόνα διέρχεται.
παρείποντο μὲν καὶ οἱ καῦσοι, ἀτὰρ καὶ φρενιτικοὶ τηνικαῦτα
πλεῖστοι ἐγίνοντο καὶ ἔθνησκον τούτων
πλεῖστοι.
χυμὸς, οὐ τὸν αὐτὸν δὲ τόπον ἔχων. ἐν μὲν γὰρ ταῖς
εὐρυχωρίαις τῶν ἀγγείων περιεχομένης τῆς ξανθῆς χολῆς ἅμα τῷ αἵματι, συμβαίνει καθ’ ὃν ἂν τρόπον ἐκπυρωθῇ,
τοὺς καύσους γίνεσθαι, καὶ μάλιστα ὅταν ἐν ταῖς κατὰ
γαστέρα καὶ ἧπαρ ἢ κατὰ πνεύμονα φλεψὶν ἡ ζέσις γένηται
τῆς χολῆς. ὅταν δ’ εἰς τὰ στερεὰ μόρια τοῦ σώματος
ἀφικνῆται καὶ δι’ αὐτῶν φέροιτο, ῥῖγος ἐργάζεται. κατὰ δὲ
τὸν ἐγκέφαλόν τε καὶ τὰς μήνιγγας στηριχθεῖσα τὰς φρενίτιδας
ἐργάζεται. πρὶν δὲ στηριχθῆναι, διαῤῥέουσα κατὰ
τὰς ἐν αὐτοῖς φλέβας, οὐ φρενίτιδας, ἀλλὰ τὰς ἐν ταῖς
ἀκμαῖς τῶν πυρετῶν ἐπιφέρει παραφροσύνας. ἡ τοίνυν ἔμπροσθεν
ἐν ταῖς κάτω φλεψὶ τὸν καῦσον ἐργαζομένη χολὴ,
κατὰ τὴν ἀπ’ ἀρκτούρου μέχρι τῆς ἰσημερίας νότιον κατάστασιν,
εἰς τὴν κεφαλὴν ἀναληφθεῖσα καὶ στηριχθεῖσα κατὰ
τὸν ἐγκέφαλόν τε καὶ τὰς μήνιγγας ἐγέννησε τὰς
φρενίτιδας.
κυνὸς αὐτοῦ μέρος ψυχρὸν ἦν, τὸ δὲ μέχρι ἀρκτούρου θερμὸν
καὶ ξηρὸν, ὥστ’ οὐ δυνατὸν ἦν πληρῶσαι τοῦτο μεταξὺ
τὴν κεφαλὴν 70 ὥσπερ οὐδ’ ὁ περὶ τὸν ἀρκτοῦρον ἄχρι
τῆς ἰσημερίας γενομένης νότος. οὔτε γὰρ ὑγρὸν ἦν οὔτε
νότιον οὔτε πολυχρόνιον τὸ μεταξὺ κυνός τε καὶ ἀρκτούρου.
ἐῤῥέθη ὅτι χολῆς πολλῆς ἐνεχθείσης ἐν τοῖς κατὰ τὸν ἐγκέφαλον
χωρίοις καὶ φρενίτιδες ἐγένοντο.
τὰ ὀλέθρια συνέπιπτεν, αὐτίκα γὰρ ἀρχομένοισι πυρετὸς
ὀξὺς, σμικρὰ ἐπεῤῥίγουν, ἄγρυπνοι, ἀδήμονες, διψώδεες,
ἀσώδεες, σμικρὰ ἐφιδροῦντες περὶ τὸ μέτωπον καὶ κληῖδας,
αὖθις οὐδεὶς διόλου, πολλὰ παρέλεγον, φόβοι, δυσθυμίαι,
ἄκρεα ὑπόψυχρα, πόδες ἄκροι, μᾶλλον δὲ τὰ περὶ
χεῖρας, οἱ παροξυσμοὶ ἐν ἀρτίῃσι. τοῖς δὲ πλείστοισι τεταρταίοισιν οἱ πόνοι μέγιστοι καὶ ἱδρῶτες ἐπὶ πλεῖστον
ὑπόψυχροι καὶ ἄκρεα οὐκέτ’ ἀναθερμαινόμενα, ἀλλὰ ἦσαν
πελιδνὰ, ὑπόψυχρα, οὐδ’ ἐδίψων. ἔτι τούτοισιν οὖρα μέλανα,
λεπτὰ, ὀλίγα καὶ κοιλίαι. ἐφίσταντο οὐδ’ ᾑμοῤῥάγησαν
ἐκ ῥινῶν, οὐδὲ τοῖσιν οἷσι ταῦτα συμπίπτει, ἀλλὰ
σμικρὰ ἔσταξεν. οὐδ’ ἐς ὑποστροφὴν οὐδενὶ τούτων ἦλθεν,
ἀλλ’ ἑκταῖοι ἀπέθνησκον σὺν ἱδρῶτι.
λεγομένων αὐτῷ δι’ ἑτέρων βιβλίων παραδείγματ’
ἐστὶ τὴν ἐξέτασιν ἐν τοῖς καθ’ ἕκαστα λαμβάνοντι δι’ αὐτοψίας,
κατὰ τὸν αὐτὸν τρόπον καὶ ταῦτα τὰ νῦν λεγόμενα.
τοῖς γὰρ ὀλεθρίοις καύσοις γενέσθαι συμπτώματα
φησὶ, κατ’ ἀρχὰς ἐπιῤῥιγοῦντες καὶ ἀγρυπνοῦντες καὶ ἀσώδεες,
ἐφιδροῦντες μικρὰ περὶ μέτωπον καὶ κλεῖδα. τὸ μὲν
γὰρ ὀξύν τε τὸν πυρετὸν αὐτοῖς εἶναι καὶ δίψος παρεῖναι
τῆς τοῦ πάθους φύσεως ἴδια, καὶ ταῦτα τῆς κακοηθείας
ἴδια, τό τε ῥιγοῦν εὐθέως ἐν ἀρχῇ. καὶ γὰρ κρίνειν εἴωθε τοὺς καυσώδεις πυρετοὺς τὸ ῥῖγος, οὐ μὴν αὐτίκα γ’ ἐπιφαίνεσθαι
χρὴ κρίσιμα. τὸ δὲ τῆς ἀγρυπνίας καὶ τῆς
ἀδημονίας σύμπτωμα διὰ παντός ἐστι μοχθηρὸν, οὐ κατὰ
μόνην τὴν ἀρχὴν, ὥσπερ γε καὶ τὸ ἐφιδροῦν. τὸ δὲ παραλέγειν,
ὅπερ ἐστὶ παρὰ τὰ κατὰ φύσιν λέγειν, τουτέστι παραφρονεῖν,
βεβλαμμένον δηλοῖ τὸν ἐγκέφαλον. οἵ γε μὴν φόβοι
δριμείας ἱκανῶς καὶ κατωπτημένης τῆς ξανθῆς χολῆς
εἰσι συμπτώματα. συγγενεῖς δὲ τοῖς φόβοις εἰσὶ καὶ αἱ
δυσθυμίαι. ἡ δὲ τῶν ἄκρων περίψυξις ὀλεθριώτατον καύσοις
ἐστὶ σύμπτωμά τε καὶ σημεῖον, ὥσπερ γε καὶ τὸ παρανοῆσαι,
διὰ τὴν τοῦ πυρετοῦ θερμασίαν ἐκπυρουμένης τῆς
κεφαλῆς. ἴδιον δ’ ἐστὶ καὶ οἰκεῖον ὀξέων πυρετῶν καὶ τὸ
διακαίεσθαι τοῖς ἄκροις τοῦ σώματος μέρεσιν. ἐάν ποτ’
οὖν καταψύχηται ταῦτα, διακαιομένων τῶν περὶ τὰ
σπλάγχνα χωρίων, ἐν μὲν τοῖς μέσοις τοῦ σώματος ἠθροῖσθαι
δηλοῦται τὸ αἷμα, τὰ δ’ ἄκρα λειφαιμεῖν τε καὶ καταψύχεσθαι
καὶ νεκροῦσθαι τελέως, ἀπολιπούσης ἤδη τῆς
φύσεως αὐτά. καὶ μὴν καὶ οἱ παροξυσμοὶ κατὰ τὰς ἀρτίας ἡμέρας γιγνόμενοι κατ’ ἀρχὴν εὐθέως ἐνίοτε μὲν ἑκταίαν
προδηλοῦσιν ἔσεσθαι κακίστην κρίσιν, 71 ἐνίοτε δὲ
εἰς μῆκος ἐκταθήσεται τὸ νόσημα. καὶ ὅταν γε σφοδρῶς
κινῆται, τῆς τετάρτης μοχθηρὸν παροξυσμὸν ἐχούσης, ἀποθνήσκουσιν
ἑκταῖοι, καθάπερ καὶ οὗτοι περὶ ὧν ὁ λόγος ἐστί.
τεταρταίοις οὖν αὐτοῖς φησὶ τούς τε πόνους μεγίστους γίνεσθαι,
τουτέστιν ἅπαντα τὰ ὀδυνώδη συμπτώματα, καὶ
ἱδρῶτας ὑποψύχρους ἐπὶ πλεῖστον. τούτοις μὲν οὖν καὶ
ὅτι καὶ ἡ ἕκτη τὸν θάνατον οἴσει μεθ’ ἱδρώτων πρόδηλον.
τὸ δὲ καὶ τὰ ἄκρα πελιδνὰ γενέσθαι καὶ μηκέτ’ ἀναθερμαινόμενα
νεκρώσεώς τε σημεῖόν ἐστι καὶ βέβαιον γνώρισμα
τοῦ μὴ δύνασθαι τῆς ἕκτης ἡμέρας ἐξωτέρῳ τὴν δύναμιν
ἐξαρκέσαι. ἐκ περιουσίας δέ τι καὶ ἄλλο σημεῖον αὐτοῖς
ὀλέθριον προσεγένετο, τὸ μηκέτι διψῆν, καίτοι πρότερον
ἐκαυσοῦντο. δυοῖν δὲ δήπου τούτοιν ἀναγκαῖόν ἐστι τὸ
ἕτερον εἷναι, τὸ τοὺς διακαιομένους ἔμπροσθεν ὑπὸ δίψης
ὕστερον ἀδίψους γενέσθαι, ἤτοι λύσιν τοῦ νοσήματος ἢ
νέκρωσιν τῆς δυνάμεως, ὡς μηκέτ’ αἰσθάνεσθαι τῶν παρόντων κακῶν. ἀλλ’ οὐκ ἐγίνετο τούτοις λύσις, ὀλεθρίων ὄντων
συμπτωμάτων, ὥστ’ ἀναισθησίας ἦν σημεῖον αὐτοῖς τὸ
μὴ διψῆν. ταῦτα μὲν οὖν ἅπαντα τὰ εἰρημένα συμπτώματα
κακοήθη τε πάντα ἐστὶ δεινῶς καὶ ὀλέθρια, σὺν
αὐτοῖς 372 δ’ οὐχ ἥκιστα καὶ τὰ οὖρα μέλανά τε καὶ
λεπτὰ ὀλίγα γιγνόμενα· μέλανα μὲν, ὡς ἂν ἤδη κατωπτημένου
τοῦ χολώδους χυμοῦ, ὀλίγα δὲ διὰ τὸ ἐκπεφρύχθαι
τὴν ἰκμάδα πᾶσαν ἐκ τοῦ αἵματος ὑπό τε τοῦ καυσώδους
πυρετοῦ κἀκ τῶν οὐρητικῶν ὀργάνων ἤδη νενεκρωμένων.
διὰ δὲ τὰς αὐτὰς αἰτίας καὶ κοιλίαι ἐφίστανται. καὶ μὲν
δὴ καὶ τὰς ἐκ ῥινῶν στάξεις ὀλέθριον οὔσας σημεῖον καὶ ἄλλοις
μὲν, ἐν καύσοις δὲ μάλιστα γενέσθαι φησὶν αὐτός.
ὅτι ὀλεθριώτατον τοῦτο τοῖς καύσοις, δῆλον, εἴγε μάλιστα
οἰκεῖόν ἐστιν αἱμοῤῥαγία.
ἔστι δ’ οἶσι καὶ εἰκοσταίοισι.
εἰρημένα οὐ συνέπεσεν, ἐπεὶ τοῖς γε μετὰ τοῦ καυσωθῆναι
περὶ τὴν ἕκτην ἡμέραν ὁ θάνατος ἐγένετο, διπλασιασθέντος
αὐτοῦ τοῦ κακοῦ, φρενῖτις ἐγένετο. περὶ δὲ τὴν ἑνδεκάτην
ἡμέραν ἀκολουθῆσαί φησι τὴν κρίσιν, ἐνίοις δὲ κατὰ τὴν
εἰκοστήν.
τρίτην ἢ τετάρτην ἡμέραν, ἀλλὰ μετρίως ἔχουσιν ἐν τῷ
πρώτῳ χρόνῳ, περὶ τὴν ἑβδόμην εἰς ὀξύτητα τὸ μέτωπον
μετέπεσεν.
διεκόπη δὲ μεταξὺ, κρίσεως ἡμιῤῥόπου γινομένης. τὸ δὲ σφοδρῶς ὀξὺ τῆς φρενίτιδος οὐκ ἔσχον οἱ νοσοῦντες.
ἐθεασάμεθα γὰρ ἤδη καὶ τοιαύτας φρενίτιδας.
ἀπέθνησκον μάλιστα μειράκια, νέοι, ἀκμάζοντες,
λεῖοι, ὑπολευκόχρωτες, ἰθύτριχες, μελανότριχες καὶ μελανόφθαλμοι,
ἡσυχῇ καὶ ἐπὶ τὸ ῥᾴθυμον βεβιωκότες, ὑψόφωνοι,
ἰσχνόφωνοι, τρηχύφωνοι, τραυλοὶ, ὀργίλοι, καὶ γυναῖκες
πλεῖσται ἐκ τούτου τοῦ εἴδεος ἀπέθνησκον.
αὐτὸν διηγεῖσθαι, προστίθεσθαι δ’ ὑφ’ ἡμῶν τὰς αἰτίας,
οὕτω νῦν φημὶ καὶ αὐτὴν τὴν διάνοιαν τοῦ λόγου οὐκ εἶναι σαφῆ.
πότερον γὰρ ἐπὶ φρενιτίδων μόνον ἀκούειν χρὴ τῶν εἰρημένων
ἢ ἐπὶ πάντων τῶν νοσημάτων ὧν προείρηκεν, ἄδηλον.
καὶ γὰρ οὖν αὐτὴν τὴν ἀρχὴν τοῦ προκειμένου λόγου διαφερόντως γράφουσιν, ἔνιοι μὲν ὡδί πως, πλῆθος δὲ τῶν
νοσημάτων ἐγένετο, περὶ τῶν φρενιτικῶν αὐτῶν μόνων οἷς
ἐπενήνεγκται ταῦτα βουλόμενοι τὸν λόγον εἶναι. τινὲς δὲ
ὡδί. πλῆθος μὲν οὖν ἐγένετο τῶν νοσημάτων, περὶ πάντων
αὖ καὶ οὗτοι τῶν εἰρημένων ἀξιοῦντες εἶναι τὸν λόγον. εἰ
μὲν ἐπὶ πάντων ἀκούοιμεν ἄνευ τοῦ διορίσασθαι κατὰ τίνα
μὲν τά τε μειράκια καὶ νέοι καὶ ἀκμάζοντες ἀπόλλυνται,
κατὰ τίνα δ’ οἱ λεῖοι καὶ ὑπολευκόχρωτες, κατὰ τίνα δ’ οἱ
ἰθύτριχες καὶ μελανότριχες καὶ μελανόφθαλμοι, κατὰ ποῖα
δὲ ἡσυχῇ καὶ ἐπὶ τὸ ῥᾴθυμον βεβιωκότες, ἢ πάλιν ἐν τίσιν
οἱ ἰσχνόφωνοι, ἐν τίσι γ’ οἱ τραυλοὶ, ὥσπερ καὶ ὀργίλοι μὲν
ἐν τίσι, γυναῖκες δ’ ἐν τίσι, εἰ μὴ πάντα ταῦτα διορισθείη,
πλέον οὐδὲν ἡμῖν οὔτε εἰς πρόγνωσιν οὔτ’ εἰς θεραπείαν
ἐκ τῶν εἰρημένων ὑπάρξει. 73 εἰ δὲ μὴ περὶ πάντων
τῶν νοσημάτων, ἀλλὰ περὶ ὦν τὸν λόγον ἐποιεῖτο μόνων
τῶν φρενιτικῶν, ἀκούοιμεν εἰρῆσθαι ταῦτα, χαλεπώτατόν
ἐστι καὶ οὕτως εὑρεῖν τὰς αἰτίας, δι’ ἃς ἀπόλοιντο οἱ πλεῖστοι τῶν εἰρημένων. μετὰ καὶ αὐτὸ τὸ, τοὺς πλείστους
ἀπόλλυσθαι, διττὸν εἶναι· τὸ μὲν ἕτερον, ἐπειδὴ πολλοὶ
τῶν τοιούτων ἑάλωσαν τῷ φρενιτικῷ νοσήματι θανατώδη
ἔχοντι τὴν τότε ἐπιδημίαν, διὰ τοῦτο εἰρῆσθαι πολλοὺς αὐτῶν
διαφθαρῆναι, τὸ δ’ ἕτερον εἶναι, τῶν ἁλόντων τῇ φρενίτιδι
τοὺς πλείστους ἀπολωλότας ἠκούσαμεν. ὥστε καὶ τὴν
αἰτιολογίαν γίνεσθαι διττὴν, ὥστε καὶ πάντας οὗς εἶπεν
ἐπιτηδείους ἁλῶναι τῷ φρενιτικῷ πάθει, κατὰ τὴν ὑποκειμένην
κατάστασιν, ἐπιδεικνύντων ἡμῶν τῶν φρενιτισάντων
τοὺς τοιούτους μάλιστα ἀποθανεῖν. ἡ μὲν οὖν ἀσάφεια τοῦ
λόγου τοιαύτη ἐστι καὶ τοιαύτη, προηγεῖται δ’ αὖθις εὑρεῖν
τὴν κρᾶσιν ἑκάστου τῶν εἰρημένων. οὐ γὰρ οἷόν τε
συνῆφθαι τῇ καταστάσει τὸν λόγον ἄνευ τούτου. φαίνεται
δ’ ἐν οἷς εἶπεν ὁ Ἱπποκράτης ἡλικιῶν μὲν θερμοτάτων
μνημονεύων, μειράκια γὰρ, φησὶ, καὶ νέοι καὶ ἀκμάζοντες,
φύσεών τε δυσδιαπνεύστων· καὶ γὰρ οἱ λεῖοι καὶ οἱ ὑπολευκόχρωτες,
ἰθύτριχές τε, οἱ μελανότριχες καὶ οἱ μελανόφθαλμοι
καὶ οἱ οἶκοι καὶ ἡσυχῇ καὶ ἐπὶ τὸ ῥᾴθυμον βεβιωκότες ἐδείχθησαν ἡμῖν ἐν ἄλλοις τέ τισιν ὑπομνήμασι καὶ
ἐν τοῖς περὶ κράσεων ἧττον διαπνεόμενοι, διότι καὶ ψυχρότεροι
ταῖς κράσεσίν εἰσι. καὶ διὰ τὴν αὐτὴν αἰτίαν καὶ
γυναῖκες, ἃς διὰ τὴν ἔμμηνον κάθαρσιν ἧσσον ἠδίκησεν
ἡ κατάστασις, ὡς ἔμπροσθεν εἶπον, αἱ δ’ ἀποθανοῦσαι ἐκ
τούτου τοῦ εἴδους ἦσαν. λοιπὸν οὖν ἐστὶν ἐπισκέψασθαι
περὶ τῶν ἰσχνοφώνων καὶ τραχυφώνων καὶ τραυλῶν καὶ
ὀργίλων καὶ πρῶτον γεγραμμένων τῶν ἰσχνοφώνων. εἰ μὲν
οὖν οὕτως εἴη γεγραμμένον τοὺς ἰσχνοὺς τὴν φωνήν· ἰσχνόφωνοι
γὰρ ἔτι καὶ νῦν λέγονταί τινες, ὥσπερ γε καὶ λεπτόφωνοι,
ταῦτ’ οὖν ἑκατέρου ὀνόματος σημαίνοντος, διαφέρουσιν
οὗτοι τῶν ἰσχνοφώνων, ὡς ἐν τοῖς περὶ φωνῆς εἴρηται,
καὶ δέδεικται γίνεσθαι διὰ τὴν στενότητα τῆς τραχείας
ἀρτηρίας τοῦ λάρυγγος. οἱ δὲ ἰσχνόφωνοι τὴν φωνὴν
διὰ τὴν φυσικὴν μοχθηρίαν τῶν κινούντων τὸν λάρυγγα
μυῶν, ἑκάτεροι δὲ δι’ ἀῤῥωστίαν τῆς ἐμφύτου θερμασίας
ἀποτελοῦνται τοιοῦτοι, κατὰ τὴν πρώτην διάπλασιν. ὥσπερ δ’ ἐν τοῖς τὸν λάρυγγα κινοῦσι μυσὶ φαυλότερον ἔξ ἀρχῆς
οἱ ἰσχνόφωνοι διεπλάσθησαν, οὕτως τοῖς τῆς γλώττης οἱ
τραυλοὶ τραχύφωνοι γίνονται διὰ τὴν τραχύτητα τῶν φωνητικῶν
ὀργάνων. ὀνομάζω δ’ ὄργανα φωνητικὰ δι’ ὧν ἐκπεμπόμενον
τὸ πνεῦμα φωνὴ γίνεται. ταῦτα δ’ ἐστὶν ἡ
τραχεῖα ἀρτηρία καὶ ὁ λάρυγξ καὶ ἡ φάρυγξ, οἶον πλῆκτρον
τοῦ φερομένου δι’ αὐτοῦ πνεύματος, ἐδείχθη γὰρ οὗτος
ὄργανον φωνῆς, ὡς διαλέξεως γλῶττα. βραχὺ δὲ πρὸς
γένεσιν καὶ ἡ φάρυγξ συντελεῖ, δασεῖαν αὐτὴν ἐργαζομένη.
ταῦτ’ οὖν τὰ ὄργανα λεῖα μὲν ὄντα λείαν ἐδείχθη καὶ τὴν
φωνὴν ἐργαζόμενα, τραχέα δὲ τραχεῖαν. ἡ δὲ τραχύτης
αὕτη ἐδείχθη διὰ ξηρότητα γινομένη. τὰ μὲν οὖν ἄλλα
πάντα μετὰ τὰς ἡλικίας 373 ἄχρι δεῦρο λελεγμένα ψυχρᾶς
ἐστι κράσεως σημεῖα. μόνη δ’ ἡ ξηρότης ἀμφοτέραις 74
ταῖς κράσεσι συνέρχεται, τῇ τε ψυχρᾷ καὶ τῇ
θερμῇ. τοῖς μὲν οὖν ἅμα τῷ ξηρῷ τῆς κράσεως ψυχροῖς
οὖσι δυσδιαπνεύστοις εἶναι συμβήσεται, καθάπερ καὶ τοῖς
προειρημένοις. ὅσοι δὲ θερμότεροι τούτων ὑπάρχουσιν, οὐκ εὐθὺς ὑπάρχει τοῦτο, διότι τοὺς μὲν ἐξέλωμεν τοῦ λόγου,
τοὺς δ’ ἄλλους φῶμεν, οἷς ἐφαρμόττει ὁ λόγος. ἦν δὲ προκείμενον
ἀποθανεῖν πολλοὺς, ἐξ ὦν κατέλεξεν ἡλικιῶν τε καὶ
φύσεων. ἔλεγον δὲ ἡλικίας εἶναι θερμὰς, ἐν αἷς ὁ πικρόχολος
πλεονάζει χυμός· τὰς φύσεις δὲ δυσδιαφορήτους, ὥστ’
ἄχρι μὲν τοῦδε τὴν ἀρχὴν ὦν εἰρήκαμεν, ἔτι λείπεται περὶ
τῶν ὀξυθύμων εἰπεῖν, οὓς ἐναντιωτάτους φησὶ τοῖς θυμώδεσιν
ὄντας. ἀνδρεῖοι μὲν γάρ εἰσιν οἱ θυμώδεις καὶ καταφρονικοὶ
τῶν μικρῶν πραγμάτων. μικρόψυχοι δ’ εἰσὶν οἱ
ὀξύθυμοι, διότι τὸ γενναῖον τῆς τῶν ἀνδρῶν ψυχῆς οὐκ
ἔχουσιν, ὥστε καὶ οἱ ὀξύθυμοι ψυχρότεροί τε ταῖς κράσεσι
καὶ δυσδιαφόρητοι γενήσονται. τὸ δ’ ἐπὶ τῇ τελευτῇ τῆς
ῥήσεως εἰρημένον, καὶ γυναῖκες πλεῖσται ἐκ τούτου τοὺς
εἴδους ἀπέθνησκον, οὐ δῆλόν ἐστιν εἴτε πρὸς τὸ τέλος
ἀναφέρειν χρὴ μόνον εἴτε πρὸς αὐτὰ τὰ προειρημένα.
τελευταῖοι δ’ αὐτῶν εἰσὶν οἱ ὀξύθυμοι καὶ αὐτῶν τῶν γυναικῶν
τὰς συγγενεῖς τοὺς εἴδους τούτου πλείστας ἀποθνήσκειν ἐπενήνεκται. δύναταί γε μὴν ἀληθὴς ὁ λόγος εἶναι
κατ’ ἄμφω καὶ πρὸς πάντα τὰ προειρημένα τὴν ἀναφορὰν
ποιουμένου τοῦ Ἱπποκράτους καὶ πρὸς μόνον τὸ τελευταῖον.
εἰ δὲ τὸ πρὸς πάντα ἀναφέρειν ἀληθές ἐστιν, ἄμεινον οὕτως
ἀκούειν. ἐν μὲν γὰρ τοῖσι παισὶ καὶ τὸ τελευταῖον
εἰρημένον περιέχεται, κατὰ τοῦτο δ’ οὐκέτι τὰ πάντα λέλεκται.
τὰς μέντοι γυναῖκας τὸ εἴδους ἀποθανεῖν τούτου
λέγειν αὐτὸν, αὐτοῖς ἀνδράσι παραβάλλοντα, προείρηται
γὰρ ἀνωτέρω, γυναῖκες δ’ ἐνόσησαν μὲν πάμπολλαι, ἐλάσσους
δ’ ἢ ἄνδρες, καὶ ἔθνησκον ἧσσον. ἀλλ’ ὁ νῦν λόγος
αὐτῷ τοιοῦτός τίς ἐστι. τῶν γυναικῶν ὅσαι τοῖς εἰρημένοις
πάθεσιν ἑάλωσαν ἀπέθνησκον μᾶλλον, ὅσαι τῆς προειρημένης
ἰδέας ἦσαν.
διεσώζοντο. οἷσι γὰρ ἢ διὰ ῥινῶν καλῶς ἡμοῤῥάγησαν
ἢ κατὰ κύστιν οὖρα πολλὰ καὶ πολλὴν ὑπόστασιν καὶ καλὴν ἔχοντα ἔλθοι, ἢ κατὰ κοιλίην ταραχώδεα χολώδεα
ἐπικαίρως ἢ δυσεντερικοὶ γένοιντο. πολλοῖς δὲ ξυνέπιπτε
μὴ ὑφ’ ἑνὸς κρίνεσθαι τῶν ὑπογεγραμμένων σημείων,
ἀλλὰ διεξιέναι διὰ πάντων τοῖς πλείστοισι καὶ δοκέειν
μὲν ἔχειν ὀχληροτέρως, διεσώζοντο δὲ πάντες οἷσι ταῦτα
ξυμπίπτει· γυναιξὶ δὲ παρθένοισι συνέπιπτε μὲν καὶ τὰ
ὑπογεγραμμένα σημεῖα πάντα. ᾗσι δὲ ἢ τούτων τι καλῶς
γένοιτο ἢ τὰ γυναικεῖα δαψιλέως ἐπιφανείη, διὰ
τούτων ἐσώζοντο, καὶ ἔκρινε καὶ οὐδεμίαν οἶδα ἀπολουμένην
75 ᾗσι τούτων τι καλῶς γένοιτο. Φίλωνος γὰρ
τῇ θυγατρὶ ἐκ ῥινῶν λαῦρον ἐῤῥύη, ἑβδομαίη δὲ ἐοῦσα
ἐδείπνησεν ἀκαιροτέρως, ἀπέθανεν.
τῶν γυναικῶν διαλέγεται. κεφάλαιον γάρ ἐστιν ὃ διδάσκει,
τοὺς μὲν δι’ αἱμοῤῥαγίας, τοὺς δὲ δι’ οὔρων ἢ διαχωρημάτων, ἐνίους δὲ καὶ εἰς δυσεντερίαν ἀποσκηψάντων τῶν αἰτίων
δυνηθῆναι σωθῆναι.
ἀποῤῥεῖ, τούτοισιν ἀπὸ ῥινῶν αἱμοῤῥαγίαν προσδέχεσθαι,
ἢν καὶ τὰ ἄλλα ὀλεθρίως μὴ ἔχωσιν, ἐπεὶ τοῖσί γε
φλαύρως ἔχουσιν οὐχ αἱμοῤῥαγίην, ἀλλὰ θάνατον σημαίνει.
αὐτῷ διὰ τῶν ἔμπροσθεν εἴρηται νῦν, ἔστι δ’
ἱκανῶς ὁ λόγος σαφὴς τοῖς μεμνημένοις ὧν ἔμπροσθεν εἶπε
καὶ κατὰ τοῦτο βιβλίον ὧν τε ἐν τῷ προγνωστικῷ. καί
μοι λέλεκται ταῦτα πάντα μετὰ τῶν οἰκείων διορισμῶν ἐν
τοῖς κατὰ τὸ προγνωστικὸν ὑπομνήμασι καὶ ἐν τοῖς περὶ
κρίσεων.
ἔστιν οἷσιν ἐκλείποντος τοῦ πυρετοῦ κρισίμως οὔτε καθίσταται
οὔτ’ ἐξεπύει, τουτέοισι διάῤῥοια χολωδέων ἢ
δυσεντερίη ἢ παχέων οὔρων ὑπόστασις γενομένη ἔλυσε,
οἷον Ἑρμίππῳ τῷ Κλαζομενίῳ.
προμνησθέντων πρὸς τὸ μὴ διὰ παντὸς ἡγεῖσθαι τὰς παρωτίδας
ἀνεκπυήτους μενούσας μοχθηρὸν εἶναι σημεῖον·
ἐν γὰρ τῇ προκειμένῃ καταστάσει τοὺς μὲν πυρετούς φησι
παύσασθαι κρισίμως ἐνίοις, ὅπερ ἐστὶν ἐν ἡμέρᾳ κρισίμῳ
καὶ μεθ’ ἱδρῶτος ἤ τινος ἄλλου τῶν οὕτω κρινόντων, ἔτι
διαμένειν τὰς παρωτίδας, εἶτα ἐν τῷ χρόνῳ προϊόντι καταστῆναι
δι’ ὧν εἶπεν οὔρων καὶ διαχωρημάτων καὶ δυσεντερίας,
ἐκκαθαρθέντων τῶν τὴν νόσον ἐργαζομένων
αἰτίων.
ὅμοια ἢ ἀνόμοια.
πάντα κατὰ δύο πραγματείας ἠθροισμένα ἔχεις πρὸς ἡμῶν,
τῇ τε περὶ τῶν κρισίμων καὶ κρίσεων. ἀλλὰ καὶ νῦν διὰ
βραχίων εἰρήσεται τὸ κεφάλαιον τοῦ λόγου. τὰ περὶ κρίσιας,
φησὶ, κατὰ τὶ μὲν ὅμοια, κατὰ τὶ δὲ ἀνόμοια γενέσθαι.
κἄπειτα παρατίθεται πολλοὺς ἐξ ὑποστροφῆς καὶ αὐτοὺς
κατὰ τὰς αὐτὰς προθεσμίας ἑπτακαιδεκαταίους κριθῆναι τὸ
σύμπαν, εἶτ’ ἄλλους εἰκοσταίους ἐξ ὑποστροφῶν καὶ αὐτοὺς
οὐχ ὁμοίως γενομένους. παραδείγματος δὲ χάριν μέμνηται
πρῶτον ἀδελφῶν δυοῖν ἐν τῇδε τῇ ῥήσει.
τουτέων τῷ πρεσβυτέρῳ ἔκρινεν ἑκταίῳ, τῷ δὲ νεωτέρῳ
ἑβδομαίῳ. ὑπέστρεψεν ἀμφοτέροισιν ὁμοῦ τὴν αὐτὴν ὥρην
καὶ διέλιπεν ἡμέρας πέντε. ἐκ δὲ τῆς ὑποστροφῆς
ἐκρίθη ἀμφοτέροισιν ὁμοῦ τὸ σύμπαν ἑπτακαιδεκαταίοισιν,
ἔκρινε δὲ τοῖσι πλείστοισι πεμπταίοις, διέλιπεν ἑβδομαίοις.
ἐκ δὲ τῆς ὑποστροφέων ἔκρινε πεμπταίοισι, οἷσι δ’
ἔκρινεν ἑβδομαίοισι, διέλιπεν. ἑβδομαίοισιν, ἐκ δὲ
τῆς ὑποστροφῆς ἔκρινε τριταίοισιν. οἶσι δὲ ἔκρινεν
ἑβδομαίοισι, διαλιπόντας τὴν τρίτην ἔκρινεν ἑβδομαίοισι,
οἷσι δ’ ἔλειπεν ἑκταίοισι, διαλιπόντας ἕκτην,
ἐλάμβανε τριταίους. οἶσι δὲ ἔλειπε πρώτη ἐλάμβανε καὶ
ἔκρινε πρώτη, οἷον Εὐάγοντι τῷ Δαϊφάρσους. οἷσι δ’
ἔκρινε ἑκταίοισι, διέλιπεν ἑβδομαίοισιν. ἐκ δὲ τῆς ὑποστροφῆς
ἔκρινε τεταρταίοισιν, οἶον τῇ Ἀγλαΐδου θυγατρί.
οἱ μὲν οὖν πλεῖστοι τῶν νοσησάντων ἐν τῇ καταστάσει
ταύτῃ τούτῳ τῷ τρόπῳ διενόσησαν καὶ οὐδένα οἶδα τῶν
περιγενομένων ὅντινα οὐχ ὑπέστρεψαν κατὰ λόγον αἱ ὑποστροφαὶ γενόμεναι καὶ διεσώζοντο πάντες οὓς ἐγὼ
οἶδα, οἶσιν αἱ ὑποστροφαὶ διὰ τοῦ εἴδεος τούτου γενοίατο.
οὐδὲ τῶν διανοσησάντων διὰ τούτου τοῦ τρόπου, οὐδενὶ
οἶδα ὑποστροφὴν γενομένην πάλιν. ἔθνησκον δὲ ἐν τοῖσι
νοσήμασι τούτοισιν οἱ πλεῖστοι ἑκταῖοι, οἷον Ἐπαμινώνδας
καὶ Σιληνὸς καὶ Φιλίσκος ὁ Ἀνταγόρεω.
ἐστὶ, τὸ δ’ ἄχρηστον ἄδηλον, ὥστ’ οὐ ζητεῖν αὐτὸ προσῆκεν,
77 ἀλλ’ οἱ μὲν τὰ χρήσιμα σπουδάζοντες ἑαυτοῖς
πράγματα παρέχουσι, ζητοῦντες πῶς εἰπὼν ὁ Ἱπποκράτης
τῷ μὲν πρεσβυτέρῳ τὴν κρίσιν ἑκταίαν γενέσθαι,
τῷ δὲ νεωτέρῳ ἑβδομαίαν. καὶ μετὰ ταῦτα πάλιν εἰπὼν,
ἐπέστρεψεν ἀμφοτέροις ὁμοῦ τὴν αὐτὴν ὥρην, ἐπήνεγκε,
διέλιπον ἡμέρας πέντε. οὐ γὰρ ἀμφοτέροις δυνατόν ἐστι
τὰς πέντε διαλιπεῖν, ἀλλὰ τῷ ἑτέρῳ μόνῳ, καίτοι γε καὶ
δυνατόν ἐστιν αὐτὸ τοῦθ’ ὃ λέγουσιν, ἀκοῦσαι περὶ μόνου
τοῦ ἑνὸς, τοῦ δευτέρου κατὰ τὴν διήγησιν εἰρημένου, τοῦ κριθέντος ἑβδομαίου τὴν πρώτην κρίσιν. καὶ εἰ δὴ τούτῳ
διέλιπεν ἡμέρας πέντε, πρόδηλον ὅτι τῷ κατὰ τὴν ἕκτην
ἡμέραν κριθέντι [κατὰ τὴν δευτέραν ἡμέραν κριθέντος]
διέλιπεν ἕξ. ἐγχωρεῖ δὲ κατ’ ἀρχὴν εὐθὺς ὑπὸ τοῦ βιβλιογράφου
τὴν λέξιν ἁμαρτηθεῖσαν φυλαχθῆναι, καθάπερ καὶ
ἄλλαι πολλαὶ τοῦτο πεπόνθασι, παρά τε τῷ Ἱπποκράτει
καὶ ἄλλοις οὐκ ὀλίγοις. ὃ δὲ λέγω σφάλμα τοῦ βιβλιογράφου
γενέσθαι, τοιόνδε ἐστίν. ἐνεδέχετο γεγράφθαι μὲν ὡδί πως
τὴν λέξιν, διέλιπεν ἡμέρας ἓξ μὲν τῷ πρεσβυτέρῳ, τῷ
δ’ ἑτέρῳ πέντε. τὸ γράψαι δὲ τὸν ἁμαρτάνοντα, διέλιπε
πέντε, καὶ πιθανώτερον ἐπὶ τῷ πρεσβυτέρῳ, τὰς ἓξ διαλιπεῖν,
τῷ δὲ νεωτέρῳ τὰς πέντε, τῆς δ’ ὑποστροφῆς ἄμα
ἀμφοτέροις γενομένης κατὰ τὴν δωδεκάτην ἡμέραν. ἐφεξῆς
γοῦν φησὶ, ἔκρινε δὲ τοῖσι πλείστοισιν ἑκταίοισι, διέλιπε
πεμπταίοισιν, ὥστ’ εἰκάσαι τοὺς ἀδελφοὺς τῶν τοῖς πλείστοις
γενομένων κρίσεων καὶ αὐτοὺς εἶναι παράδειγμα. μετά γε
μὴν τὴν τούτων διήγησιν καὶ ἄλλας κρίσεις ἔγραψε πολυειδεῖς
ἁπάσας τῇ ἑπτακαιδεκάτῃ περιγραφομένας ἡμέρᾳ, τοιαύτην δ’ οὐδεμίαν, οἵαν ἐπὶ τῶν δύο ἀδελφῶν ἐγώ φημι
δεῖν ἀκούειν, ὥσθ’ ὑποστρέψαι κατὰ τὴν δωδεκάτην ἡμέραν
αὐτοὺς ἀμφοτέρους καὶ νεωτέρου διαλείποντος τὰς πέντε.
πιθανὸν μὲν οὕτως ἐν αὐτοῖς ἐῤῥέθη, ἵνα τό τε πρὸς τοῖς
ἄλλοις ὅμοιον αὐτοῖς διασώζηται, τὸ ἐξ ὑποστροφῆς ἑπτακαιδεκαταίους
κριθῆναι καὶ τὸ ἴδιον, ὅτι περὶ τὴν δωδεκάτην
ὑπέστρεψαν. καὶ καλὸν δ’, ὡς ἔφην, μὴ ζητεῖν ἔχοντα
χρήσιμα. καὶ τοίνυν ἤδη καταλείπωμεν ἅπαντα τὰ περὶ
κρίσεις ἐφεξῆς αὐτῷ λελεγμένα, κεφάλαια ἔχοντες κατὰ τὶ
μὲν ὁμοίας αὐτὰς γενέσθαι, κατὰ τὶ δ’ ἀνομοίας. τῶν γάρ
τοι πρώτων κρίσεων ἤτοι κατὰ τὴν ἕκτην ἡμέραν ἀναιρούντων
τοὺς νοσοῦντας ἢ ἀπίστων γινομένων ὡς ὑποστρέφειν
αὖθις ἐπὶ τὴν ὑστάτην τε καὶ τελείαν κρίσιν, ἐπὶ τῆς
ἑπτακαιδεκάτης ἡμέρας λαμβανουσῶν, ἐν τούτῳ τὸ ὅμοιον
καὶ τὸ ἀνόμοιον ἐγίγνετο. μετὰ δὲ ταῦτα κρίσεων ἄλλων
μνημονεύει καὶ ὑποστροφῶν γινομένων εἰς τὴν εἰκοστὴν
ἡμέραν, ὥστ’ ἐν ταύτῃ τελείως κριθῆναι. κατέκειντο παρὰ
τὸ θέατρον. γράφουσί τινες οὐ θέατρον, ἀλλὰ θέρετρον, ἵν’ ἔχωσιν ἐξηγεῖσθαι χωρίον τι εἶναι παρὰ τὸ θέρεσθαι κεκλημένον
οὕτως. διαφέρει δ’ οὐδὲν εἰς τὴν προκειμένην θεωρίαν
ὅπως ἄν τις γράφει τὰ τοιαῦτα τῶν ὀνομάτων. καὶ
γὰρ εἴτε Περιγένους εἴτε Δίωνος ἢ Θέωνος ἦσαν ἀδελφοὶ
διήνεγκεν οὐδὲν, ἀλλ’ οἱ μὴ δυνάμενοι τὰ κατὰ τὴν
ἰατρικὴν τέχνην ἐξηγεῖσθαι καλῶς, ἐπὶ τὰς τοιαύτας ἐκτρέπονται
περιεργίας.
κατέσβη δὲ πᾶσιν οἷς οὐκ ἐξεπύησεν, ἀλλ’ ἐπὶ
κύστιν ἐτράπετο. Κρατιστονάκτῃ τῷ παρὰ Ἡρακλίῳ ᾤκει
καὶ Σκύμνου τοῦ γναφέως θεραπαίνῃ ἐξεπύησεν, ἀπέθανεν.
οἷσι δὲ ἔκρινεν ἑβδόμῃ, διέλιπεν, ἐνάτῃ ὑπέστρεφεν, ἔκρινεν
ἐκ τῆς ὑποστροφῆς. ἔκρινεν ἑβδόμῃ Φανοκρίτῳ, ὃς
κατέκειτο παρὰ Γνάθωνι τῷ γραφεῖ.
καὶ νῦν, ὅτι παραδοξότερόν τε καὶ σπανιώτερον ἐκείνου.
τὸ γὰρ χωρὶς τοῦ διαπυῆσαι τὰς παρωτίδας ὑπὸ μόνων
τῶν κάτω γενομένων ἐκκρίσεων θεραπευθῆναι, μὴ πάνυ σύνηθες
γενόμενον. ἐπέτεινεν ἐν τῷ νῦν λόγῳ γράψας Κρατιστονάκτῃ
καὶ τὴν τοῦ γραφέως θεράπαιναν ἀποθανεῖν
375 ἐκπυησάντων τῶν περὶ τὰ ὦτα. μάχεσθαι γὰρ
δόξει τὸ, πεπασμοὶ ταχυτῆτα κρίσεως καὶ ἀσφάλειαν ὑγιεινὴν
σημαίνουσιν. ἀλλὰ νῦν γε τὰ μὲν κατὰ τὰς φλέβας
αἴτια τῶν πυρετῶν οὐκ ἔφθασε πεφθῆναι τῷ Κρατιστονάκτῃ
καὶ τῇ θεραπαίνῃ τοῦ γραφέως, ἢ οὐκ ἂν ἀπέθανεν.
αἱ μέντοι παρωτίδες ἐπέφθησαν, ὅπερ ἔφην σπάνιον εἷναι
καὶ δεῖν αὐτοῦ μνημονεύειν, ὡς ἐνδεχόμενον μερικὴν γενέσθαι
πέψιν ἐν μορίῳ τινὶ, καίτοι τῆς ὅλης νόσου μὴ πεφθείσης.
τὰ δ’ ἄλλα πάντα τὰ κατὰ τὸν τρόπον τοῦτον εἰρημένα
περὶ τῶν κρίσεων ἐξειργασάμεθα τελέως ἐν τοῖς περὶ κρίσεων
καὶ κρισίμων ἡμερῶν γεγραμμένοις ἡμῖν ὑπομνήμασιν.
ἰσημερίης παρέμενον μὲν καὶ οἱ καῦσοι καὶ τὰ φρενιτικὰ
καὶ ἔθνησκον πολλοί. αἱ μέντοι κρίσιες μετέπεσον καὶ
ἔκρινε τὸ τοῖς πλείστοισιν ἐξ ἀρχῆς πεμπταίοισι, διελίπετο
τεταρταίοισι, ὑπέστρεφεν. ἐκ δὲ τῆς ὑποστροφῆς
ἔκρινε πεμπταίοισιν. τὸ δὲ σύμπαν τεσσαρεσκαιδεκαταίοισι.
ἔκρινε δὲ παιδίοισιν οὕτω τοῖς πλείστοισιν, ἀτὰρ
καὶ πρεσβυτέροισιν. ἔστι δ’ οἶσιν ἔκρινεν ἑνδεκάτῃ, ὑπέστρεφε
τεσσαρεσκαιδεκάτῃ, ἔκρινε τελείως εἰκοστῇ. εἰ
δέ τινες ἐπεῤῥίγουν περὶ τὴν εἰκοστὴν, τουτέοισιν ἔκρινεν
τεσσαρακοστῇ ἐπεῤῥίγουν δὲ οἱ πλεῖστοι περὶ κρίσιν τὴν
ἐξ ἀρχῆς. οἱ δὲ ἐπιῤῥιγώσαντες ἐξ ἀρχῆς περὶ κρίσιν
καὶ ἐν τῇσιν ὑποστροφῇσιν ἅμα κρίσει.
κατὰ τὸ πρότερον, ὅν ἐν τῇ καταστάσει διηγήσατο καὶ λέλεκταί μοι πρόσθεν ἡ αἰτία, δι’ ἣν αἱ φρενίτιδες ὕστερον ἐπλεόνασαν, οὐκ
οὖσαι κατ’ ἀρχὰς, ἀλλὰ καὶ τὰς τῶν κρίσεων προθεσμίας μεταπεσεῖν
φησὶ καὶ διηγεῖται αὖ καὶ τὴν τούτων ποικιλίαν,
κοινὸν ἐχουσῶν πρὸς τὰς ἔμπροσθεν εἰρημένας τὸ μεθ’
ὑποστροφῶν γίνεσθαι. παιδίοις μὲν οὖν καὶ τοῖς τούτων
ἔτι πρεσβυτέροις τεσσαρεσκαιδεκαταίας τὸ σύμπαν γενέσθαι
φησὶ τὰς κρίσεις. καὶ γὰρ διαφορεῖται τάχιστ’ αὐτοῖς
τὰ τῶν νόσων αἴτια καὶ πέττεται. τοῖς δ’ ἄλλοις οὐ μόνον
εἰς τὴν εἰκοστὴν, ἀλλὰ καὶ εἰς τὴν τεσσαρακοστὴν ἀφικνεῖσθαί
φησιν ἐξ ὑποστροφῆς τὴν ὑστάτην κρίσιν, καὶ οὐδὲν
θαυμαστὸν ἀξιολόγους γενέσθαι διαφορὰς τῶν κρίσεων
ἐπὶ τῇ ποικιλίᾳ τῶν νοσημάτων.
φθινοπώρου δ’ ἔτι πλείους, ὑπὸ δὲ χειμῶνα πολλῷ πλεῖστοι,
αἱ δ’ αἱμοῤῥαγίαι ὑπέλειπον.
ὑπ’ αὐτοῦ ῥηθέντος, οὐ κατὰ τὸ δεύτερον ἔτος. οὐ γὰρ
ἐξέτεινεν ἐπὶ τοσούτῳ γε τὴν διήγησιν τῶν γιγνομένων νοσημάτων,
ἀλλὰ μέχρι καὶ τοῦ δευτέρου χειμῶνος ἀφίκετο.
διὰ τί δὲ τὸ τοῦ χρόνου προϊόντος ἀεὶ καὶ μᾶλλον ὁ τῶν
ἐπιῤῥιγούντων ἀριθμὸς ηὐξάνετο πρόσθεν ἤδη μοι δυνάμει
λέλεκται κατ’ ἐκεῖνον τὸν λόγον, ἡνίκα μὲν ἀνεμίμνησκον,
ἐπιδέδεικται μοι τὸ ῥῖγος γινόμενον, διὰ τῶν στερεῶν σωμάτων
διερχομένης τῆς ξανθῆς χολῆς, οὐκ ἐν ταῖς κοιλότησι
τῶν ἀγγείων περιεχομένης. ἐν ἀρχῇ μὲν οὖν ἐν κινήσει
οὖσα τοὺς καύσους ἐγέννησε, μεταλαμβανομένη δ’ ὕστερον
εἰς τὰ σαρκώδη μόρια καὶ δι’ αὐτῶν ἐπὶ τἀκτὸς φερομένη
τὸ ῥῖγος εἰργάσατο. κατ’ ὀλίγον δ’ ἀποπαύεσθαι τὰς
αἱμοῤῥαγίας, μηκέτ’ ἐν ταῖς φλεψὶν οὔσης, ἀλλὰ διασκεδαννυμένης
εἰς ὅλον τὸ σῶμα.
In Hippocratis Epidemiarum I. Galen. ed. Karl Gottlob Kühn. Leipzig. 1828.
Funding provided by Andrew W. Mellon Foundation.