καὶ τῶν σπλάγχνων τῶν φλεγμονῶν οἷα δύναται, εἴτ’ ἐξ
ἥπατος σπλὴν καὶ τἀναντία καὶ ὅσα τοιαῦτα.
ἀλλὰ καὶ ἐξ οἵων οἷα ἀλλοιοῦσι καὶ ἐξ οἵων οἷα ποιοῦσι·
καὶ τὴν μὲν πρώτην γραφὴν οἵ τε παλαιοὶ τῶν ἐξηγητῶν
ἴσασι καὶ Ῥοῦφος. τὴν δ’ ἐξ οἵων οἷα ἀλλοιοῦσιν, οἱ περὶ
Σαβῖνον καὶ Διοσκορίδην. τὸ δ’ ἐξ οἵων οἷα ποιοῦσιν οἱ περὶ τὸν Λύκον. ἔστι δὲ τῆς παλαιᾶς γραφῆς ἡ διάνοια
καθολικόν τι διδάσκουσα, τῶν δ’ ἄλλων, ἐν μέρει. περὶ
γὰρ τῶν καθ’ ὑποχόνδριον διαδοχῶν ἀποφαίνονται μόνον,
οὐ περὶ πασῶν. ἄμει 466 νον δὲ ἐν οἷς ἐγχωρεῖ καὶ
ἀληθές ἐστι, τὸ καθόλου μᾶλλον ἡγεῖσθαι διδάσκειν αὐτὸν
οὐ τὸ κατὰ μέρος. ὁ μὲν οὖν καθόλου λόγος ἐστὶ τοιοῦτος.
415 τὰς δὲ διαδοχὰς ἐπισκέπτεσθαι προσήκει, τάς τε
καθ’ ὑποχόνδριον καὶ τὰς ἄλλας ἁπάσας, ἐξ οἵων γίνονται
παθῶν ἢ μερῶν εἰς οἷα μέρη τε καὶ πάθη, καθάπερ ἐφ’
ἥπατός τε καὶ σπληνός. αὐτὸς γὰρ ἐμνημόνευσε τούτων
ἕνεκα παραδείγματος, εἰδότων ἡμῶν ἐπικινδύνους μὲν εἶναι
τὰς εἰς ἧπαρ ἐκ σπληνὸς, ἀκινδύνους δὲ καὶ πρὸς ἀγαθοῦ
μᾶλλον, ὅσαι διαδοχαὶ νοσημάτων ἀφ’ ἥπατος εἰς σπλῆνα
γίνονται. πάντα δὲ τὰ περὶ τῶν ἀποστάσεων ἅς τε ἡ φύσις
εἴωθε μόνη ποιεῖσθαι καθ’ ἑαυτὴν, ἅς θ’ ἡμεῖς ἢ μετ’
ἐκείνης ἢ μόνοι, κατά τε τὸ περὶ χυμῶν καὶ τὸ δεύτερον
τῶν ἐπιδημιῶν προεξήγημαι. καὶ ἄλλαι δέ τινές εἰσι γραφαὶ
παρ’ ἃς ἔγραψα, κατά τε τήνδε καὶ πολλὰς ἄλλας ῥήσεις. ἀλλ’ ἐγὼ κατ’ ἀρχὰς εὐθέως ὀλίγων ἔφην μνημονεύειν
ἐξηγήσεών τε καὶ γραφῶν, ὅπως μὴ πολλὰ γίνωνται τὰ τοῦ
προκειμένου γράμματος ὑπομνήματα.
In Hippocratis Epidemiarum I. Galen. ed. Karl Gottlob Kühn. Leipzig. 1828.
Funding provided by Andrew W. Mellon Foundation.