ΙΠΠΟΚΡΑΤΟΥΣ ΕΠΙΔΗΜΙΩΝ ΣΤ.
ΚΑΙ ΓΑΛΗΝΟΥ ΕΙΣ ΑΥΤΟ ΥΠΟΜΝΗΜΑ
Β.
ἁρμόττοντες παθήμασιν. εὐρῦναι μὲν γὰρ δεῖ τὰ πεπυκνωμένα,
πυκνῶσαι δὲ τὰ πέρα τοῦ προσήκοντος εὐρυσμένα.
διὸ καὶ τὴν δευτέραν συλλαβὴν τοῦ στενυγρῶσαι, ψιλοῦντες οὐ δασύνοντες ἀναγνωστέον ἐστίν. οὐ γὰρ ἔγκειται
τὸ ὑγρὸν ἐν τῇ λέξει, καθάπερ ἄν τις οἰηθείη, μὴ γινώσκων
ὑπὸ τῶν Ἰώνων τὸ στενὸν ὀνομάζεσθαι στενυγρόν.
ἀλλὰ τοῦτό γε μαρτύριόν ἐστιν αὔταρκες, τὸ παρὰ τῷ Σιμωνίδῃ
γεγραμμένον ἐν τοῖσδε τοῖς ἔπεσιν·
παρὰ τὴν κατὰ φύσιν συμμετρίαν, ἐνίοτε μὲν ἀγγείων
τινῶν ἢ μορίων αἰσθητὰ στόμια, πολλάκις δὲ λόγῳ θεωρητὰ,
κατά τε τὸ δέρμα κᾀν τῷ βάθει· καὶ χρὴ τὰ μὲν πεπυκνωμένα
διοίγειν καὶ ἀραιοῦν, μετρίως ἐκθερμαίνοντα, τὰ
δὲ ἀναπεπταμένα συνάγειν, στύφοντά τε καὶ ψύχοντα. τέλειον
δὲ ἔχετε τὸν περὶ τούτων λόγον, ὥσπερ καὶ τῶν ἄλλων
θεραπευτικῶν λογισμῶν εἰρησόμενον ἐν τῇ τῆς θεραπευτικῆς
μεθόδου πραγματείᾳ.
καὶ τῇ τι μὲν, τῇ τι δὲ μή.
ὥσπερ κᾀν τοῖς ἡμετέροις θεραπευτικοῖς, ὥς ποτε μὲν αἰσθητῶς
ἐκκενοῦν προσήκει τοὺς πλεονάζοντας χυμοὺς ἢ
ἐμέτοις ἢ κλυστῆρσιν ἢ διὰ καθαιρόντων φαρμάκων ἢ δι’
οὔρων ἢ δι’ ἱδρώτων ἢ διὰ φλεβοτομίας ἢ δι’ αἱμοῤῥοΐδος
ἢ διὰ μήτρας ἢ ἀποσχάζοντας, ἐνίοτε δὲ διαφορεῖν τοῖς
ἔξωθεν ἐπιτιθεμένοις φαρμάκοις, ὧν ὠνόμαζε τοῦτο μὲν
ξηρᾶναι, τὸ πρότερον δὲ ἐξῶσαι. κοινοῦ δὲ ἀμφοτέροις
ὄντος τοῦ κενῶσαι, τὸ ἐναντίον τῷ τρίτῳ ἔγραψεν, ὀνομάσας
ἐνθεῖναι, τουτέστι γεννῆσαι τοὺς λείποντας χυμούς.
εὔδηλον δ’ ὅτι διὰ τῶν ἐσθιομένων καὶ πινομένων ἐντίθεμεν
τούτους, ἐκλεγόμενοι τάς τε προσηκούσας ποιότητας αὐτῶν καὶ τὰς ποσότητας, καὶ φροντίζοντες ὅπως πεφθῇ τε
καὶ ἀναδοθῇ καὶ προστεθῇ τοῖς σώμασι. τὸ δὲ καὶ τῇ τι
μὲν, τῇ τι δὲ μὴ, κἂν εἰ μὴ ἐλέλεκτο, σαφὲς ἦν. ἐνίοτε μὲν
γὰρ ἐφ’ ἑνὸς ἀνθρώπου τινὰ μὲν εἰς ὄγκον ᾐρμένα μόρια
κενώσεως δεῖται, τινὰ δὲ ἀτροφοῦντα προσθέσεως.
τἄλλα, καὶ τὰ μὲν, τὰ δὲ μή.
λεπτῦναι πεπαχυσμένον ἀμέτρως αὐτὸ καὶ παχῦναι λελεπτυσμένον
οὐκ ὀλιγάκις ἡμῖν πρόκειται. πολλάκις δ’ οὐχ
ὅλον, ἀλλ’ ἤτοι σάρκας τινὰς ἢ τὸ δέρμα μόνον, ἐνίοτε δὲ
τοὺς χυμοὺς, οὓς ἐδήλωσε προσθεὶς καὶ τὰ ἄλλα. τὸ δὲ καὶ τὰ μὲν, τὰ δὲ μὴ, κατὰ τὸν αὐτὸν εἴρηται λόγον, ὡς ἐπὶ
τῆς πρὸ ταύτης ῥήσεως ἐξηγησάμην.
δὲ μή.
ἕπεσθαι δυνήσῃ τοῖς λεγομένοις ἐν μέρει πᾶσι
θεραπευτικοῖς λογισμοῖς. εἰ γάρ ἐστι τὰ ἐναντία τῶν
ἐναντίων ἰάματα, λεᾶναι μὲν δεήσει τὰ τετραχυσμένα παρὰ
φύσιν, τραχῦναι δὲ τὰ λεῖα γεγονότα. τραχύνεται μὲν οὖν
καὶ φάρυγξ πολλάκις αἰσθητῶς καὶ ἀρτηρία τραχεῖα καὶ
στόμα καὶ ὅλον τὸ δέρμα κατά τε τὰς ψωρώδεις καὶ λεπρώδεις
διαθέσεις, ἐξανθήμασί τέ τισι, τοῖς μὲν κεγχρώδεσιν,
τοῖς δ’ ἐλάττοσι τούτων ἢ μείζοσι. τραχύνεται δὲ καὶ τὰ
κατὰ γαστέρα πολλάκις, ὅταν δι’ αὐτῶν ἐκκρίνεται πλείων
χολώδης χυμὸς ἄκρατος. ἔσθ’ ὅτε δὲ καὶ ἐξ ἐδεσμάτων δριμέων τε καὶ δακνωδῶν γίνεται τοῦτο. καὶ δηλονότι διὰ
τῶν ἰωμένων τὰς τραχύτητας φαρμάκων τὴν θεραπείαν ποιεῖσθαι
χρὴ τῶν τοιούτων, ὅπερ ὠνόμασε λεᾶναι. τοῖς δὲ
εἰρημένοις ἐναντίως διακείμενα τὰ τραχυνθῆναι δεόμενα,
κατὰ μὲν τὸ δέρμα, περί τε τὰς τῆς κεφαλῆς καὶ τοῦ γενείου
τρίχας γίνεται. περὶ μὲν τὰς τῆς κεφαλῆς ἐν ἀλωπεκίαις
καὶ ὀφιάσεσι καὶ μυδριάσεσιν, ἐπὶ δὲ τοῦ γενείου
τῶν βραδέως αὐτοῦ καὶ μόγις φυόντων, ἐφ’ ὧν καὶ αὐτῶν
ἐπειράθημεν ἁπάντων πρὸς ἀλωπεκίας ἁρμοζόντων φαρμάκων.
ἐν δὲ τοῖς ἄλλοις μέρεσι τοῦ σώματος, ἔν τε τῷ χειλῶν
καλῶν ἕλκη ἢ κόλπους ὅλους, ἐνιέντες φάρμακα ῥυπτικὰ
458 τραχύνομεν τὰ μόρια. καὶ τὴν γαστέρα γλίσχρου
φλέγματος ἐμπεπλησμένην ἐνίοτε τραχυντικοῖς φαρμάκοις
διαῤῥύπτομεν, ἐν ταὐτῷ δ’ 394 ἐστὶ τῷ γένει
καὶ τῶν αἱμοῤῥοΐδων καθάρσεων προκλητικοὶ πεσσοί. καὶ
μέντοι τὰς ἐν τοῖς βλεφάροις συκώσεις προτραχύνοντές τινι
πρότερον οὕτως ἐπαλείφομεν τὰ καθαιρετικὰ φάρμακα,
πράττοντες τοῦτο χάριν τοῦ παραδέξασθαι τὴν δύναμιν αὐτῶν εἰς τὸ βάθος τὰς ἡλωμένας ἐξοχάς. ἴστε γοῦν ἐμὲ
χρώμενον ἐπ’ αὐτῶν δέρμασί τε θαλαττίων κητῶν τραχέσι
καὶ σηπίας ὀστράκοις καὶ κισσήρει, καὶ τούτων μὴ παρόντων
αὐτῷ τῷ κυαθίσκῳ τῆς μήλης, στενὸν ἐχούσης, οὐκ
εὐρὺ τὸ πέρας. ἀλλὰ τὸ τοὺς ἀχῶρας καὶ τὰ κηρία καλούμενα
καὶ τὰς μυρμηκίας, ὅσα τε ἄλλα τοιαῦτα φαρμάκοις
ἐκτῆξαι βουλόμεθα, προτραχύνοντες ἤτοι διὰ τῶν
ἡμετέρων ὀνύχων μετρίως ἢ δι’ ὀθόνης σκληρᾶς ἢ διά τινος
τῶν προειρημένων, οὕτως ἐπιτίθεμεν αὐτοῖς τὰ φάρμακα.
σκληρῦναι, μαλθάξαι. καὶ τούτων ἡμῖν χρεία γίνεται,
πολλάκις μὲν ἐφ’ ὅλου τοῦ σώματος, ἐνίοτε δὲ ἐφ’ ἑνὸς μορίου.
τοὺς μὲν γὰρ ὕποιδόν τε καὶ ὑδερικὴν ἔχοντας ὅλην
τὴν ἕξιν τοῦ σώματος σκληρύνομεν διά τε σινδόνων προανατρίβοντες
καὶ σκληρᾷ τρίψει χρώμενοι καὶ γυμνάζοντες
ἐν κόνει. τοὺς δ’ οὐ φέροντας ταῦτα φαρμάκοις ξηραίνουσι
προσπλαστοῖς, ἀλουσίᾳ τε καὶ ταῖς εἰρημέναις τρίψεσι,
πρὸς δύναμιν δηλονότι καὶ κατὰ βραχὺ χρώμενοι ταῖς παραυξήσεσιν
αὐτῶν. ἓν δὲ μορίον ἐνίοτε διακείμενον οὕτως ἀνάλογον οἷς εἴρηκα θεραπεύομεν. ἐπὶ δὲ τῶν κώλων μάλιστα
φαίνεται συνεχῶς τοῦτο γινόμενον, ἀλλὰ καὶ τῶν ἑλκῶν πάντων
ὅταν σαρκωθῇ, τὴν ἐπούλωσιν οὕτω ποιούμεθα. σκληρυνομένη
γὰρ ἡ σὰρξ δερματοῦται καὶ οὐλὴ γίνεται. πάλιν
δὲ ἐκ τῶν ἐναντίων μαλθάσσεται τά τε τετυλωμένα καὶ τῶν
φλεγμονῶν αἱ σκιῤῥούμεναι, καθ’ ὃν τρόπον καὶ ἡ τοῦ
σκιῤῥουμένου σπληνὸς ἴασις γίνεται. καὶ τὸ παχυνόμενον
δέρμα κατὰ τὸ πάθος, ὃ καλοῦμεν ἐλέφαντα, καὶ τῶν οὐλῶν
δὲ καὶ τὰς σκληροτέρας τοῦ προσήκοντος μᾶλλον μαλάσσομεν,
ὥσπερ τὰς πάνυ μαλακὰς σκληρύνομεν.
ἐκλελυμένας ἐχόντων αὐτὰς εὔδηλόν ἐστιν οὐ σμικρὰν
χρείαν παρέχον τοῖς ἰατροῖς. τὸ δὲ ναρκῶσαι κατὰ μόνας τὰς σφοδρὰς ὀδύνας γίνεταί ποτε χρήσιμον, ἡνίκα τὰ δι’
ὀπίου καὶ μανδραγόρου καὶ ὑοσκυάμου φάρμακα προσφέρομεν.
αὐτὸς γὰρ εἶπε, νάρκη δὲ μετρίη ὀδύνης λυτική.
ἐὰν γοῦν τὶς σφοδροτέροις ἢ πλείοσι χρήσηται τοῖς ναρκωτικοῖς
φαρμάκοις, καταψύχεταί τε καὶ νεκροῦται τὰ
σώματα.
λέγει, θερμαινόντων ἢ ψυχόντων ἢ ὑγραινόντων ἢ
ξηραινόντων ἢ ἐμβαλλόντων τὸ ἐκπεπωκὸς ἢ ἐκτεμνόντων
τὸ παρὰ φύσιν ὅλῳ τῷ γένει τοῦ σώματος ἢ ἀποτεμνόντων
τῷ μεγέθει παρὰ φύσιν ἢ τὸ διεστραμμένον ἐξευθυνόντων
ἢ ἐκφραττόντων τὸ ἐμπεφραγμένον ἢ τἄλλα ὅσα κατὰ θεραπευτικὴν
εἴρηται πραγματείαν, ἅπαντα κοινὸν ἔχοντα
σκοπὸν τὴν τῶν ἐναντίων τοῖς πάθεσι προσαγωγήν.
γεγραμμένους τελειότερον ἐν τῷ περὶ τῶν χυμῶν,
εἰρήσονται δὲ καὶ νῦν ἀναμνήσεως ἕνεκα. παροχέτευσιν
μὲν ὀνομάζειν εἴωθεν ὁ Ἱπποκράτης, ὅταν χυμός τις δεόμενος
κενώσεως μὴ καθ’ ὃ δεῖ χωρίον ὁρμήσῃ φέρεσθαι.
καὶ μέντοι μηδὲ πόῤῥω πάνυ τοῦ προσήκοντος, μηδ’ εἰς
τὸν ἐναντιώτατον τόπον, ἀλλ’ οἷον εἰ δι’ οὔρων ὁρμήσει
ἐκκενοῦσθαι, κεκακωμένης κύστεως ἢ νεφρῶν. παροχετεύειν
γὰρ ἄμεινον ἐνταῦθα διὰ τῆς γαστρὸς, ὥσπερ εἰ καὶ διὰ
γαστρὸς τὴν ὁρμὴν σχοίη φέρεσθαι, κεκακωμένων ἐντέρων.
ἔμπαλιν γὰρ ἐπὶ τούτων εἰς οὖρα προτρέψομεν ἔρχεσθαι,
τὸν χρήζοντα κενώσεως χυμόν. ἐπὶ δὲ γυναικῶν ἐνίοτε
διὰ μήτρας ἢ κατὰ τοὐναντίον ἔστιν ὅτε τὸν διὰ μήτρας
ῥοῦν γινόμενον ἐπ’ οὖρα καὶ γαστέρα παροχετεύσομεν. εἰ δὲ
ἐπί τινος τῶν τοιούτων κενώσεων ἐμέτους κινήσαιμεν, ἀντίσπασιν ὀνομάζει τοῦτο, καθάπερ εἰ καὶ τοὺς ἐμέτους ἀντισπάσομεν,
ἐρεθίζοντες ἐπὶ μήτραν ἢ κύστιν ἢ ἕδραν.
ὑπεῖξαι.
τὸ ἀντισπᾷν, ἔπειθ’ οὕτω διδάσκειν ὅπως ἄν τις ἄριστα
ποιήσαιτο τὴν ἀντίσπασιν. ὁ δ’ Ἱπποκράτης ὑπερβὰς
τὸ ἀντισπᾷν εἰπεῖν εὐθέως ἧκεν ἐπὶ τὸ χρησιμώτατον ἐγνῶσθαι
τοῖς μέλλουσι καλῶς ἀντισπᾷν τοὺς κακῶς ἐπί τι μόριον
ὁρμήσαντας χυμούς. οὐ γὰρ ἐπιμένειν χρή γε τοῖς ἀντισπῶσι
βοηθήμασι διὰ παντὸς, ἀλλὰ παρεντιθέναι τινὰ
καιρὸν, ἀργὸν τῶν ἀντισπώντων, ἵνα τὸν φθάσαντα χυμὸν
ἐστηρίχθαι κατὰ τὸ πάσχον μόριον ἐάσωμεν ἐκκριθῆναι.
διαμείνας γὰρ ἐν αὐτῷ διττῶς ἀνιάσῃ, τὸ μέν τι τῷ πλήθει
διατείνων, τὸ δέ τι τῇ ποιότητι λυπῶν. ἐὰν δὲ ἐάσαις ἐκκριθῆναι τοὺς φθάσαντας ἐπὶ τὸ μόριον ἐνηνέχθαι χυμοὺς,
ἐλευθερώσεις αὐτὸν τοῦ πόνου. ῥᾷόν τ’ ἀνύσεις τι
τοῖς ἀντισπαστικοῖς βοηθήμασιν, οὐκέτ’ ἐφ’ ἑαυτὸ διὰ τὸν
πόνον ἐρεθίζοντος τοὺς χυμοὺς τοῦ μορίου πρὸς τὴν ῥοπὴν
ἣν ἐξ ἀρχῆς οὐκ ὀρθῶς ἐπεποίηντο.
ἐργάσασθαι τὸ ὅμοιον, οἷον ὀδύνη ὀδύνην παύει. τὰ
ἀνόμοια ἢν ῥέπῃ ἄνωθεν ἀρθέντα, κάτωθεν λύειν καὶ
τὰ ἐναντία ταῦτα, οἷον κεφαλῆς κάθαρσις, φλεβοτομίη,
ὅτε οὐκ εἰκῇ ἀφαιρέεται.
ἐξ ὧν ἐμάθομεν ἐν ἀφορισμοῖς τε καὶ ἐν τοῖς περὶ χυμῶν. ἐὰν
μὲν γὰρ ὁ λυπῶν ἐκκρίνηται συμμέτρου τῆς κενώσεως οὔσης,
δέχεσθαι χρὴ μηδὲν αὐτὸν περιεργαζόμενον. ὥσπερ εἰ καὶ μὴ συμμέτρως γένοιτο πράττειν αὐτόν τι, ποτὲ μὲν ἐπέχοντα
τὸ πλῆθος, ποτὲ παροξύνοντα τὸ τῆς κενώσεως ἐλλιπὲς,
ὅπερ ὠνόμασεν αὐτὸς τὸν ἰόντα συνεκχυμοῦν. ἐκχυμώσεις
γὰρ εἴωθε τὰς ἐκ τῶν ἀγγείων ἐκχύσεις καὶ κενώσεις
ὀνομάζειν, 459 τὸ δὲ ἐργάσασθαι μεμάθηκας ἐπὶ
τοῦ μεταλλάττειν ἢ μιγνύναι λεγόμενον. ἄδηλον οὖν εἴτε
τῷ προειρημένῳ συντακτέον εἴτε τῷ ἐξῆς εἰρημένῳ αὐτὸ
προσακτέον, ἑκατέρως γὰρ οὐκ οἰκείως φαίνεται λέγεσθαι.
διὸ καὶ τινες μὲν ὡς ἑπόμενον αὐτὸ τοῖς προειρημένοις ἐκείνοις
συνῆψαν, εἶτ’ ἀφ’ ἑτέρας ἀρχῆς, τὸ ὅμοιον οἷον ὀδύνην
ἡ ὀδύνη παύει. τινὲς δὲ ἀρχὴν ἐποιήσαντο τῶν ἐφεξῆς τὸ
397 ἐργάσασθαι τὸ ὅμοιον. ἐπεὶ δὲ, ὡς ἔφην, ἑκατέρως
λεγόμενον οὐδετέρως ἐστὶ πιθανὸν, ἐπὶ τοῦ μεταγράφειν
αὐτὸ παρεγένοντο πολλοὶ, καθάπερ καὶ τὰ ἄλλα ὅσα καθ’
ἓν ὄνομα τὴν ἀσάφειαν ἔχει. καὶ τινὲς μὲν τὴν δευτέραν
συλλαβὴν διὰ τοῦ γ καὶ ι γράφουσιν, ὀργίσασθαι, τινὲς δὲ
τὴν πρώτην διὰ τοῦ ε καὶ ρ, τὴν δὲ δευτέραν διὰ τοῦ γ καὶ α, ἐργάσασθαι τὸ ὅμοιον. εἶτ’ ἐφεξῆς φασιν ἐν παραδείγματος
μοίρᾳ λελέχθαι τὸ οἷον ὀδύνη ὀδύνην παύει. γέγραπται
μὲν οὖν τοῦτο κατὰ πολλὰ τῶν ἀντιγράφων, ὀρθῶς
δὲ ἐν τοῖς κατὰ Διοσκορίδην οὐ γέγραπται. φαίνεται
μὲν γὰρ ὡς ἐξηγήσει προσγραφὲν ὑπό τινος, αὖθις δὲ εἰς
τοὔδαφος ὑπὸ τοῦ βιβλιογράφου μετατεθεῖσθαι. τό γε μὴν
διὰ τοῦ γ καὶ ι γραφόμενον ὀργίσασθαι πάνυ κακόζηλόν
ἐστι καὶ πόῤῥω τῆς Ἱπποκράτους ἑρμηνείας, ἐάν τε ἐφ’
ἡμῶν αὐτῶν ἐάν τε ἐπὶ τῶν θεραπευομένων λέγηται μορίων
ἐάν τε ἐπὶ τῶν χυμῶν. τὸ γὰρ οἷον εἰς ὀργὴν αὐτὰ
προτρέψαι καὶ ἐπεγεῖραι πρὸς τὴν ἔκκρισιν ἡγοῦνται δηλοῦσθαι
διὰ τοῦ ὀργήσασθαι ῥήματος. ἀλλὰ ταῦτα μὲν
εὐκαταφρόνητα καὶ σμικρὰ, καθάπερ καὶ πάνθ’ ὅσα περὶ
τῆς λέξεως ἐξήγηται, τῆς τῶν πραγμάτων ἀληθείας φυλαττομένης.
ἐὰν δὲ κᾀκεῖνα κινῆται, φευκτέον ἡμῖν ἐστὶ τὰς
τοιαύτας γραφὰς, ὥσπερ κᾀνταῦθα, σχεδὸν ἁπάντων τῶν
ἐξηγητῶν προσιεμένων, θεραπείας τινὰς ἐνίοτε διὰ τῶν
ὁμοίων γίνεσθαι, καὶ μὴ διὰ παντὸς ὑπὸ τῶν ἐναντίων, ὅπερ αὐτὸς ὁ Ἱπποκράτης ὑπονοήσας τινὰς οἰήσεσθαι δι’ ἑνὸς
παραδείγματος ἐνεδείξατο τὴν ἀπάτην αὐτῶν, ἐν ἀφορισμοῖς
γράψας· ἔστιν ὅκου ἐπὶ τετάνου ἄνευ ἕλκεος, νέῳ εὐσάρκῳ,
θέρεος μέσου, ψυχροῦ πολλοῦ κατάχυσις ἐπανάκλησιν
θέρμης ποιέεται, θέρμη δὲ ταῦτα ῥύεται. ψυχρὸν γὰρ πάθος
ὄντα τὸν τέτανον ὁμοίῳ βοηθήματι δόξει τις λύεσθαι,
ψυχρὸν ὕδωρ καταχέων αὐτῷ. τὸ δ’ οὐχ οὕτως ἔχει, θερμασίας
γὰρ ἐπανάκλησιν ποιησάμενον ὠφελεῖ, ὡς εἴ γε μὴ
ποιήσαιτο ταύτην, ἐσχάτως βλάψει. ὥσπερ δὲ τοῦτο δοκοῦν
εἶναι βοήθημα ψυχρὸν τῷ θερμαίνειν ὠφελεῖ ποτὲ
πάθος ψυχρὸν τὸν τέτανον, οὕτως ἕτερα θερμαίνοντα κατὰ
συμβεβηκὸς ψύχει, διαφοροῦντα τὴν πυρώδη θερμασίαν.
καί μοι περὶ τούτων ἐν ὅλῃ τῇ τῆς θεραπευτικῆς μεθόδου
πραγματείᾳ γέγραπται, διὰ τῶν ἐναντίων βοηθημάτων τῷ
πάθει τὴν θεραπείαν ἐπιδεικνύντι γίνεσθαι διὰ παντός. οἱ
δὲ δι’ ὀδύνης μείζονος ἡγούμενοι θεραπεύεσθαι τὴν ἐλάσσονα
μέγιστόν τι παρορῶσιν. οὐ γὰρ ἡ ὀδύνη τὴν θεραπείαν
ἐργάζεται τῆς ὀδύνης, ἀλλὰ τὸ σὺν τῇ ὀδύνη βοήθημα τοῦ ποιοῦντος αὐτὴν πάθους. ἔμαθες γὰρ ὡς οὐδενὸς
συμπτώματος ἡ θεραπεία γίνεται πρώτως, ἀλλ’ ἀεὶ τῆς ἐργαζομένης
αὐτὸ διαθέσεως. εἰ δέ τις οὐδέποτε μὲν πρώτως,
ἐνίοτε δὲ κατὰ συμβεβηκὸς φαίη τὰ ὅμοια τῶν ὁμοίων
εἶναι θεραπευτικὰ, διὰ μέσων τῶν πρώτως ἐναντίων, ἀληθῆ
τέ φησι καὶ μεμάθηκας ἐπιστημονικῶς αὐτὸ διά τε τῆς θεραπευτικῆς
πραγματείας καὶ προσέτι διὰ τῶν εἰς τοὺς
ἀφορισμοὺς ὑπομνημάτων. ὃ δὲ λέγουσί τινες ὡς καύσας
τις ἰσχίον, ὡς ἐπὶ τῶν ἰσχιαδικῶν, δι’ ὀδύνης ὀδύνην ἰάσατο,
πρόδηλον ἔχει τὴν ἀτοπίαν. οὐ γὰρ διὰ τὴν ὀδύνην
ἐθεραπεύθη τὸ πάθος, ἀλλὰ διὰ τὴν καῦσιν, ᾗ συμβέβηκε
κατὰ τύχην ὀδύνη. θλάσας γέ τοί τις ἢ τεμὼν ἢ ὅπως
398 ἑτέρως εἰς ὀδύνην ἀγαγὼν τὸ μόριον οὐκ ἂν ἰάσαιτο.
καίτοι γ’ εἴπερ ἦν ἡ ὀδύνη τῆς ὠφελείας αἰτία, διὰ
παντὸς ἂν ἐθεράπευσε ἰσχιάδας. οὕτω δὲ καὶ τὸν ὀδυνώμενον
ὀδόντα δι’ ὀδοντάγρας κομισάμενός τις, ἀνώδυνον εἰργάσατο
τὸν ἄνθρωπον, οὐ διὰ τὴν γενομένην ὀδύνην διαιρουμένου τοῦ ὀδόντος, ἀλλὰ διὰ τὴν διαίρεσιν ᾗ συνυπῆρχεν
ἡ ὀδύνη, ὡς εἴ γε καὶ χωρὶς ὀδύνης ἦν ἐξελεῖν αὐτὸν,
ὁμοίως ἂν ὁ κάμνων ἀνώδυνος ἐγένετο. καθάπερ γε καὶ
χωρὶς ἐξαιρέσεως, ἐὰν θλίβων τις ἢ διακινῶν αὐτὸν ὀδυνήσῃ,
τὸ μὲν ἄλγημα σφοδρότερον ἐποίησεν, οὐδὲν δὲ ὠφέλησεν.
ἑκατέρωσε τοίνυν εὔδηλόν ἐστιν ἀνωφελῆ τοῖς ὀδυνωμένοις
εἶναι τὴν ὀδύνην, ὅσον ἐφ’ αὑτῇ. διά τε γὰρ τῶν
ἀνωδύνων βοηθημάτων πολλὰ θεραπεύεται τῶν ὀδυνωμένων
μορίων, ἐφ’ ἑτέρων τε πολλάκις ὀδύναι μεγάλαι, διὰ τῶν
προσφερομένων ἔξωθεν γινόμεναι, παῦλαν οὐδεμίαν τοῖς
διά τι πάθος ὀδυνωμένοις ἐπιφέρουσιν. ἓν γὰρ μόνον ἐστὶ
τὸ ἰώμενον, ὅπερ ἂν ἐκκόπτῃ τὴν διάθεσιν ὁπωσοῦν, ἐάν τε
χωρὶς ὀδύνης, ἐάν τε σὺν ταύτῃ· κατὰ δὲ τὸν αὐτῆς λόγον
ὀδύνη παύειν ὀδύνην οὐ πέφυκεν, ἀλλὰ τοὐναντίον ἅπαν
παροξύνειν. τοῦτο μὲν οὖν τὸ παράδειγμα φανερῶς ἐστὶ
κίβδηλον, ἐφ’ ἕτερον δέ τι μεταβάντες ὧν εἰρήκασι καὶ τὴν
κατ’ ἐκεῖνον μοχθηρίαν θεασώμεθα. φασὶν οὖν ἔμετον ἐμέτῳ θεραπεύεσθαι πολλάκις καὶ κλυστῆρι δριμεῖ διαχωρήματα
δακνώδη. ἔστι δὲ κᾀνταῦθα μία μὲν ἴασις ἐκκόψαι τὴν
διάθεσιν, ὑφ’ ἧς ἤτοι ναυτιώδεις εἰσὶν ἢ συνεχῶς ἐξίστανται
δακνόμενοι. γίνεται δὲ τοῦτο διττῶς, ὡς ἔμαθες, καθ’
ἕνα μὲν τρόπον ἐκκενωσάντων ἡμῶν τοὺς χυμοὺς, ὅσοι τήν
τε ναυτίαν καὶ τὴν τῶν ἐντέρων δῆξιν εἰργάσαντο. καθ’
ἕτερον δὲ, πεμψάντων τε καὶ μεταβαλλόντων εἰς ποιότητα
χρηστὴν ἢ ἐπικερασάντων. ἐδείχθη δὲ κᾀπὶ τούτων ἡ ἴασις
ὑπὸ τῶν ἐναντίων γινομένη. τό τε γὰρ ὅλως ἐκκενῶσαι
τὴν ἀλλότριόν τε καὶ παρὰ φύσιν χυμὸν ἐναντίον ἐστὶ τῷ
ἴσχειν, ἥ τε κατὰ ποιότητα μεταβολὴ διὰ τῆς ἐναντίας γίνεται
ποιότητος. ἀλλ’ οὐ χρὴ ζητεῖν ἐνταῦθα, δεδειγμένου
καθ’ ὅλην τὴν θεραπευτικὴν μέθοδον, ἀεὶ διὰ τῶν ἐναντίων
γίνεσθαι τὴν θεραπείαν. ἐπεὶ δὲ πολλάκις ἀπό τε τῶν ἐμπειρικῶν
καὶ τῶν μεθοδικῶν λόγων ἀναγόμενοι διαβάλλειν
ἐπιχειροῦσιν αὐτὸ, παραπλησίους λέγοντες λόγους, οὓς ἄρτι διῆλθον, ἴσως ἄμεινόν ἐστι μετὰ τὸ συμπληρῶσαι τὴν ἐξήγησιν
τοῦ προκειμένου, ποιῆσαί τι βιβλίον, ἐν ᾧ δειχθήσεται
τὰ ἐναντία τῶν ἐναντίων ἰάματα ὑπάρχοντα μόνα
πρώτως τε καὶ καθ’ ἑαυτά. κατὰ συμβεβηκὸς γὰρ καὶ φαλακρὸς
ἰατρὸς φαλακρὸν ἄῤῥωστον ὅμοιος ὅμοιον ἰᾶσθαι
δύναται καὶ φοξὸς φοξὸν καὶ χωλὸς χωλόν. τὸ δὲ γενησόμενον
βιβλίον ἐπιγραφήσεται περὶ τοῦ καλῶς ὑπὸ Ἱπποκράτους
εἰρῆσθαι, τὰ ἐναντία τῶν ἐναντίων ὑπάρχειν ἰάματα.
νυνὶ δ’ ἀφικόμεθα πάλιν ἐπὶ τὴν τῆς προκειμένης ῥήσεως
ἐξήγησιν, ἐν ἧ διὰ τοῦ ε καὶ ρ τὴν πρώτην συλλαβὴν ἔφην
ἐν τοῖς παλαιοῖς ἀντιγράφοις γεγράφθαι, μετὰ τοῦ καὶ τοὺς
παλαιοτάτους ἐξηγητὰς ἐπίστασθαι ταύτην. ἐφυλάξαντο δὲ
αὐτὴν καὶ οἱ περὶ τὸν Διοσκορίδην καίτοι πολλὰς τῶν ἀρχαίων
γραφῶν ὑπαλλάττοντες. εἴη ἂν οὖν ὁ Ἱπποκράτης
ὡς ἐν ὑπομνήματι γεγραφὼς ἑαυτῷ 399 καθάπερ ἄλλας
πολλὰς συμβολικῶς τε καὶ βραχέως, οὕτω καὶ τὸ ἐργάσασθαι
τὸ ὅμοιον 460 προειρηκὼς ὡς ἐνίοτε βέλτιόν ἐστι
συμπράττειν τοῖς κρινομένοις, ἐπήνεγκεν ὁρμᾶσθαι τὸ ὅμοιον, τουτέστιν ἀναμίξαι τῷ κενουμένῳ καλῶς χυμῷ τὸ ὅμοιον.
ἐγχωρεῖ δὲ καὶ τὸ ἐπιφερόμενον αὐτῷ, τὰ ἀνόμοια, κατὰ
τὴν αὐτὴν διάνοιαν ἐξηγήσασθαι. καὶ γὰρ καὶ τοὺς ἀνομοίους
χυμοὺς συνεκχυμοῦν προσήκει τοῖς καλῶς κενουμένοις.
εἰ δὲ κᾀπὶ τοῦ μεταβάλλειν καὶ ἀλλοιῶσαι καὶ πέψαι βούλοιτό
τις ἀκούειν τὸ ἐργάσασθαι, καὶ οὕτω ἂν ἔχοι νοῦν
ἰατρικὸν ἡ λέξις. ἐὰν γὰρ ἐκκρίνηταί τις καλῶς χυμὸς,
συνεκχυμῶσαι τούτῳ, τουτέστιν ἐξομοιῶσαί τε καὶ συνεκκρῖναι
προσήκει τοὺς δεομένους κενώσεως, ἐάν τε ὁμοιότητά
τινα ἔχωσι πρὸς αὐτὸν, ἐάν τε ἀνομοιότητα, δυνατόν ἐστι
καὶ διελόντα τὴν λέξιν ὡς τελευτὴν ποιήσασθαι τῆς προτέρας
ἐργάσασθαι τὸ ὅμοιον, τῆς δὲ δευτέρας, ἐπ’ αὐτὴν
πάλιν ἀρχὴν ποιήσασθαι τήνδε, τὰ ἀνόμοια, εἰ ῥέποι
ἄνω ἀρθέντα, κάτω λύειν, ὡς εἶναι τὴν διάνοιαν τοιάνδε,
τὰ ἀνόμοια ὑγρὰ τοῖς μορίοις εἰς ἅπαν, ἄνω μὲν ἀρθέντα,
κάτω λύειν, εἰ δὲ κάτω ῥέψειεν, ἀντισπᾷν ἄνω, νοούντων
ἡμῶν ἀνόμοια λελέχθαι, τὰ τοῖς τόποις οὐκ οἰκεῖα. τὴν δ’ αὐτὴν ἐξήγησιν ποιησόμεθα καὶ κατὰ τὴν ἑτέραν γραφὴν,
ἐφ’ ἧς ἡ πρώτη συλλαβὴ διὰ τοῦ ο καὶ ῥ γέγραπται. τὸ
γὰρ ὀργίσασθαι τὸ ὅμοιον ἐροῦμεν δηλοῦν ἕκαστον ἡμῶν
ἐργάσασθαι χρῆναι ἐκχυμουμένους χυμοὺς, ὁμοίους τοῖς
κενουμένοις, ὡσαύτως δὲ καὶ τοὺς ἀνομοίους ὁμοίους ποιητέον.
δύναται δ’ ἴσως, ὥσπερ ᾠήθησαν ἔνιοι, ὀργίσασθαι
ἐκ μεταφορᾶς ἀπὸ τῶν ὀργώντων εἰρῆσθαι ζώων. καὶ γὰρ
φαίνεται χρώμενος αὐτὸς οὕτως ὅταν εἴπῃ, φαρμακεύειν
ἐν τοῖσι λίην ὀξέσιν, ἢν ὀργᾷ αὐθημερόν. ἐπὶ γὰρ τῶν
ἑτοιμοτάτων εἰς ἔκκρισιν ἐπειγομένων τε πρὸς κένωσιν ὑγρῶν,
ἐνταῦθά τε καὶ κατ’ ἄλλους ἀφορισμοὺς φαίνεται χρώμενος
τῇ ὀργᾷν φωνῇ. οὕτως οὖν καὶ νῦν εἰκός φασιν εἰρῆσθαι
περὶ τῶν χυμῶν, ὀργίσασθαι, τὸ πρὸς ἔκκρισιν ἑτοίμους
αὐτοὺς παρασκευάσαι, πάλιν οὖν ἀφ’ ἑτέρας ἀρχῆς εἴς τι
χρήσιμον ἀγάγωμεν ὡς οἷόν τε τὸν λόγον. ἐπεὶ γὰρ ἔφη
τὰ ἄνω ἀρθέντα, κάτω λύειν καὶ τὰ ἐναντία τὸ αὐτὸ, τὰ
μὲν ἀρθέντα τὰ οἷον ὁρμήσαντα δηλοῦν ἡγητέον, ἵνα περὶ τῆς πρώτης γενέσεως τοῦ πάθους ὁ λόγος αὐτῷ γένηται,
κελεύοντι πρὸς τοὺς ἐναντίους τόπους ἀντισπᾷν αὐτίκα,
κάτωθεν μὲν ἐπὶ τῶν ἄνωθεν ἐχόντων τὴν γένεσιν, ἄνωθεν
δὲ ἐπὶ τῶν κάτωθεν, ὅπως τῷ μὲν αὐτῷ λογισμῷ χρώμενοι
τὴν βοήθειαν ποιώμεθα, πρὸς διαφέροντας δὲ ἄγωμεν
τόπους. ἐὰν γοῦν αἰσθώμεθα κατασκῆπτον εἰς πόδας
καὶ σκέλη ῥεῦμα, διὰ τῶν κατ’ ἀγκῶνα φλεβῶν ἀφαιρήσομεν
αἵματος ἢ καθαίρωμεν ἐμέτοις, οὐχ ὥσπερ ἔνιοι νομίζουσι
μηδέποτε ἀντισπᾷν ἄνω, κᾂν εἰς τὰ κάτω χωρία
τὴν ὁρμὴν τῶν χυμῶν ποιησαμένων μέγα τι μέλλῃ γενέσθαι
πάθος ἐν αὐτοῖς. ἔστι δὲ καὶ τὸ ἄνωθεν ἀρθέντα νοεῖν
εἰρῆσθαι κατὰ τῶν ὁρμησάντων χυμῶν ἄνω, ἵνα τὰ ἀρθέντα
κυριώτερον ᾖ λελεγμένον. ἡ μέντοι διάνοια ἡ αὐτὴ
καὶ νῦν μένει. τοὺς μὲν γὰρ αἰρομένους ἄνω χυμοὺς, τουτέστι
μετεωριζομένους, ἀντισπᾷν χρὴ κάτω μὴ καλῶς ὁρμῶντας,
τοὺς δ’ ἔμπαλιν ἐναντίως, οἷον ἐπὶ κεφαλῆς κάθαρσιν
διὰ ὑπηλάτου φαρμάκου, παραλαμβάνοντας καὶ φλεβοτομίαν
ἀπ’ ἀγκῶνος. ἀμφότερα γὰρ ἐκκενοῦσι καὶ ἀντισπῶσι κάτω. πι 400 θανὸν δέ ἐστι καὶ τἀναντία λελέχθαι πρὸς αὐτοῦ
κατὰ τοιαύτην τινὰ διάνοιαν. τὰ ἄνωθεν ἀρθέντα καὶ
γεννηθέντα πάθη κάτω μὲν ἀντισπᾷν εὐθέως ἐν ἀρχῇ προσήκει.
καὶ τἀναντία δὲ τούτων πράττειν ἐφεξῆς, ὅπερ ἐστὶ
τοπικῶς κενοῦν, οἷον ἐπὶ κεφαλῆς. τῷ γοῦν ὄπισθεν κεφαλῆς
ὀδυνωμένῳ ἐν μετώπῳ ἡ ὀρθὴ φλὲψ τμηθεῖσα ὠφελέει, τοπικὸν
οὖσα βοήθημα.
ἐχόντων, ἀτὰρ καὶ ἄλλων, μάλιστα δὲ περὶ τὰ
σπλάγχνα. κακοήθεες δὲ οὗτοι.
ἐν τοῖς ὑπὲρ τῶν φρενῶν χωρίοις. μέγα δὲ ἀναπνεόμενον
καὶ διὰ πολλοῦ χρόνου παραφροσύνην σημαίνει, ψυχρὸς
δὲ ἐκ τοῦ μυκτῆρός τε καὶ στόματος προερχόμενον
ὀλέθριον κάρτα ἤδη γίνεται.
πυκνὰ μεγάλα. εἴσω μεγάλα, ἔξω σμικρά. τὸ μὲν ἐκτεῖνον,
τὸ δὲ κατεπεῖγον. διπλῆ ἔσω ἐπανάκλισις οἷον
ἐπιπνέουσι, θερμὸν, ψυχρόν.
πλεῖστα τῶν ἀντιγράφων ἔχει τὴν ῥῆσιν οὕτω γεγραμμένην,
ἐν τοῖσιν ἀπότοισι καὶ μόγις μακρόπνους, οὕτως ἐνταῦθα, βραχύπνους. εἴρηται δὲ αὐτάρκως ἡμῖν ὑπὲρ ἑκατέρας τῆς
γραφῆς ἐν τοῖς εἰς τὸ δεύτερον τῶν ἐπιδημιῶν ὑπομνήμασι.
καὶ σπληνὸς ἐπάρσιες καὶ ἐκ ῥινῶν ῥήξιες καὶ ὦτα κατ’
ἴξιν· τούτων τὰ πλεῖστα ταῦτα καὶ εἰς ὀφθαλμούς.
καθότι νῦν γέγραπται. σπανίως δ’ ἂν εὕροις καὶ τήνδε
κατ’ ἴξιν καὶ πλευρέων ὀδύνη καὶ τῶν ὑποχονδρίων τάσιος
καὶ σπληνὸς ἐπάρσιος καὶ ἐκ ῥινῶν ῥήξιος, ἥν τινα κᾀγὼ
προσίεμαι γραφὴν οὖσαν ἰατρικήν τε καὶ σαφῆ. καὶ μέντοι
δηλούμενον κᾀκ τῆς ἑτέρας λέξεως ταὐτόν ἐστι καὶ
προεξηγησάμεθά τε κατὰ τὸ δεύτερον τῶν ἐπιδημιῶν ταύτην
τὴν ῥῆσιν. νυνὶ μέντοι περιττότερον πρόσκειται τὸ
τῶν ὤτων καὶ τῶν ὀφθαλμῶν, ὡς καὶ τούτων τῶν μορίων
ὑποπεπτωκότων τῷ κατ’ ἴξιν, ὥσπερ καὶ τὰ ἄλλα διττῶς. ἐνίοτε μὲν γὰρ ἐξ ἑαυτῶν εἰς ἕτερά τινα μόρια τὰς ἀποθέσεις
ποιεῖται κατ’ εὐθυωρίαν, ἐνίοτε δὲ ἑτέρων πασχόντων
εἰς ὀφθαλμοὺς ἢ εἰς οὖς ταῦτα ἀποσκήπτει.
παρὰ γνάθους ἢ καὶ ὀφθαλμὸν ἢ καὶ οὖς, τὰ δὲ ἄνωθεν
κάτω οὐ κατ’ ἴξιν. καίτοι καὶ τὰ συναγχικὰ ἐρυθήματα
καὶ πλευρῶν ὀδυνήματα κατ’ ἴξιν.
πρόσκειται, καθ’ ἣν ἀπορεῖ πότερον ἐκ μὲν τῶν κάτω τῆς
ἀποστάσεως ἄνω γινομένης χρησίμως ἀεὶ φυλάττεται τὰ
κατ’ εὐθυωρίαν. ἐκ δὲ τῶν ἄνωθεν κάτω διαφθείρονταί
τε καὶ γίνονταί τινες οὐ κατ’ ἴξιν ἀποστάσιες. ἄδηλον οὖν
ἐστὶν ὁπότερα γέγραπται πρότερον, τὰ κατὰ τὸ δεύτερον τῶν ἐπιδημιῶν ἢ ταῦτα. οὐ γὰρ δήπου ἐκ τοῦ, δεύτερον
μὲν ἐκεῖνο, τοῦτο δ’ ἕκτον ἐπιγεγράφθαι, πρότερον τὰ κατ’
ἐκεῖνο γεγράφθαι νομι 461 στέον, ἐν μὲν τοῖς πρὸς
ἔκδοσιν ὑπ’ αὐτοῦ γεγονόσιν, εὐλόγως τῆς τοιαύτης λέξεως
ἐμφαινομένης, ἐν δὲ τοῖς ὑπομνήμασιν οὐκ ἔτι. 402 τὰ
γὰρ ἐν διαφόροις ἢ χάρταις ἢ δέλτοις ὑφ’ Ἱπποκράτους γεγραμμένα
τὸν υἱὸν αὐτοῦ Θεσσαλὸν ἀθροίσαντά φασι ταὐτὶ
τὰ δύο βιβλία συνθεῖναι, τό τε δεύτερον καὶ τὸ ἕκτον, ἔνιοι
δὲ καὶ τὸ τέταρτόν φασι. πρὸς ἔκδοσιν δ’ ὁμολογεῖται γεγονέναι
τὸ πρῶτόν τε καὶ τρίτον. διὸ καί τινας ἐπὶ προτέροις
τοῖς κατὰ τὸ δεύτερον τῶν ἐπιδημιῶν ὕστερα γέγραπται
τὰ κατὰ τοῦτο τὸ ἕκτον, εἰκός ἐστι θεασάμενον
ὕστερον αὐτὸν ἀπόστασιν εἰς τὰ κάτω γενομένην ἐπ’ ἀγαθῷ,
μὴ κατ’ ἴξιν, οὕτως γράψαι τὰ κατὰ τήνδε τὴν ῥῆσιν. εἰ
δ’ ἀπορῶν μὲν ἐνταῦθα, κρίνας δὲ ὕστερον ὑπὲρ ὧν ἀπορεῖ
βεβαίως ἀπεφῄνατο κατὰ τὸ δεύτερον τῶν ἐπιδημιῶν,
ἐκείνοις μᾶλλόν ἐστι πιστευτέον. ἐν δ’ οὖν τούτοις οἷς νῦν
γράφει, καίτοι τὰ κυναγχικὰ ἐρυθήματα καὶ πλευρέων ὀδυνήματα, κατ’ ἴξιν ἀκοῦσαι χρὴ περὶ μεταστάσεως οὐ
τῆς ἐκ τῆς πλευρᾶς εἰς τὰς κυναγχικὰς, ἀλλὰ τῆς ἐκ τῶν
κυναγχικῶν εἰς τὰς πλευρὰς εἶναι τὸν λόγον. αὕτη γὰρ
ἄνωθεν κάτω γίνεται, περὶ ἧς ἀπορῶν προειρήκει, τὰ δὲ
ἄνωθεν κάτω οὐ κατ’ ἴξιν. ταῦτ’ οὖν ἀνθυπενέγκας ἑαυτῷ,
μετὰ ταῦτα. ἐπιφέρει τὰ κατὰ τὴν ἑξῆς ῥῆσιν οὕτως ἔχοντα.
ὄρχιας καὶ κιρσούς.
γίνεσθαι προειπὼν, ἑξῆς ζητεῖ πότερα καὶ περὶ τῶν εἰς τὰ
κάτω τοῦ σώματος ἀποστάσεων ἀεὶ φυλάττεται τὸ κατ’ ἴξιν
ἢ οὐ, καθάπερ ἐν τῇ πρὸ ταύτης ῥήσει διηπόρησεν. ἀλλ’
ἐκεῖ μὲν ἔφη τὰς εἰς τὰ κάτω τοῦ ἥπατος, ὅρον ὡς ἔοικε
τιθέμενος τὸ ἧπαρ τῶν ἄνω τε καὶ κάτω τοῦ σώματος ἁπάντων μορίων. ἔζευκται γὰρ αὐτοῦ τὰ κυρτὰ τῷ διαφράγματι,
καὶ διὰ τοῦθ’ ὅσα τοῦ ἥπατός ἐστιν ἄνω, ταῦτα
καὶ τοῦ διαφράγματος ἄνω τετύχηκεν ὄντα, τὰ κατὰ τὴν
καρδίαν δηλονότι καὶ πνεύμονα καὶ τὸν ταῦτα περιέχοντα
θώρακα καὶ πολὺ μᾶλλον ἔτι τὰ κατὰ τὸν τράχηλόν τε καὶ
κεφαλήν. τὰ δ’ ἄλλα πάντα κάτω τοῦ σώματός ἐστι, πρὸς
ἄλληλα μέντοι παραβαλλόμενα καὶ αὐτῶν τῶν ἄνω τὰ μὲν
μᾶλλόν ἐστιν ἄνω, τὰ δ’ ἧττον. ἔθος δ’ ἐστὶν ἡμῖν ἐν
τοῖς οὕτω λεγομένοις πᾶσιν, ἐνίοτε τὸ μὲν ἧττον ἄνω κάτω
λέγειν, ὡς πρὸς τὸ ὑπερκείμενον αὐτοῦ παραβάλλουσι. τὸ
δ’ ἧττον κάτω καὶ τοῦτ’ ἄνω πρὸς τὰ κάτωθεν αὐτοῦ καὶ
διὰ τὴν ἀμέλειαν τῆς τοιαύτης ἑρμηνείας εἰς ἔθος οὐκ ὀλίγον
ἐκτεταμένης, ὁμωνυμία τέ τις γίνεται καὶ ταραχὴ κατὰ
τοὺς λόγους, ἧς δὴ μεμνη 403 μένοι, ὅταν ἀκούσωμεν
λέγοντος αὐτοῦ τὰς εἰς τὰ κάτω, τῶν ἀποστάσεων ἀμείνους
εἶναι, σκοπεῖσθαι χρὴ κατὰ τίνα τρόπον χρήσεως εἴρηκε
κάτω, μετὰ τοῦ καὶ προσδιορίζεσθαι τὰ τῶν μορίων ἀξιώματα. διὰ τοῦτο γὰρ, ὡς ἐπὶ τὸ πλεῖστον αἱ ἄνω τῶν
ἀποστάσεων εἰσὶ χαλεπώτεραι, διότι κινδυνωδέστερα ταῦτά
ἐστι τὰ πάσχοντα τὸ αὐτὸ πάθος τοῖς κάτωθεν. ἐάν τε
γὰρ ἐγκέφαλος, ἐάν τε λάρυγξ ἢ στόμαχος ἢ πνεύμων ἢ
θώραξ ἢ καρδία φλεγμῄνῃ, θανατῶδες γίνεται τὸ νόσημα.
τῶν δὲ κάτω τοῦ ἥπατος φλεγμῃνάντων, ὀλίγοι πάνυ διαφθείρονται
καὶ μάλιστα ἐὰν ὀρθῶς θεραπεύωνται· καὶ
αὐτοῦ δὲ τοῦ ἥπατος τὰ κυρτὰ τῶν σιμῶν πολὺ κινδυνωδέστερα·
καί τινες αὐτὰ τῶν ἄνω μερῶν τοῦ σώματος ὅλου
τίθενται, καθάπερ καὶ τῆς γαστρὸς τὸ στόμα. ταῦτα μὲν
οὖν ἡμῖν κατὰ τὸ πάρεργον εἰρήσθω, καίτοι γ’ οὐκ ὄντα
πάρεργα, τὸ δ’ ὑπόλοιπον τῆς εἰς τὴν προκειμένην ῥῆσιν
ἐξηγήσεως ἐφεξῆς ποιησόμεθα. ζητεῖν γὰρ ἔοικεν ὁ Ἱπποκράτης
ἦ καὶ τὰ κάτω τοῦ ἥπατος ἐκ τῶν ἄνω διαδιδόντα,
οἷον τὰ εἰς ὄρχεις καὶ κιρσοὺς ἄμεινόν ἐστι γενέσθαι κατ’
ἴξιν ἢ κᾂν μὴ κατ’ ἴξιν γένηται, δύναται βοηθεῖν αὐτοῖς
ὁμοίως. ἐπί τινων μὲν οὐδὲ δυνατὸν γνῶναι τὸ κατ’ ἴξιν. οἷον ὅτι κιρσοὶ μανίαν ἰάσαντο, κατ’ ἴξιν γενομένης τῆς
ἀποστάσεως. οὐ γάρ ἐστι διακρῖναι πότερον ἐν τοῖς δεξιοῖς
μέρεσι τοῦ ἐγκεφάλου τῆς διαθέσεως γενομένης ἐμάνησαν
ἢ ἐν τοῖς ἀριστεροῖς, ὥσπερ οὐδ’ ἂν βηττόντων χρονίως
ἄνευ πλευρᾶς ἀλγήματος ἀπόστασις εἰς ὄρχιν γένηται. καίτοι
τάχα κᾀπὶ τούτων διαφυλάττεται τὸ κατ’ ἴξιν, εἰ καὶ
μὴ γινώσκομεν ἡμεῖς βεβαίως ὁπότερον μέρος τοῦ πνεύμονος
ἢ τοῦ ἐγκεφάλου πέπονθεν. ἀλλὰ καὶ μελαγχολίαν αἱμοῤῥοῒς
ἰάσαιτο πολλάκις οὐδ’ ἐνταῦθα γινωσκόντων ἡμῶν
τὸ κατ’ ἴξιν. ὅτι δὲ καὶ διὰ μήτρας αἵματος κένωσις δαψιλὴς
πολλὰ τῶν νοσημάτων ἰᾶται πρόδηλον. ἀλλ’ οὐδ’
ἐνταῦθα δυνατὸν γνῶναι πότερον διὰ τῶν τῆς δεξιᾶς μήτρας
φλεβῶν ἡ ἔκκρισις ἢ διὰ τῶν τῆς ἀριστερᾶς ἢ δι’
ἀμφοτέρων ἐγένετο. ταύτῃ μὲν οὖν δυσδιάγνωστον ἢ ἄγνωστον
ἔχει τὸ κατ’ ἴξιν. ἐφ’ ὧν δ’ ἐστὶ διαγνῶναι τὸ κατ’
ἴξιν κᾀπὶ τούτων ὡς ἔοικεν ὁ Ἱπποκράτης σκεπτέον εἶναί φησιν ᾗ διὰ παντὸς, ἐπὶ τῶν εἰς τὰ κάτω μόρια γινομένων
ἀποστάσεων, ἀμείνους εἰσὶν αἱ κατ’ ἴξιν.
προειρημένοις ὑπὲρ τῶν κατ’ ἴξιν τε καὶ οὐ κατ’ ἴξιν ἀποστάσεων
ἐπενήνεκται τοῦτο. τὸ δ’ οὖν λεγόμενον αὐτὸ
τοιόνδε ἐστίν. ἐπισκέπτεσθαί φησι χρῆναι τό τε χωρίον εἰς
ὃ ἡ ἀπόστασις 404 γίνεται. τοῦτο γὰρ ἐκ τοῦ ὅπῃ σημαίνεται,
οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ ἐξ οὗ. καὶ τοῦτο
γὰρ ἐκ τοῦ ὅθεν δηλοῦται καὶ πρὸς τούτοις ἔτι τὴν αἰτίαν
δι’ ἣν ἀπόστασις γίνεται. τοῦτο γὰρ αὖ πάλιν ἐκ τοῦ διὰ
τί σημαίνεται. χρὴ γὰρ εἰδέναι πότερον ὑπὸ τῆς φύσεως
ἐπὶ πέψει τοῦ νοσήματος ἢ μεταῤῥυέντος ἀπέπτως τοῦ λυποῦντος,
ἐξ ἑτέρου μέρους εἰς ἕτερον ἡ ἀπόστασις ἐγένετο.
δύναται δέ τις καὶ χωρίζειν ἀπὸ τῶν προειρημένων τὴν ῥῆσιν ταύτην, ἀρχὴν τῶν ἐφεξῆς εἰρημένων ποιεῖσθαι κατὰ
τὸν προγεγραμμένον τρόπον.
οὐχ ἱδρυμέναι, οὐδὲ χλώρασμα λαμπρόν.
ῥῆσιν, ὥσπερ γε καὶ κατ’ ἄλλον τινὰ τρόπον τόνδε. φλέβες
κροτάφων οὐχ ἱδρυμέναι, οὐδὲ χλώρασμα λαμπρὸν, ἢν πνεῦμα
ἐγκαταλείπηται καὶ τὰ ἐφεξῆς. καὶ γὰρ εἰ μὴ τὸ χλώρασμα
λαμπρὸν ἐνέκειτο τῷ λόγῳ, δυνατὸν ἦν πολυειδῶς
διαιρεῖν ὡς ἂν ὑπομνήματος ὄντος, οὐ συγγράμματος, ἤκουσεν
γὰρ ἤδη περὶ τούτου. παρεγκειμένου δὲ καὶ τοῦ, χλώρασμα
λαμπρὸν, ἔτι καὶ μᾶλλον ἀσαφὴς γίνεται ὁ λόγος.
εἴπομεν γὰρ ἤδη ὅτι καὶ τὰς ἄλλας ῥήσεις ἐν αἷς τὸ χλωρὸν
ὄνομα γέγραπται, μὴ δύνασθαι γνωσθῆναι σαφῶς, ὁποῖόν τι χρῶμα δηλοῦται δι’ αὐτοῦ. καθάπερ οὐδ’ εἰ
χλόασμα εἴη γεγραμμένον, ὥσπερ ἔνιοι γράφουσιν. ὁρῶμεν
γὰρ καὶ νῦν ἔτι καθάπερ κατὰ τὴν Κὼ αὐτὴν τὴν Ἱπποκράτους
πατρίδα καὶ πᾶσαν τὴν ἡμετέραν Ἀσίαν, χλωρὰ
μὲν ὀνομαζόμενα καὶ λάχανα καὶ. δένδρα καὶ φυτὰ τὰ οἷον
χλοερά. χλωράζειν τε τὰ κτήνη λέγομεν τὰ τὴν ἐαρινὴν
βοτάνην ἐσθίοντα. 462 λέγουσί γε μὴν καὶ τῶν ἀνθρώπων
ἐνίους χλωροὺς, οὐκ ἔχοντας ὁμοίαν τῇ χλόῃ τὴν χρόαν,
ἀλλὰ μᾶλλον ὠχράν. ἄδηλον οὖν ἐστὶ πότερον τὴν ὕπωχρον
χρόαν ὁ Ἱπποκράτης ὀνομάζει χλωράν τε καὶ χλοερὰν,
ὅπερ ὁρᾶται πάνυ πολλοῖς συμβαῖνον ἢ τὴν χλόῃ παραπλησίαν,
ὃ πάνυ σπανίως φαίνεται γινόμενον. οὔσης οὖν ἀσαφοῦς
καὶ αὐτῆς ταύτης λέξεως, ἔτι μᾶλλον ἀσάφεια γίνεται
προσκειμένου τοῦ λαμπρόν. ἄπορον γὰρ εὑρεῖν ὅ τί ποτε
βούλεται δηλοῦν ἐκ τοῦ γράψαι χλώρασμα λαμπρόν. καὶ
διὰ τοῦτ’ ἄρα πᾶσαν τὴν τοιαύτην ἀσάφειαν θελήσαντές
τινες φυγεῖν τῶν ἐξηγητῶν, ἔγραψαν, οὐ χρῶμα λαμπρὸν, ἀκούειν τέ φασι δεῖν ἐπὶ τοῦ κατὰ φύσιν τοῦ κάμνοντος
χρώματος τὸ λαμπρόν. οὕτω δὲ καὶ οἱ περὶ τὸν Σαβῖνον
διηνέχθησαν.
λαμπρὸν, ἢν πνεῦμα ἐγκαταλείπηται ἢ βὴξ ξηρὴ, μὴ θηριώδης,
εἰς ἄρθρα στηρίζειν προσδέχεσθαι δεῖ κατ’ ἴξιν
τῶν ἐντασίων τῶν κατὰ τὴν κοιλίην, ὡς ἐπὶ τὸ πουλύ.
ἀναγινώσκειν ἐστὶ δυνατὸν αὐτὸ καθ’ ἑαυτὸ, ἢν πνεῦμα
ἐγκαταλείπηται καὶ τὰ ἐφεξῆς αὐτῷ γεγραμμένα. πνεῦμα δὲ
δηλονότι νῦν ἀκούσομεν τὸ πλέον τοῦ κατὰ φύσιν, ἵν’ ὁ
λόγος ᾖ τοιοῦτος. ἐὰν ἐν νόσῳ ῥᾳστωνήσαντές τινες ἔχωσι
τάς τε τῶν κροτάφων φλέβας οὐχ ἱδρυμένας, ὅπερ ἐστὶν
ἐπὶ πλέον διαστελλομένας, καὶ τὸ χρῶμα μὴ κατὰ φύσιν ἥ τ’ ἀναπνοὴ πλείων ᾖ καὶ τὰ ἄλλα τὰ ἐφεξῆς εἰρημένα, τούτοις
εἰς ἄρθρα τὴν ἀπόστασιν ἔσεσθαι προσδοκᾷν χρή. τὰ
δὲ ἐφεξῆς εἰρημένα τάδε ἐστί. πρῶτον μὲν τὸ ξηρὴ βὴξ,
δεύτερον δὲ τὸ μὴ θηριῶδες. ἡ μὲν οὖν ξηρὰ βὴξ λέγεται
συνήθως ἐφ’ ἧς οὐδὲν ἀναπτύεται. τοῦτο δ’ οὕτως ῥηθὲν
ἐν μὲν συγγράμματι προφανῶς ἐνδείκνυται τὸν γράψαντα
χαίρειν αἰνιγματώδει λέξει· τὸν δ’ αὐτῷ τινὰ ὑπογραφὴν
ἐν ὑπομνήματι πεποιημένον οὐκ ἄν τις μέμψαιτο. πολλὰ
γὰρ οὕτως εἰώθαμεν ἡμῖν αὐτοῖς ὑποτυποῦσθαι συμβολικῶς.
ἴσως οὖν καὶ νῦν ἑαυτῷ ταῦτ’ ἔγραψεν ὁ Ἱπποκράτης, ἐπὶ
πλειόνων παθῶν ποιούμενος τὸν λόγον, ἐνταυθοῖ μὲν ἐπὶ
τῆς ξηρᾶς βηχὸς ἐν περιπνευμονίας καὶ πλευρίτισι· καὶ γὰρ
καὶ τὸ πνεῦμα τούτοις ὁμολογεῖ· τὰ δ’ ἔμπροσθεν ἡνίκα
περὶ τῶν κατὰ τὸ πρόσωπον ἔγραψεν ἐπὶ πυρετῶν θερμῶν
καὶ διακαῶν. ἐγχωρεῖ δὲ καὶ περὶ τῶν κατὰ τὸν θώρακα
καὶ πνεύμονα λελέχθαι κᾀκεῖνα. γενήσεται τοιγαροῦν σύμπας
λόγος τοιόσδε. ἐὰν ἐπὶ πλέον ἅμα τοῖς εἰρημένοις αἱ βῆχες ὦσι ξηραὶ, προσδέχεσθαι τὴν ἀπόστασιν εἰς ἄρθρα. διορισμὸν
δὲ τινα ταῖς βηξὶ προσγράψας ἀσαφῆ ζήτησιν ἑτέραν
εἰργάσατο, τίνες εἰσὶν αἱ θηριώδεις βῆχες. ἔνιοι μὲν
οὖν ἐπὶ ταῖς ἕλμινσιν, ὅταν ἐπὶ τὸ στόμα τῆς κοιλίας ἀνενεχθεῖσαι
δάκνωσι, τὰς βῆχάς φασι γίνεσθαι ξηρὰς, ὅπερ
εἰ ὄντως ἐφαίνετο συμβαῖνον, οὐκ ἂν ἦν ζήτημα. νυνὶ δὲ
μυριάκις εἴδομεν ἄνευ βηχῶν ἕλμινθας ἐνοχλούσας τὰ κατὰ
τὸ στόμα τῆς γαστρὸς καὶ διὰ τοῦθ’ οἱ πλείους τῶν ἐξηγητῶν
ἐπ’ ἄλλας ἐξηγήσεις ἐτράποντο. τινὲς μὲν τὸ θηριῶδες
ἐπὶ τῶν φυσικῶν εἰρῆσθαι λέγοντες ἐπειδὴ γρυποῦνται
τοὺς ὄνυχας ὥσπερ τὰ θηρία, τινὲς δὲ ἐπὶ κακοήθους. ἐν
γὰρ ταῖς κρισίμοις ἀποστάσεσιν ὥσπερ ἄπεπτον εἶναι χρὴ
τὴν νόσον, οὕτω καὶ περιεστηκυῖαν. ἥ τε γὰρ πεττομένη
χωρὶς ἀποστάσεως ἐπαγγέλλεται τὴν λύσιν, ἥ τε ὀλέθριος,
οὐδὲ γενήσεσθαί τινα κρίσιμον ἀπόστασιν. ἐὰν δὲ ἐπὶ πλέον
ἄπεπτόν τε διαμένῃ τὸ νόσημα καὶ μὴ κακόηθες ᾖ, προσδέχεσθαι
χρὴ γενήσεσθαί τινα ἀπόστασιν, ὅτε δὲ ἄπεπτόν
τε ἅμα καὶ περιεστηκὸς τὸ νόσημα, χρὴ διαμένειν 406 ἄχρι πλείονος, ἵν’ ἐλπίσωμεν ἀπόστασιν ἔσεσθαι, σαφῶς
αὐτὸς ἐδήλωσεν ἐν προγνωστικῷ γράψας οὕτως. ὅσοι δ’
ἂν οὖρα λεπτὰ καὶ ὠμὰ οὐρέωσι πολὺν χρόνον, ἤν τἄλλα
ὡς περιεσομένοισι σημεῖα ᾖ, τούτοισιν ἀπόστασιν δεῖ προσδέχεσθαι
εἰς τὰ κάτω τῶν φρενῶν χωρία. γενήσεται τοιγαροῦν
ὁ σύμπας λόγος τοιοῦτος. ἐὰν ἄπεπτον διαμένῃ τῶν
κατὰ θώρακα καὶ πνεύμονα νοσημάτων τι καὶ μηδὲν ἔχῃ
κακόηθες, ἀπόστασιν χρὴ προσδέχεσθαι. τοῦ δ’ ἄπεπτον
εἶναι σημεῖον ἡ ξηρὰ βήξ. ἐὰν γὰρ ἀναπτύωσί τι πέψεώς
ἐστι γνώρισμα. τοῦτο δ’ αὖ τὸ ἀναπτυόμενον, εἰ μὲν ὑγρὸν
καὶ λεπτὸν εἴη, μετρίας, εἰ δὲ ταχὺ, τελείας. εἴρηται δὲ
ἐπὶ πλέον περὶ τῶν τοιούτων ἔν τε τοῖς εἰς τὸ περὶ διαίτης
ὀξέων ὑπομνήμασι κᾀν τοῖς περὶ κρίσεων, οὐδὲν ἧττον κᾀπὶ
τῶν ἐν ταῖς νόσοις καιρῶν. ὃ δὲ ἐπὶ τῷ τέλει τῆς ῥήσεως
ἔγραψεν, ἔνθα φησὶ τῶν ἐντασίων τῶν κατὰ τὴν κοιλίαν,
οἱ πλεῖστοι μὲν τοῖς προειρημένοις, ἔνιοι δὲ καὶ καθ’
ἑαυτὸ μόνον ἰδίαν ἔχειν φασὶ τὴν διάνοιαν. ἐὰν μὲν οὖν συνάψαντες αὐτὸ τοῖς προειρημένοις ἀναγνῶμεν, ὁ λόγος
ἔσται τοιοῦτος. ὅταν ἐπὶ τοῖς προειρημένοις, ἐλπίσῃς ἀπόστασιν
ἔσεσθαι, τὰς κατὰ κοιλίαν ἐντάσεις προσεπίβλεπε.
δυνήσῃ γὰρ ἐκ τούτων εὑρεῖν ἢ εἰς τὸ δεξιὸν μέρος τοῦ
σώματος ἢ εἰς τὸ λαιὸν ἡ ἀπόστασις ἔσται τοῦ νοσήματος·
αἱ γὰρ ἐντάσεις αὗται κατ’ ἴξιν ἑαυτῶν ἀγγέλλουσιν ἔσεσθαι
τὰς ἀποστάσεις. ἐὰν δὲ πάλιν αὐτό τις ἀναγινώσκει
τὸ κατ’ ἴξιν τῶν κατὰ τὴν κοιλίαν ἐντάσεων, ὁ λόγος ἔσται
τοιοῦτος. ὥσπερ ὅταν ἐπὶ τοῖς ἀναπνευστικοῖς ὀργάνοις
πάσχουσιν, ἀπέπτως τε καὶ περιεστηκῶς ἀποστάσεις ὁρῶμεν
γινομένας, οὕτως κᾀπὶ τῶν κατὰ τὴν κοιλίαν εὑρήσεις
συμβαῖνον. ἔσονται δὲ αὗται κατ’ ἴξιν τῶν πεπονθότων
μορίων.
τοῦ λευκοχρωτέρου τρόπου καὶ οὐχ αἱμοῤῥαγέουσι ῥῖνες ἢ
σμικρὰ αἱμοῤῥαγέουσι.
ἐξέρυθρα κατὰ τὰς νόσους, εἶναί τε φύσει τοῦ λευκοχρωτέρου
τρόπου. ἐν γὰρ τοῖς πολλοῖς τῶν μελλόντων ἀπόστασίν
τινα ἕξειν, ἐν νοσήμασι περιεστηκῶς χρονίζουσι, διαμένει
τὸ πρόσωπον ἐρυθριῶν καὶ μάλισθ’ ὅταν ἡ ἀπόσκηψις
ἔσεσθαι μέλλοι πρὸς τὰ ὦτα. τίσι δὲ φαίνεται τῶν οὕτως
ἐχόντων τὸ πρόσωπον ἐξέρυθρον, ἐδήλωσεν εἰπὼν εἶναι τοὺς
τοιούτους ἀνθρώπους τοῦ λευκοτέρου τρόπου. τοῖς γὰρ μελαντέροις
φύσει, κᾂν πλεονάσῃ ποτὲ αἷμα κατὰ τὸ πρόσωπον
οὐ διασημαίνει σαφῶς. ἐν δὲ τοῖς λευκοῖς σώμασι
κᾀπὶ τῶν ἐκτὸς ὅταν βραχύ τι παρεμπέσοι χρόας ἑτερογενοῦς,
εὐθέως εὔδηλον γίνεται. τοῦτο μὲν οὖν αὐτῷ παρέγκειται,
τὸ δὲ λόγου συνεχὲς ἔστι τοιόνδε, τούτοις ἐξέρυθρον
ἔχουσι τὸ 407 πρόσωπον, ὅταν περιεστηκὸς χρονίζῃ
τὸ νόσημα, δι’ ἀποστάσεων ἐλπιζέτω κρίσιν γενέσθαι, πλὴν
εἰ φθάσειεν αἱμοῤῥαγία διὰ ῥινῶν γενομένη, κενῶσαι τὸ
μέλλον κατασκῆψαι 463 εἴς τι τῶν ἄρθρων περιττὸν
αἷμα. ὅσοι δ’ οὕτως ἔχοντες ὡς εἶπον ἢ οὐδὲν ὅλως αἱμοῤῥαγοῦσιν ἢ σμικρὰ καὶ οὐκ ἄξια τῆς ὑπερβολῆς τοῦ νοσήματος
οὕτως τὰς ἀποστάσεις ἴσχουσι.
ἦν. εἰρηκὼς γὰρ ὅτι τοῖς ἐξέρυθρον ἔχουσι τὸ πρόσωπον
αἱ ὑποστάσεις γίνονται, μὴ ῥυέντος αἵματος ἐκ ῥινὸς
ἢ σμικροῦ ῥυέντος, εἰκότως ἂν ἐπήνεγκεν, ἐὰν λείπηταί τι
ῥυέντος, ἕτοιμόν ἐστι τὸ νόσημα πρὸς ἀπόστασιν. ἐπεὶ δὲ
ὁ μὲν σύνδεσμος πρόσκειται, προσυπακοῦσαι προσῆκεν, ἢν
μὴ ἐγκαταλείπηται, οὐκ ἔσται ἡ ἀπόστασις, οὐ μόνον δὲ ἐν
τοῖς ὑπομνήμασιν, ἅπερ ἀναγράφουσιν ἑαυτοῖς οἱ ἄνθρωποι,
τοιαύτας ἐστὶ λέξεις εὑρεῖν, ἀλλὰ καὶ ἐν συγγράμμασιν, ὡς τοῦ
μὲν συνδέσμου προειρημένου, μηκέτ’ ἀνταποδοθῆναι μηδὲν αὐτῷ, καὶ τοῦτ’ ἔγνων μάλιστα τοὺς περὶ τὸν Διοσκορίδην
εἰδότας, ἐπειδὴ καὶ γραμματικώτεροι τῶν ἄλλων εἶναι
προσποιοῦνται, φυλάξαι τὴν παλαιὰν γραφὴν, ἣν οἵ τ’ ἐξηγηταὶ
πάντες ἴσασι καὶ τὰ ἀντίγραφα πάντ’ ἔχουσι, ἢ εἴπερ
ἐδόκει περιττὸς ὁ μὲν σύνδεσμος εἶναι, περιελεῖν αὐτὸν
τολμῆσαν μᾶλλον, οὐ μεταγράφειν εἰς τὸ μή. τὸ γὰρ
καὶ ἢν μὴ ῥυέντων ἐγκαταλείπηται, ἕτοιμον ἑαυτῷ μάχεται,
τοῦ μὲν ἐγκαταλείπηται, τὰ μὴ τελέως, ἀλλ’ ἐκ μέρους κενούμενα
δηλοῦντος, τοῦ δὲ καὶ ἢν μὴ ῥυέντων, τοὐναντίον
ἐμφαίνεται, ὥσπερ καὶ τοῦ δαψιλῶς ῥυῆναι. καθάπερ οὖν
ἐπὶ τούτου, τὸ ἐγκαταλείπηται λέγειν οὐ προσῆκον, οὕτως
οὐδ’ ἐφ’ οὗ μηδ’ ὅλως ἐῤῥύη. καὶ γὰρ εἰ μὴ ἐπὶ τοῦ λυποῦντος
χυμοῦ δεξόμεθα, τὸ ἐγκαταλείπεσθαι λελέχθαι,
καθάπερ ἔνιοι βούλονται, πρὸς τὸ νόσημα μεταδόντες τὸν
λόγον ὡς ἐν ταῖς ἐλλιπέσιν αἱμοῤῥαγίαις, ἐγκαταλείπεται
νοῦν ἕξει. ῥυέντος γὰρ αἵματος, οὐ μὴν αὐτάρκως, ἐλλιπεῖς αἱ κρίσεις γίνονται τῶν νόσων, ἐφ’ ὧν προσήκει λέγεσθαι
τὸ ἐγκαταλείπεσθαι.
καὶ ἀηδίη καὶ ἀποσιτίη τοῦτον τὸν λόγον.
ἐγκαταλείπεσθαί τι λέγεται τῆς νόσου λείψανον.
ἐμνημόνευσεν· οὖν ὁ Ἱπποκράτης ὡς ἐν παραδείγματι τῶν
κυριώτατα ὑπολειπομένων, δίψαν καὶ στόματος ξηρότητα καὶ
ἀηδίαν καὶ ἀποσιτίαν, τουτέστιν ἀνορεξίαν, ὥστε ἐξήγησις
αὕτη ἡ ῥῆσίς ἐστι τοῦ προειρημένου κατὰ τὴν ἔμπροσθεν
ῥῆσιν, ἔνθα φησὶ, καὶ ἢν μὲν ῥυέντων ἐγκαταλείπηται. διττῶς
γὰρ ἀκούομεν τοῦ ἐγκαταλείπεσθαι, καθ’ ἕνα μὲν τρόπον
ἐπὶ τοῦ νοσοποιοῦντος χυμοῦ, καθ’ ἕτερον δὲ ἐπὶ τῆς νοσώδους διαθέσεως. ἐξηγεῖται οὖν τὰ γνωρίσματα τῆς
ἐγκαταλειπομένης διαθέσεως νοσώδους.
ἀποσκημμάτων πρόγνωσιν. οἱ γὰρ ὀξεῖς πυρετοὶ καὶ
ταχέως κρίνονται καὶ δι’ ἐκκρίσεων ἔχουσι τελέαν τὴν λύσιν.
οἱ δ’ οὐκ ὀξεῖς καλούμενοι ὑποστροφώδεες καὶ χρονίζουσι
καὶ λύσεις ἐλλιπεῖν ποιησάμενοι, μετὰ ταῦτα πάλιν
ὑποστρέφουσι καὶ δευτέραν ἔκκρισιν ἐξ ἀποσκήμματος ἔχουσι
τελέαν τὴν λύσιν.
καὶ μετὰ ταύτην ἄλλαι μέχρι τῆς, ὅσοι τριταιοφυεῖς,
ἃς ὑπερβησόμεθα διὰ τὸ προεξηγήσασθαι.
τελευτήσῃ ἢ αἱμοῤῥαγίη γένηται ἢ δεξιοῦ ὑποχονδρίου
ἔντασις, ἢν μὴ ἐξοδεύῃ οὖρα. αὐτὴ γὰρ ἡ ἐγκατάληψις
ἀμφοτέρων αἱ ὑποστροφαὶ τουτέων εἰκότως. ἀπόστασιν
οὖν ποιέεσθαι αὐτῶν μὴ γινομένας. τὰς δὲ ἐκκλίνειν
γινομένας, τὰς δὲ ἀποδέχεσθαι ἢν ἴωσιν, οἷαι
δεῖ καὶ ᾗ δεῖ. ὁκόσαι δὲ μὴ σφόδρα ξυνδρᾷν, τὰς δὲ
ἀποτρέπειν, ἢν πάντῃ ἀξύμφοροι ὦσι. μάλιστα δὲ ταύτας
μελλούσας· εἰ δὲ μὴ, ἀρχομένας ἄρτι.
παροξυσμοῦ.
περὶ τῶν ἡμιτριταίων τε καὶ τῶν παρεκτεταμένων τριταίων.
ἓν γὰρ μόνον ὡμολόγηται τοῖς νεωτέροις ἰατροῖς ἐν τῇ τῶν
εἰρημένων ὀνομάτων ἐξηγήσει, τὸ κατὰ τῶν ἀκριβῶν τριταίων
ὡς ἐντὸς τῶν δώδεκα ὡρῶν αὐτὸν περιγράφεσθαι,
τὰς δὲ ὑπολοίπους ὥρας ἀπυρέτους εἶναι. τῆς γὰρ τῶν
μεθοδικῶν ἀλλοκότου χρήσεως τοῦ τῶν ἡμιτριταίων ὀνόματος
οὐδὲ μεμνῆσθαι καλόν. εἴπερ δὲ ὁ ἀκριβὴς τριταῖος
ἐλάττονα τῶν δώδεκα ὡρῶν ἔχει τὸν παροξυσμὸν, ὁ πέντε
καὶ δέκα ὥρας παροξυνόμενος ἅπαντα τὸν ὑπόλοιπον ἔχων
χρόνον ἀπύρετον, ὀνομασθήσεται τριταῖος ἁπλῶς ἄνευ προσθήκης.
εἰ δὲ βούλοιτό τις ἀκριβολογεῖσθαι, τριταῖος οὐκ
ἀκριβής. καὶ εἴπερ αὐτὸς ὁ Ἱπποκράτης εἶπεν, πυρετοὶ
ὁκόσοι μὴ διαλείποντες διὰ τρίτης ἰσχυρότεροι γίνονται, πάντες κακοί. ὅτῳ δ’ ἂν τρόπῳ διαλείπωσι, σημαίνει ὅτι
ἀκίνδυνον. ἅπαντες οἱ διὰ τρίτης μὲν παροξυνόμενοι, παυόμενοι
δὲ εἰς ἀπυρεξίαν, ἀκίνδυνοι γενήσονται. ἀλλ’ εἴπερ
ἀκινδύνους τούτους εἶναι φήσομεν ἑπόμενοι τῇ γνώμῃ τοῦ
Ἱπποκράτους, οὐκ ἀκίνδυνον δὲ τὸ ἡμιτριταῖον αὐτὸς οἶδεν,
οὐκ ἔσται τῶν διαλειπόντων ὁ πυρετὸς οὗτος. ἀλλ’ οἱ
μὲν οὐκ ἔλαττον τῶν εἰκοσιτεσσάρων ὡρῶν ἔχοντες τὸ τοῦ
διαλείμματος, ἅπαντες ἁπλῶς τριταῖοι λεχθήσονται. οἷς δὲ
τὸ μὲν διάλειμμα τοῦ χρόνου τούτου βραχύτερον, οἱ δὲ
παροξυσμοὶ μακρότεροι, οὗτοι παρεκτεταμένοι τριταῖοι.
προσήκουσι δὲ τοὐπίπαν εἰς τὰ τρία διαστήματα, τεττάρων
τῶν πάντων 410 ὄντων κατὰ τὴν διὰ τρίτης ἡμέρας περίοδον.
δύο μὲν γὰρ ἡμέραι, δύο δὲ νύκτες ἐν τῷ μεταξὺ
τῶν δύο παροξυσμῶν γίνονται πᾶσι τοῖς διὰ τρίτης παροξυνομένοις.
σπανίως δ’ εὕροις τὸν ὑπὲρ τὰ τρία διαστήματα
παροξυνόμενον εἰς ἀπυρεξίαν ἀφικνούμενον, ὃν οἱ περὶ
τὸν Ἀγαθῖνον εἰώθασι μέγαν ἡμιτριταῖον ὀνομάζειν. ὥσπερ γε μέσον μὲν, ᾧ χρόνος ἶσος γίνεται παροξυσμοῦ τε καὶ
διαλείμματος, ᾧ μείων ὁ τοῦ παροξυσμοῦ χρόνος. ᾧ δ’
ἐντὸς τῶν εἰκοσιτεσσάρων ὡρῶν ὁ χρόνος περιγράφεται τοῦ
παροξυσμοῦ, μικρὸν ἡμιτριταῖον ὀνομάζουσι τοῦτον, ὥστε
οὔτε τριταῖον οὔτε παρεκτεταμένον ὀνομάζει ποτὲ τριταῖον.
εἰ γὰρ ὁ μὲν ἀκριβὴς τριταῖος οὐχ ὑπερβάλλει τὰς δώδεκα
ὥρας. ὁ δ’ ὑπὲρ ταύτας εὐθύς ἐστι μικρὸς τριταῖος, οὐδεὶς
ἔσται τριταῖος ἁπλῶς, ἔτι δὲ μᾶλλον οὐδ’ ἐκτεταμένος
τριταῖος· οὐχ ὑπαρχόντων δὲ τούτων, οὐδ’ ἀκριβῆ τριταῖον
ὀνομάζειν ἀναγκαῖον ἔσται. μηδενὸς γὰρ ἀκριβοῦς
ὄντος, ἡ προσθήκη ματαία. πῶς οὖν ὁ Ἱπποκράτης ἀκριβῆ
τριταῖον εἴωθε καλεῖν, ἐνὸν ἁπλῶς ὀνομάζειν τριταῖον,
εἴπερ οὗτος μόνος ἐστὶ τριταῖος ὁ τῶν δώδεκα ὡρῶν ὀλιγοχρονιώτερον
ἔχων τὸν παροξυσμόν. εὔδηλον οὖν ὅτι τοῦτον
μὲν ἀκριβῆ καλεῖ καὶ μᾶλλόν ἐστι τὸν καὶ τὰ ἄλλα ἔχοντα
γνωρίσματα τὰ γεγραμμένα πρὸς ἡμῶν ἐν τοῖς περὶ κρίσεων
464 ὑπομνήμασιν. ἁπλῶς δὲ τριταῖον τὸν ὑπὲρ τὰς δώδεκα ὥρας ἐκτεταμένον ἔχοντα τὸν παροξυσμόν. ἐὰν δὲ
τὰς εἴκοσι τέσσαρας ὑπερβάλλῃ, τριταῖον μακρὸν ἢ ἐκτεταμένον
ὀνομάσομεν τοῦτον. ὅστις δ’ ἂν ὑπὲρ τὰ τρία διαστήματα
τὸν παροξυσμὸν ἐκτείνῃ, τοῦτον ὀλιγάκις ἂν εὕροις
εἰς τὴν καλουμένην εἰλικρίνειαν ἀφικνούμενον. οὐ μὴν οὐδ’
ἡμιτριταῖον ἤδη καλέσομεν αὐτὸν, ἐὰν μήτε τὰς ἐπαναλήψεις
ποιῆται φρικώδεις, μήτε ἐν τῇ ἑτέρᾳ τῶν ἡμερῶν
ἕτερον ἔχῃ παροξυσμὸν ἐπαναλήψεως χωρίς. τοῦτον μὲν
οὖν ἡμιτριταῖον ὀνομάσομεν. ἐὰν δέ τις διὰ τρίτης παροξύνηται
πυρετὸς, οὐδὲ βραχὺ διάλειμμα ποιούμενος ὡς δοκεῖν
ἐν αὐτῷ πλησίον εἶναι τὸν κάμνοντα τῆς εἰλικρινοῦς
ἀπυρεξίας, τοῦτον ὀξὺν ὀνομάσομεν πυρετὸν, αὐτὸ τοῦθ’
ὅπερ ὑπάρχει περὶ αὐτοῦ λέγοντες, ὡς διὰ τρίτης παροξύνει.
μόνος οὖν ἔτι τῶν διὰ τρίτης παροξυνομένων ὀνομασθήσεται
τριταιοφυὴς, ὁ πλησίον ἀπυρεξίας ἀφικνούμενος.
εἰ δέ τις καὶ τοὺς ἄλλους ἅπαντας ὀξεῖς πυρετοὺς, ὅσοι
διὰ τρίτης παροξύνουσι, τριταιοφυεῖς ὀνομάζειν θέλει, δόξει τάχα καὶ αὐτὸς οὐκ ἀλόγως ἐπὶ ταύτην ἀφῖχθαι τὴν δόξαν.
οὐ μὴν τῶν γε εἰς ἀπυρεξίαν ληγόντων τινὰ πυρετῶν ὑφ’
Ἱπποκράτους ἡμιτριταῖον ὀνομάζεσθαι συγχωρήσομεν. ἀκίνδυνοι
μὲν γὰρ οὗτοι, κινδυνώδης δὲ ἡμιτριταῖος. ἐν τῷ
μεταξὺ δ’ αὐτῶν εἰσὶν αὐτοὶ παραφυεῖς, οὕς φησι δύσφορον
ἔχειν τὴν πρὸ τοῦ παροξυσμοῦ νύκτα. πάντως μὲν γὰρ
ἐκείνοις ὑπάρχει τοῦτο, τοῖς δ’ ἐκτεταμένοις τριταίοις οὐ
πᾶσιν. ὅπως δὲ μὴ πράγματ’ ἔχοιμι, πολλάκις ὑπὲρ τοῦ
κατὰ τὸν ἡμιτριταῖον σημαινομένου καὶ γράφων καὶ τοῖς
πυνθανομένοις ἀποκρινόμενος, ἓν ἰδίᾳ περὶ τούτου ἔγραψα
βιβλίον· ἐν μέντοι τοῖς ἀφορισμοῖς χωρὶς τῶν τριταιοφυῶν
μνημονεῦσαί φησιν ἁπλῶς ὁ Ἱπποκράτης. ὅσοις δὲ κρίσις
γίνεται, τουτέοισιν 411 ἡ νὺξ δύσφορος ἡ πρὸ τοῦ
παροξυσμοῦ. ἡ δὲ ἐπιοῦσα εὐφορωτέρη ὡς ἐπὶ τὸ πολύ.
κρίσιν δ’ οἱ μὲν ἤκουσαν, ὑφ’ ἧς ὀξύῤῥοπος γίνεται μεταβολή
τις ἀξιόλογος, οἱ δ’ ἁπλῶς τὸν παροξυσμόν. εἰώθει
δὲ ὄντως ἡ νὺξ δύσφορος ἡ πρὸ τοῦ παροξυσμοῦ γίνεσθαι
σχεδὸν ἅπασι τοῖς διὰ τρίτης παροξυνομένης πυρετοῖς, ἄνευ τῶν ἀκριβῶν τριταίων. εἰ δέ ποτε κᾀπὶ τούτων γένηται,
κρίσιν ἕπεσθαι σημαίνει κατὰ τὴν ἐπιοῦσαν ἡμέραν
καὶ μάλιστ’ εἰ καὶ τὰ ἄλλα σημεῖα τοῦ γενήσεσθαι τὴν κρίσιν
ὁμολογεῖ.
κἂν οὐ κατὰ λόγον διψώδεες, οὐδὲ γλῶσσαι καταπεφρυγμέναι,
οὐ τῷ θηριώδει, ἀλλὰ τῷ πνεύματι. δῆλον δέ ὅταν
γὰρ διαλέγωνται ἢ χάσκωσι, τότε βήσσουσιν. ὅταν δὲ
μὴ, οὔ. τοῦτο δ’ ἐν τοῖσι κοπιώδεσι πυρετοῖσι μάλιστα
γίνεται.
ὧδέ πως. ὁκόσοισιν ἐπὶ πολὺ βῆχες ξηραὶ, βραχὺ ἐρεθίζουσιν
ἐν πυρετοῖσι καυσώδεσιν, οὐ πάνυ τι διψώδεές εἰσι.
τὸ τοίνυν οὐ πάνυ τι διψώδεες ἶσον δύναται τῷ οὐ κατὰ λόγον διψώδεες. ἐν γὰρ τοῖς καυσώδεσι πυρετοῖς ἄνευ ξηρᾶς
βηχὸς ἰσχυρῶς γίνονται διψώδεις. ἐὰν δὲ προσγένηται
ξηρὰ βὴξ, ἄδιψοι μὲν οὐ δύνανται γενέσθαι. θραύεται
δ’ αὐτῶν τὸ σφοδρὸν τοῦ δίψους, ὡς διψῇν μὲν ἔτι, μὴ
μέντοι κατὰ τὴν ἀναλογίαν τοῦ πυρετοῦ. τὸ δ’ ἐρεθιζούσας
βραχέα γίνεσθαι τὰς βῆχας οὐκ ἀργῶς πρόσκειται.
σφοδραὶ γὰρ γινόμεναι διαθερμαίνουσι τὰ κατὰ θώρακα
καὶ πνεύμονα μόρια. κᾀκ τούτου τόν τε πυρετὸν ἐπαύξουσι
καὶ τὴν βῆχα. μικραὶ δ’ εἴπερ εἶεν αἱ βῆχες ἐκ διαλειμμάτων
τε μακροτέρων γινόμεναι, μέχρι τοσούτου κινοῦσι
τὰ μόρια, μέχρι τοῦ παραγενέσθαι τινὰ εἰς αὐτὰ ὑγρότητα.
καὶ οὕτω συμβήσεται μήτε σπαράττειν αὐτὰς ἰσχυρῶς
μήτε ἐξάπτειν τὸν πυρετὸν, ὑγρότητά τε παρέχειν τοῖς μορίοις
πρὸς τὰ κινούμενα, κατὰ τὰς βῆχας ἀφικνουμένην
μετρίας, δι’ ἣν οἱ κάμνοντες ἀδιψότεροι γενήσονται. γινομένων
δὲ βηχῶν καὶ διά τινα κακοήθειαν τοῦ νοσήματος,
ἣν ἐφεξῆς ὁποία τίς ἐστιν ἐρῶ, ταύτης ἀφορίζων τὰς ἐν
τῷ νῦν λόγῳ βῆχας, οὐ τῷ θηριώδει φησὶν αὐτὰς, ἀλλὰ τῷ πνίγεσθαι. τινὲς δ’ οὐχ ἁπλῶς τὸ κακόηθες ἅπαν
ἡγοῦνται λέγειν αὐτὸν θηριῶδες, ἀλλ’ ἔνιοι μὲν τὴν φθίσιν,
ἐπειδὴ γρυπουμένων τῶν ὀνύχων, θηρίοις κατά γε τοῦτο
ἐοικότες φαίνονται. τινὲς δὲ θηρίωμα καλεῖσθαί φασιν
ἰδίως τὸ ἐν τῷ πνεύμονι ἕλκος. ἔνιοι δ’ ὅταν ἐπὶ τὸ στόμα
τῆς γαστρὸς ἀνέλθωσιν ἕλμινθες, ἐρεθίζειν αὐτάς φασι
βῆχας, μήτε λόγῳ τοῦτο ἀποδεῖξαι δυνάμενοι, μήτε τῇ
πείρᾳ. τὸ κακόηθες οὖν ἄμεινον ἀκούειν θηριῶδες, ἐάν τε
ἀπὸ κεφαλῆς καταφερομένου ῥεύματος βήττωσιν, ἐάν τε ἐφ’
ἕλκει τῶν κατά τι τῶν ἀναπνευστικῶν, ἢ τοῖς κατὰ ταῦτα
γινομένοις ἀποστήμασιν, ἐάν τε ἐπὶ τοῖς καλουμένοις ἐμπυήμασιν.
ἕτεραι δὲ τούτων εἰσὶν αἱ κακόηθες οὐκ ἔχου 412 σαι
διὰ δυσκρασίαν τῶν ἀναπνευστικῶν ὀργάνων
ἢ τραχύτητα τῆς φάρυγγος ἣ τῆς τραχείας ἀρτηρίας ἀποτελούμενα,
ποτὲ μὲν ἐξ ἐδεσμάτων ἢ πομάτων τραχυνόντων,
ἐνίοτε δὲ κᾀκ τοῦ περιέχοντος ἀέρος. ἐν γοῦν ἀφορισμοῖς
αὐτὸς ἔγραψεν· Ἢν δὲ βόρειον ᾖ, βῆχες, φάρυγγες,
κοιλίαι σκληραὶ, δυσουρίαι φρικώδεες, ὀδύναι πλευρέων, στηθέων. ὁ γὰρ εἰσπνεόμενος ἀὴρ, ὅταν ἱκανῶς ᾖ ψυχρὸς,
ἐνίοτε μὲν τὰ κατὰ τὴν φάρυγγά τε καὶ τὴν τραχεῖαν ἀρτηρίαν
μόρια τραχύνει τε καὶ καταψύχει, ποτὲ δὲ καὶ τῷ
πνεύμονι παντὶ καὶ τῷ θώρακι δυσκρασίαν ἐργάζεται· πολλάκις
δ’ ἀμφότερα τὰ εἰρημένα συμπίπτει καὶ βήσσουσι
μετρίως ἐπ’ αὐτοῖς βῆχας ξηράς. σημεῖον δὲ τῶν οὕτως
ἐχόντων ἐστὶ τὸ ἐρεθίζεσθαι κατὰ τὰς εἰσπνοὰς, ὅταν
ἀθρόως ἐμπίπτῃ διαλεγομένοις τε καὶ χάσκουσι καὶ διὰ
τοῦ στόματος εἰσπνέουσιν. ὅταν δὲ διά τε τῆς ῥινὸς εἰσπνέωσι
καὶ θερμὸν τὸν ἔξωθεν ἀέρα κατὰ τὸν οἶκον αὐτῶν
ἐργάσηταί τις ἢ παντάπασιν ἐλάχιστα βήσσουσιν ἢ
οὐδ’ ὅλως, διὸ καὶ πρὸ τῶν ῥινῶν ὀθόνιον ἔνιοι προστιθέντες
οὕτως εἰσπνέουσι, πεπειραμένοι παροξύνεσθαι τὰς
βῆχας, ὅταν ἀθρόως ᾖ ψυχρὸς ὁ ἔξωθεν ἀὴρ ὁμιλῶν τοῖς
προκατεψυγμένοις τε καὶ τετραχυσμένοις μορίοις. μάλιστα
δέ φησιν ἐν τοῖς κοπιώδεσι πυρετοῖς τοῦτο γίνεσθαι. τίνας
δὲ κοπιώδεις ὀνομάζει πυρετοὺς, ἄδηλον. ἆρά γε τοὺς διὰ
τὰς σφοδρὰς κινήσεις γινομένους, ἢ κᾂν αὐτόματοι συστῶσι τὴν κοπιώδη φέροντας αἴσθησιν. τὰ μὲν δὴ τοιαῦτα σχεδὸν
οὐδὲ παραφυλάττει τὶς ἰατρὸς, οὔτε τῶν νῦν ὄντων
οὔτε τῶν ἔμπροσθεν γεγονότων, καίτοι παράδειγμα τὴν Ἱπποκράτους
ἔχοντες ἀκρίβειαν, ἣν ἐχρῆν μιμεῖσθαι, τοὺς ἀληθείας
ἀντιποιουμένους αὐτῆς δι’ ἑαυτὴν, οὐ διὰ δόξαν ἢ
χρηματισμόν. ἐγὼ δ’ οὖν ἐνόησα ἄμεινον εἶναι τῇ πείρᾳ
βασανίσαι τὸ λεγόμενον. τοῖς μὲν 465 ἀπὸ τῶν ἔξωθεν
πόνων κοπιώδεσι πυρετοῖς εἶδον ἐπιγινόμενα τοιαῦτα βηχία,
τοῖς δ’ ἄλλοις οὐ πάντως τι, καὶ αὐτοῖς δὲ τοῖς διὰ
τοὺς ἔξωθεν πόνους οὐχ ἁπλῶς, ἀλλὰ τοῖς γε ἐν κρύει κάμνουσι
καὶ τοῖς ἐν θάλπει σφοδρῷ καὶ μάλιστα δι’ ὁδοῦ
κόνιν ἐχούσης, ὥστε καὶ κατὰ συμβεβηκός τι μᾶλλον, οὐ
διὰ τὴν κοπιώδη διάθεσιν ἐφαίνοντό μοι βήττειν. τῷ γὰρ
τραχυνθῆναι τὰ περὶ τὴν φάρυγγα χωρία, διὰ κρύος ὡς
ἔφην, ἢ κόνιν ἢ τὴν ἐκ τοῦ περιέχοντος αὐτοῖς ἐγγενομένην
ἄμετρον ξηρότητα καὶ πρὸς τούτοις ἔτι διὰ τὴν δυσκρασίαν
τῶν αὐτῶν ὀργάνων οὗτοι βήττουσιν. ἐμάθετε γὰρ ὅτι καὶ
διὰ δυσκρασίαν γίνονται βῆχες.
οὐδὲν δεῖται πρὸς πίστιν ἢ νόησιν ἑτέρων, ἤτοι
προειρημένων ἢ ἐπιφερομένων. ἐνταυθοῖ μέντοι καὶ πάντως
προσηκόντως ἐπὶ τῷ προκειμένῳ τέτακται. τὰ γὰρ
τοιαῦτα θεωρήματα σμικρὰ καὶ λεπτὰ καὶ οὐδενὸς ἄξια
φαίνεται τοῖς πολλοῖς καὶ διὰ τοῦτο ὑπερορῶσιν αὐτῶν,
ὥστε μὴ τῷ λόγῳ σκέπεσθαι, μήτε τῇ πείρᾳ περὶ φύσεως
τοιούτων πραγμάτων. ὥσπερ δὲ τοῦ μηδὲν 413 δεῖν
ὑπερορᾷν παράδειγμά ἐστιν ὁ προειρημένος λόγος, οὕτω
καὶ τοῦ μηδὲν προπετῶς, μηδὲ ἀπερισκέπτως συγκατατίθεσθαι,
καθάπερ αὐτὸς ἐγὼ κατ’ αὐτὴν τὴν πρὸ ταύτης ῥῆσιν
ἔπραξα κἀν ταῖς ἄλλαις ἁπάσαις. οὐ γὰρ Ἱπποκράτους
μόνον, ἀλλὰ κᾀν τοῖς ἄλλοις παλαιοῖς, οὐχ ἁπλῶς οἷς
ἂν εἴποι τίς αὐτῶν πιστεύω. βασανίζω δὲ καὶ αὐτὸς τῇ
τε πείρᾳ καὶ τῷ λόγῳ, πότερον ἀληθές ἐστιν ἢ ψεῦδος ὃ γεγράφασιν. ὅσοι δ’ ἂν πρὸς ἑνὸς ἑαυτοὺς ἤτοι δούλους
ἢ ἐξελευθέρους ἀπεφῄναντο, εὐθέως ἅμα τὸ γεγραμμένον
εὑρεῖν τε παρ’ αὐτῷ, πιστεύουσιν ἀπερισκέπτως τε καὶ
εἰκῇ. καθάπερ καὶ ἐπὶ τοῦ μάλιστα καὶ τοῖς κοπιώδεσι
ξηρὰς γίνεσθαι βῆχας οὔτε ὁποίοις κοπιώδεσιν εἶπεν ἐζήτησαν.
ἆρά γε τοῖς ἀπὸ καμάτων τε καὶ τῆς ἔξωθεν ταλαιπωρίας
ἢ καὶ τοῖς χωρὶς τούτων ἴσχουσι τὴν αὐτὴν
διάθεσιν, οὔτε πότερον ἁπλῶς ἢ καὶ κατὰ συμβεβηκὸς ὁ
κόπος αὐτοῖς ἐγένετο. ὅπερ δὲ ἐπὶ τούτων, τοῦτο κᾀπὶ
μυρίων ἄλλων ἴστε συμβαῖνον, αὐτοῖς τε τοῖς τὰ συγγράμματα
γράψασι καὶ τοῖς ἐξηγησαμένοις αὐτὰ καὶ πολὺ μᾶλλον
ἔτι τούτου τοῖς ὁσημέραι περιτρέχουσιν ἐν ταῖς πόλεσιν
ἰατροῖς, ἀλόγῳ τριβῇ μόνῃ χρωμένοις. καὶ γὰρ ὑπερορῶσι
πολλῶν ὡς μικρῶν, οὐκ εἰδότες ὅτι πολλῶν ἐνίοτε
σμικρῶν συνερχομένων ἓν ἐξ αὐτῶν κεφάλαιον ἀξιόλογον
ἀθροίζεται, προπετῶς τε συγκατατίθενται τοῖς γεγραμμένοις
ὑπό τινος ἀνδρὸς, οὗπερ ἂν αὐτὸς ἑαυτὸν ἕκαστος
ἀποφῄνῃ δοῦλον. εἰ δὲ μὴ τοῦτό τις ποιήσειεν, ἀλλὰ κατ’ ἕτερόν γε τρόπον ἐνίοτε τῷ φανέντι πιθανῷ κατὰ τὴν πρώτην
ἐπιβολὴν τῆς φαντασίας συγκατατιθέμενος, ἄνευ τοῦ
χρόνῳ πολλῷ σκέψασθαι, καθ’ ἑαυτόν τε καὶ μετ’ ἄλλων
ἀπεφῄνατο προπετῶς ὑπὲρ τοῦ σπανίως ὀφθέντος, ὡς πολλάκις
ἢ διηνεκῶς φαινομένου· καὶ τάς γε ἐν ταῖς αἱρέσεσι
διαφωνίας ἐντεῦθεν εἰκὸς μάλιστα γεγονέναι, δοξοσόφων τε
καὶ φιλαύτων ἀνθρώπων τὰ πιθανὰ, χωρὶς τοῦ μετὰ πολλῶν
πολλάκις ἀνασκέψασθαι, πιστευσάντων ὑπάρχειν ἀληθῆ.
καθάπερ δὲ νῦν ἐπὶ σημειωτικοῦ θεωρήματος ὡς ἐπὶ παραδείγματος
ἐποιήσαμεν τὸν λόγον, οὕτω κᾀπὶ τῶν θεραπευτικῶν,
οὐχ ὑπερορᾷν τινὸς χρὴ τῶν δοκούντων εἶναι
μικρῶν, οὔτ’ εἰκῇ καὶ ἀβασανίστως πιστεύειν ταῖς εἰρημέναις
αὐτῶν δυνάμεσιν, ὡς ἐν τῇ θεραπευτικῇ πραγματείᾳ
μεμαθήκαμεν.
αὐτὴν ἐπιδεικνύναι, τό τε μηδὲν ὑπερορᾷν καὶ τὸ μηδὲν
εἰκῇ, καθάπερ ἐπὶ παραδείγματός τινος τούτου τοῦ λόγου.
τῶν γοῦν ἐθῶν, ὡς μικροῦ παραδείγματος ὑπερορῶσιν ἔνιοι
τῶν ἰατρῶν, μηδεμίαν ἀπ’ αὐτῶν ἔνδειξιν εἰς διαφορὰν θεραπείας
ἡγούμενοι γίνεσθαι, τινὲς δ’ οὐχ ὑπερορῶσι μὲν,
ἀπὸ δὲ μοχθηρῶν ἐθῶν ἐνίους ἐπὶ τὰ ἐναντία μετάγειν ἐπιχειροῦντες
ἀθρόως, οὐ σμικρὰ σφάλλονται. χρὴ δὲ οὔτε
ὑπερορᾷν αὐτῶν οὔτ’ ἀθρόως μετάγειν, ἀλλὰ καὶ κατὰ βραχὺ
καὶ μετὰ τοῦ διαναπαύειν 414 αὐτούς. διττῶς δὲ ἐστι
τοῦ διαναπαύειν ῥήματος ἀκοῦσαι. καθ’ ἕνα μὲν τρόπον,
ἵνα μὴ μόνον τοὐναντίον ἔθος κατὰ βραχὺ μετάγωμέν τινας,
ἀλλὰ καὶ μεταξὺ διαναπαύωμεν ὅλην τὴν μεταβολὴν,
οἷον ὅταν ἐξ ἀργίας ἄγωμεν εἰς τά γυμνάσια, πρῶτον μὲν
ἀπὸ τῶν βραχυτάτων ἀρξόμεθα καὶ κατὰ βραχὺ ταῦτα
παραυξήσομεν, εἶτα παραβαλοῦμέν ποτε μίαν ἢ καὶ δύο
ἡμέρας ἀργάς. καθ’ ἕτερον δὲ τρόπον ἐστὶν ἀκοῦσαι τοῦ διαναπαύειν, ὡς ἀντιδιῃρημένου τῷ προσάγειν. ἵν’ ἐφ’ ὧν
μὲν οὐκ ὃν ἔμπροσθεν ἔθος ἐμποιῆσαι βουλόμεθα, προσάγωμεν
αὐτὸ κατ’ ὀλίγον, ἐφ’ ὧν δὲ τὸ πρότερον ὑπάρχον
καταλῦσαι, κατὰ βραχὺ πάλιν ἐπὶ τούτων ἀναπαύωμεν.
τμηθεῖσα ὠφέλησεν.
χρόνου γεγραμμένον ἐπίστανται. καί φασί γε τὸ
μὲν ὠφελεῖ κατὰ τοὺς ἀφορισμοὺς γεγράφθαι, καθολικὴν
ἀπόφασιν ἐν τούτοις ποιησαμένου τοῦ παλαιοῦ. τὸ δ’
ὠφέλησεν ἐνταῦθα πρὸς ὑπόμνησιν αὐτῷ γεγραφότος ἐπί
τινος ἑνὸς, ἵνα ὅταν ἐπὶ πολλῶν πειραθῇ τοῦ βοηθήματος,
ἀποφῄνασθαι τολμῄσῃ καθόλου περὶ αὐτοῦ. δῆλον δ’ ὅτι καὶ τοπικόν ἐστι τὸ βοήθημα τοῦτο καὶ ἀντισπαστικὸν ἐπὶ
τἀναντία. τὴν δὲ ὀρθὴν ἐν μετώπῳ φλέβα καὶ πρὸ τῆς
ἀνατομῆς ἐναργῶς ἐστὶν ἰδεῖν, ἡ δὲ ἀνατομὴ συῤῥεῖν ταῖς
ἑκατέρωθεν αὐτὴν ἐπιδείκνυσιν. οὐκ ὀρθῶς οὖν ἔνιοι περὶ
τῆς τομῆς ᾠήθησαν λελέχθαι τὸ ὀρθίη. οὐ γὰρ διὰ τὸ
σχῆμα τῆς τομῆς ἡ ὠφέλεια γίνεται τοῖς ὀδυνωμένοις, ἀλλὰ
διὰ τὴν κένωσιν τοῦ αἵματος.
καὶ τῶν σπλάγχνων τῶν φλεγμονῶν οἷα δύναται, εἴτ’ ἐξ
ἥπατος σπλὴν καὶ τἀναντία καὶ ὅσα τοιαῦτα.
ἀλλὰ καὶ ἐξ οἵων οἷα ἀλλοιοῦσι καὶ ἐξ οἵων οἷα ποιοῦσι·
καὶ τὴν μὲν πρώτην γραφὴν οἵ τε παλαιοὶ τῶν ἐξηγητῶν
ἴσασι καὶ Ῥοῦφος. τὴν δ’ ἐξ οἵων οἷα ἀλλοιοῦσιν, οἱ περὶ
Σαβῖνον καὶ Διοσκορίδην. τὸ δ’ ἐξ οἵων οἷα ποιοῦσιν οἱ περὶ τὸν Λύκον. ἔστι δὲ τῆς παλαιᾶς γραφῆς ἡ διάνοια
καθολικόν τι διδάσκουσα, τῶν δ’ ἄλλων, ἐν μέρει. περὶ
γὰρ τῶν καθ’ ὑποχόνδριον διαδοχῶν ἀποφαίνονται μόνον,
οὐ περὶ πασῶν. ἄμει 466 νον δὲ ἐν οἷς ἐγχωρεῖ καὶ
ἀληθές ἐστι, τὸ καθόλου μᾶλλον ἡγεῖσθαι διδάσκειν αὐτὸν
οὐ τὸ κατὰ μέρος. ὁ μὲν οὖν καθόλου λόγος ἐστὶ τοιοῦτος.
415 τὰς δὲ διαδοχὰς ἐπισκέπτεσθαι προσήκει, τάς τε
καθ’ ὑποχόνδριον καὶ τὰς ἄλλας ἁπάσας, ἐξ οἵων γίνονται
παθῶν ἢ μερῶν εἰς οἷα μέρη τε καὶ πάθη, καθάπερ ἐφ’
ἥπατός τε καὶ σπληνός. αὐτὸς γὰρ ἐμνημόνευσε τούτων
ἕνεκα παραδείγματος, εἰδότων ἡμῶν ἐπικινδύνους μὲν εἶναι
τὰς εἰς ἧπαρ ἐκ σπληνὸς, ἀκινδύνους δὲ καὶ πρὸς ἀγαθοῦ
μᾶλλον, ὅσαι διαδοχαὶ νοσημάτων ἀφ’ ἥπατος εἰς σπλῆνα
γίνονται. πάντα δὲ τὰ περὶ τῶν ἀποστάσεων ἅς τε ἡ φύσις
εἴωθε μόνη ποιεῖσθαι καθ’ ἑαυτὴν, ἅς θ’ ἡμεῖς ἢ μετ’
ἐκείνης ἢ μόνοι, κατά τε τὸ περὶ χυμῶν καὶ τὸ δεύτερον
τῶν ἐπιδημιῶν προεξήγημαι. καὶ ἄλλαι δέ τινές εἰσι γραφαὶ
παρ’ ἃς ἔγραψα, κατά τε τήνδε καὶ πολλὰς ἄλλας ῥήσεις. ἀλλ’ ἐγὼ κατ’ ἀρχὰς εὐθέως ὀλίγων ἔφην μνημονεύειν
ἐξηγήσεών τε καὶ γραφῶν, ὅπως μὴ πολλὰ γίνωνται τὰ τοῦ
προκειμένου γράμματος ὑπομνήματα.
στομοῦν, οἵως ἕκαστα ῥέπῃ.
ῥέπει τῶν συμφερόντων χωρίων, ἀποτρεπτέα δὲ καὶ ἀντισπαστέα
τὰ μὴ καλῶς ῥέποντα. τὸ δὲ στομοῦν εἴρηκε νῦν
οὐχ ὡς ἐπὶ τῶν ἀποσκημμάτων εἰώθαμεν λέγειν, ἀντὶ τοῦ
διελθεῖν σμίλῃ, γενικώτερον δὲ τούτου, καθὸ καὶ τὸ ἀναστομοῦν
περιέχεται καὶ φλέβας ἡμῶν ἀναστομούντων ἐν
αἱμοῤῥοΐσι καὶ τὰς διὰ ῥινῶν ἢ μήτρας κενώσεις. καί τινας
σύριγγας ἐκ χρόνου μὲν ἱκανοῦ συνήθεις, ἐστεγνωμένας δὲ
κατά τινα καιρόν. καὶ δι’ ὤτων δέ τινος ἐκκαθαιρομένου συνήθως τὰ κατὰ τὸν ἐγκέφαλον, ἐπισχεθείσης ἀθρόως τῆς
κενώσεως ἰλίγγου καὶ σκοτώσεων ἐπιγενομένων, ἐρεθίσαντες
ἐπ’ ὦτα διὰ τῶν ἀναστομωτικῶν φαρμάκων, εἴδομεν εὐθέως
ὠφεληθέντα τὸν ἄνθρωπον.
εἶχε χειμῶνος, ὃς ὅτε πρὸς πῦρ ἀλείψαιτο ἢ θερμῷ λούσαιτο,
ὠνίνατο, ἔμετοι οὐκ ὠφέλεον, οἴομαι, εἴ τις ἐξεπυρία,
ὀνίνασθαι ἄν.
χυμοῦ, ταχὺ κρίσιμά τε εἶναι καὶ ἥκιστα πλατέα, τὰ δὲ
ὑπὸ ψυχροῦ πλατέα καὶ χρόνια. κατὰ τὸν αὐτὸν λόγον
ἐπίστασθαι χρὴ καὶ περὶ τῶν ἐξανθημάτων. οὐ γὰρ ὅλῳ
τῷ γένει διαφέρει τῶν φυμάτων, ἀλλὰ τῇ ποιότητι τοῦ γεννῶντος
αὐτὰ χυμοῦ. γεννῶνται δὲ καθαιρούσης τὸ βάθος τοῦ σώματος τῆς φύσεως, ὥσπερ ἐνίοτε δι’ ἐκκρίσεως, οὕτω
καὶ δι’ ἀποθέσεως ἐπὶ τὸ δέρμα. τοὺς μὲν γὰρ λεπτο 416 τέρους
τε καὶ ὑδατωδεστέρους χυμοὺς διαφορεῖ λεπτύνουσα.
τῶν δὲ παχυτέρων ἐμπλαττομένων τῷ δέρματι
καὶ μᾶλλον κατὰ τὴν ἐπιδερμίδα πυκνὴν οὖσαν, ἐξανθήματα
γίνονται. καὶ τοῦτο συμβαίνει μᾶλλον ἐκείνοις, ὅσοις πυκνότερόν
τε καὶ σκληρότερόν ἐστι τὸ δέρμα. δυσχερὴς γὰρ
ἡ δι’ αὐτοῦ γίνεται τῶν παχυτέρων τε καὶ γλισχροτέρων
χυμῶν διέξοδος. οὕτως οὖν καὶ τῷ Σίμωνι τοῦ χειμῶνος
ἐξανθήματα πλατέα γίνεσθαι, καθ’ ὃν ἂν χρόνον ἀξιολόγως
θερμανθῇ τὸ σῶμα, λουτροῖς χρησαμένῳ ἢ ἀλειψαμένῳ
παρὰ πυρί. τῷ δ’ ἄλλῳ χρόνῳ κατὰ τὸ βάθος ἔμειναν οἱ
τῶν τοιούτων ἐξανθημάτων αἴτιοι χυμοί. εἶτα φησὶ μηδὲν
αὐτὸν ὑπὸ τῶν ἐμέτων ὀνίνασθαι. πότερον δ’ αὐτὸς ὁ Ἱπποκράτης
ἦν ὁ συμβουλεύσας χρῆσθαι τοῖς ἐμέτοις ἢ ἄλλος
τις, οὐκ ἐδήλωσεν, οὐ μὴν οὐδ’ ἀναγκαῖον ἡμῖν ἐπίστασθαι.
μόνον γὰρ ἀρκεῖ τὸ γνῶναι τοὺς πρὸς τὸ δέρμα ῥέψαντας
χυμοὺς δι’ ἐκείνου χρῆναι κενοῦν. ἐπειδὴ πόῤῥω πάλιν αὐτοῖς ἐστιν ἡ εἰς τὸ βάθος ἀντίσπασις, ὡς διὰ γαστρὸς ἢ
ἐμέτων ἐκκενοῦσθαι. ἴσως οὖν οἰήσῃ με λέγειν μηδέποτε
καθάρσει χρῆσθαι τῇ διὰ γαστρὸς ἐπὶ τῶν τοιούτων· ἐγὼ
δ’ οὔ φημι τοῦτο, μεμάθηκας γὰρ ἐν τοῖς θεραπευτικοῖς
ὠφελίμους εἶναι τὰς καθάρσεις ἐφ’ ὧν ἡ περιουσία τῶν
χυμῶν ἐστὶ παμπόλλη. πρὶν γὰρ οὕτω κενῶσαι, τὸ πλεονάζον
αὐτῆς ἢ διὰ φλεβοτομίας ἢ διὰ καθάρσεως, ἐάν τις
ἐκπυριῶν μόνον, ὅπερ ἐστὶ τοῖς θερμαίνουσι χρώμενος, ἐπιχειρῇ
διαφορεῖν, ἐπισπάσεται μᾶλλον ἢ κενώσει διὰ τοῦ
δέρματος· ἀλλ’ ἥ γε τῶν ἐμπεπλασμένων τῷ δέρματι πάντως
θεραπεία ἐστὶ διὰ τῶν ἐκπυριώντων τε καὶ θερμαινόντων
φαρμάκων, καὶ μάλισθ’ ὅταν ᾖ πλατέα. δηλοῦται γὰρ
ὁ γεννῶν αὐτὰ χυμὸς οὐ θερμὸς οὐδὲ λεπτὸς ὑπάρχων,
ἀλλ’ ἱκανὸς παχὺς ἢ ψυχρός. ἐμάθετε δ’ ἤδη καὶ περὶ
τῶν φυμάτων ἔμπροσθεν ὡς τὰ μὲν ἀποκορυφοῦντα εἰς
ὀξὺ καὶ οἷον ὀργῶντα θερμῶν χυμῶν ἐστιν ἔγγονα, τὰ δὲ
ἐναντία ψυχροτέρων. τὸ δ’ ὀργᾷν αὐτὰ διά τε τῶν κνησμωδῶν
καὶ τῆς ὀδύνης ἔνεστι διαγινώσκειν. τὰ μὲν γὰρ μετρίως θερμὰ κνησμοὺς μόνον ἐργάζεται, τὰ δ’ ἐπὶ πλέον
ἥκοντα τοῦ θερμαίνειν εὐθέως δάκνει καὶ ἀνιᾷ.
ξηραίνειν καὶ ἀνεῷχθαι.
τοῖς περὶ τῶν ἐκπυϊσκόντων φαρμάκων, ὡς οὐ χρὴ διαφορητικὴν
αὐτῶν εἶναι τὴν δύναμιν, ἀλλὰ τὴν ὀνομαζομένην
ἐμπλαστικήν. ταῦτα γὰρ ἀποστέγει καὶ συνέχει καὶ ἀποκλείει
τὸ ἔμφυτον θερμὸν, οὐκ ἐῶντα διαπνεῖσθαι. πέττεται
δὲ ὑπὸ τούτου τὰ περιττώματα. πάλιν δὲ κᾀνταῦθα μὴ
παρακούσητε μηδ’ οἰηθῆτε πάντα με λέγειν τὰ δύσπεπτα
καὶ ἴσχοντα πῦον μηδ’ ὅλως οὕτω θεραπεύεσθαι. σήπεται
γὰρ ἐνία τῶν τοιούτων ὑπὸ ἐμπλαστικῶν φαρμάκων ἢ διὰ
μοχθηρίαν τῶν ἐργασαμένων αὐτὰ χυμῶν ἢ δι’ ἀσθένειαν τοῦ πάσχοντος μορίου, τὴν ἔμφυτον θερμασίαν οὕτως ἔχοντος
ὀλίγην τε καὶ ἄῤῥωστον, ὡς μηδ’ ἐπιχειρεῖν τῇ πέψει
τῶν κατασκηψάντων ἐπ’ αὐτὸ χυμῶν. 417 ἐπὶ τούτων
οὖν ἀμυχαῖς τε βαθυτάταις ἀνοίγομεν τὸ δέρμα καὶ πολλάκις
γε καὶ διατέμνομεν ἄχρι βάθους, κατὰ πολλὰ μέρη τοῦ
πεπονθότος μορίου, φαρμάκοις τε χρώμεθα ξηραντικωτάτοις.
ἐφεδρεύει γὰρ ταῖς τοιαύταις φλεγμοναῖς ἡ καλουμένη γάγγραινα,
νενικημένης κατ’ αὐτὰς ἤδη καὶ πλησίον ἡκούσης
τοῦ τελέως ἀποσβεσθῆναι τῆς ἐμφύτου θερμασίας. ἐφ’ ὧν
οὖν φλεγμονῶν ἢ ὅλως ὄγκων ὡντινῶν οὐκ ἐν κινδύνῳ
σβέσεώς ἐστι καὶ τελείας ἀπωλείας ἡ ἔμφυτος θερμασία,
καὶ διὰ τοῦτο δύναται βοηθείας τυχοῦσα κρατῆσαι τῶν χυμῶν,
ἐπὶ τούτων χρώμεθα τοῖς ἐμπλαστικοῖς φαρμάκοις,
ἅπερ ἐν αὐτῷ τούτῳ σαφῶς ἐδήλωσεν εἰπών· ὅσα πεπαίνεσθαι
δεῖ, τὰ δ’ ἐγγὺς ὄντα τοῦ γαγγραινοῦσθαι καὶ τὰ
ἤδη σηπόμενα, τὴν ἀρχὴν οὐδὲ δεῖ 467 ται πεπαίνεσθαι.
διὸ τὰ μὲν, ὡς ἔφην, κενώσεσί τε διὰ μυχῶν καὶ τομῶν καὶ φαρμάκοις ἰσχυροτάτοις θεραπεύομεν. τὰ δ’
ἤδη σηπόμενα τέμνομέν τε καὶ καίομεν. καλῶς οὖν προσέθηκε,
τὰ ἐναντία δὲ ξηραίνειν καὶ ἀνεῷχθαι, τουτέστι τὰ
μὴ δεόμενα διαπυΐσκεσθαι. χρεία γάρ ἐστιν ἐπὶ τῶν διαπυησάντων,
ἀνεῷχθαί τε τὰς ἐκροὰς ἁπάσας καὶ ξηραίνεσθαι
τὰ πεπονθότα μόρια. δῆλον οὖν ἐκ τούτων οὐκ ὀρθῶς
ὑπ’ ἐνίων γεγράφθαι, ὅσα ξηραίνεσθαι, κατακεῖσθαι
δεῖ, τουτέστιν ἡσύχαζεν κατακείμενα. πρὸς γὰρ τῷ σμικρὸν
εἶναι τοῦτο καὶ πρόδηλον ὡς μὴ δεῖσθαι πεφροντισμένως
ὑπὲρ αὐτοῦ τὸν Ἱπποκράτην γράψαι καὶ ἡ ἀντίθεσις ἐδήλωσε
μὴ πρὸς τὴν κατάκλεισιν, ἀλλὰ πρὸς τὸ κατακεκλεῖσθαι
γεγονυῖαν. τοῖς γὰρ κατακεκλεισμένοις καὶ ἀποστεγομένοις
ἐναντία τὰ διαφορούμενά τ’ ἐστὶ καὶ τὰ ξηραινόμενα.
ταύτῃ τῇ ῥήσει τινὲς συνάπτουσι τὴν ἐφεξῆς, καὶ
μάλισθ’ ὅσοι βούλονται γεγράφθαι μετὰ ταύτην, τὸ οἷον
ὥσθ’ ὅλον τὸν λόγον εἶναι τοιοῦτον· ὅσα πεπαίνεσθαι δεῖ,
ἐγκατακεκλεῖσθαι δεῖ. τἀναντία καὶ ξηραίνειν καὶ ἀνεῷχθαι.
εἰς φάρυγγα.
διδασκόμενον τῷ προειρημένῳ. τὸ γὰρ ξηραίνειν καὶ ἀνεῷχθαι
διαφέρει τοῦ ἀντισπᾷν. πῶς οὖν προειρηκὼς τἀναντία
δεῖ ξηραίνειν καὶ ἀνεῷχθαι, δύναιτ’ ἂν ὡς παράδειγμα
λέγειν ἐπὶ τῶν ῥοωδῶν ὀμμάτων ἀντισπᾷν εἰς φάρυγγα.
τοῦτ’ ἔστι συμβουλεύοντος ἡμῖν αὐτοῦ τὰ χρόνια τῶν
ὀφθαλμῶν ῥεύματα μετάγειν, ἀντισπῶντας ἐπὶ φάρυγγα, διὰ
φαρμάκων δηλονότι δριμέων, οἷς διαχρίειν τε δεήσει τὸν
οὐρανίσκον, ἀνακογχυλίζεσθαί τε κελεύειν, ἐάν γε μηδὲν ἐκ τούτου μέλλωμεν ἐργάσασθαι χεῖρον. ἐφ’ ὧν γὰρ εὐλαβούμεθα
μή πως εἰς τὴν τραχεῖαν ἀρτηρίαν καὶ τὸν πνεύμονα
τραπῇ τὸ ῥεῦμα, φυλαξόμεθα τὴν τοιαύτην ἀντίσπασιν.
ὥσπερ οὖν ἐπὶ τούτου συνεβούλευσεν, οὕτω κᾀπὶ τῶν ἄλλων
ἀξιοῖ σε προορᾶσθαι, μή τι τῶν μορίων, εἰς ἃ τὴν ἀντίσπασιν
ἐργάζῃ, κινδυνεύσῃ μεγάλως βλαβῆναι. τινὲς δ’
ἐπὶ τῶν καλουμένην ῥοιάδα κατ’ ὀφθαλμὸν ἐχόντων τὸν
λόγον τοῦτον αὐτῷ γεγονέναι φασὶν, ὥσπερ καὶ ὁ Λύκος,
ὃς ἀποτείνας μακρὸν λόγον, ἐκ τῶν ὀφθαλμῶν εἰς ὑπερώαν
φησὶ διήκειν πόρον, ἐκκενοῦντα ταύτῃ τὸ κατ’ αὐτοὺς
γεννώμενον περίττωμα. κεῖσθαι δὲ τὸν πόρον τοῦτον παρὰ
τὸν μέσον κανθὸν καὶ γίνεσθαι ῥοιάδα κατὰ τρόπους τρεῖς,
ἤτοι τοῦ πόρου μύρου μύσαντός πως ἢ φραχθέντος ἢ τοῦ
περιττώματος πολλοῦ συλλεγομένου κατὰ τὸν ὀφθαλμὸν, ὡς
ὑπερχεῖσθαί τι, μὴ δεχομένου πᾶν αὐτὸ τοῦ πόρου διὰ φυσικὴν
στενότητα. καὶ κατὰ τρόπον ἄλλον, ὅταν οὐλὴ κατὰ
τὸν κανθὸν γενομένη τυφλώσῃ τὸν πόρον, ἢ καὶ μετὰ τὰς
ἐκτομὰς τῶν ἀκανθίδων γίνεσθαί φησι καὶ ἄλλως, ἑλκωθέντος τοῦ τόπου. ταύτην μὲν οὖν ἀνίατον εἶναι, τὰς δ’ ἄλλας
ἰασίμας, ἀντισπώντων ἡμῶν εἰς φάρυγγα. τὸ δὲ καὶ
ὅπῃ ἔρευξις λυσιτελέει, προσκείμενον συμβολικῶς ἑαυτῷ
γράψαντος τοῦ Ἱπποκράτους. ὅτι μὲν γὰρ ἔνθα λυσιτελής
ἐστιν ἔρευξις, ἐνταῦθα χρὴ κινεῖν ἐρυγὰς εὔδηλον. ἐπὶ
τίνων δ’ ἐστὶ λυσιτελὴς οὐκ εἶπε, ἀλλ’ οὐδὲ κατὰ τοὺς
ῥοιώδεις ὀφθαλμοὺς ὅμοιόν ἐστι τούτῳ, διὸ καὶ παρεγκείμενον
ἀτάκτως ἀσάφειαν εἰργάσατο. περὶ μὲν γὰρ τῶν
ῥοιωδῶν ὀφθαλμῶν ἀντισπαστικὸν ἔγραψε βοήθημα. τὸ δ’
ὅπῃ ἔρευξις λυσιτελέει, δυοῖν θάτερον, ἤτοι γ’ ἐπὶ τῶν ῥοιωδῶν
εἰρῆσθαι χρὴ καὶ φαίνεται μηδὲν ἐρυγὴ συντελοῦσα
πρὸς τὴν ἴασιν αὐτῶν ἤ τινος ἀρχὴν ἑτέρου λόγου. διὸ
καί τινες ἠναγκάσθησαν χωρίσαντες τῶν προειρημένων αὐτὸ
ἑτέραν ῥῆσιν ποιήσασθαι τοιάνδε. καὶ ὅκου ἔρευξις λυσιτελεῖ
καὶ ὅσα ἄλλα τοιαῦτα τὰς ἐφόδους ἀνεστομῶσθαι. ἀλλ’
οὐδὲ τοῦτο πάλιν οἰκείως ἐπιφέρεσθαι δόξει, οἷον ῥῖνες καὶ
τὰ ἄλλα ὧν δεῖ καὶ τὰ ἐφεξῆς. ὅσοι τοίνυν αὐτὸ καθ’ ἑαυτὸ μόνον ὑποτετυπῶσθαί φασιν ἑαυτῷ τὸν Ἱπποκράτην. τὸ
ὅκου ἔρευξις λυσιτελεῖ, νομίζουσιν αὐτὸν ἀξιοῦν ἐρυγὰς ἐνίοτε
συμβουλεύειν κινεῖν. καὶ ἁρμόττειν γε αὐτάς φασιν ἐπὶ τῶν
ἐμπνευματουμένων τὴν γαστέρα καὶ μάλιστα ἐφ’ ὧν οὐ διέρχεται
κάτω τὸ φυσῶδες πνεῦμα. καὶ μέντοι καὶ τὸν στόμαχον
ἀτονοῦντά φασι ῥώννυσθαι διὰ τῶν ἐρυγμῶν, ὡς δι’
οἰκείου γυμνασίου, καὶ κινεῖν γε τὰς ἐρυγὰς συμβουλεύουσιν
οὐ μόνον διὰ φαρμάκων, ἀλλὰ καὶ αὐτὸν ἐπιτηδεύοντα συνεχῶς
ἐρυγγάνειν, κᾂν ὀλίγου τινὸς αἰσθάνηται πνεύματος
ἐν τῷ στομάχῳ. Σαβῖνος δὲ ἐκ βομβυλίου στενοστόμου πίνοντα
κελεύει κινεῖν ἐρυγάς. ἔνιοι δὲ καὶ τὰς κενώσεις
τοῦ φυσώδους πνεύματος, ὁπό 419 θεν ἂν γίνωνται καὶ
ὁπωσοῦν, ἔρευξιν αὐτὸν ὠνομακέναι φασί. καθ’ οὓς καὶ
βὴξ καὶ πταρμὸς καὶ λὺγξ καὶ φῦσα δι’ ἕδρας ἐκκρινομένη
καὶ αἱ καθ’ ὅλον τοῦ σώματος διαπνοαὶ τοῦ πνεύματος,
ἐρεύξεις κληθήσονται. τινὲς δὲ καὶ πᾶσαν ἔκκρισιν ὠνομάσθαι
φασὶν ἔρευξιν, οὐ μόνον ἐὰν πνεύματος, ἀλλὰ κᾂν τινῶν ὑγρῶν ᾖ, τὴν τοῦ ποιητοῦ λέξιν ἐπαγόμενοι μαρτύριον,
ἔνθα φησίν·
τῶν ποιητῶν σπανίως εἰρημένα κατά τινα τρόπον ποιητικὸν,
ἐὰν ὡς κυρίως λελεγμένα τὶς ἐξηγῆται, διαστρέφειν
δυνήσεται καὶ τὰ σαφῶς εἰρημένα πάντα.
καὶ ὡς δεῖ καὶ οἷα καὶ ὅπῃ καὶ ὅτε καὶ ὅσα δεῖ, οἷον
ἱδρῶτας καὶ τἄλλα δὴ πάντα.
γὰρ ἀνεστομῶσθαι τοὺς ἐκκριτικοὺς πάντας πόρους
τῶν περιττωμάτων καὶ τῷ προειρημένῳ δὲ συνάπτεσθαι
δύναται, διττὴν χρείαν παρεχόμενον· ἰδίαν μὲν ἐπὶ τῶν ῥοιωδῶν ὀμμάτων, κοινὴν δὲ πάντων ἐφ’ ὧν ἀντισπᾷν ἢ
παροχετεύειν προσῆκεν. ἐὰν γὰρ ἀντισπάσεως μὲν ᾖ χρεία,
φοβούμεθα δ’ αὐτὴν ποιήσασθαι, παροχετεύειν τὸ αἷμα
προσήκει καὶ κενὸν ὅλον ἐργάζεσθαι τὸ σῶμα. τὰ δὲ ἐφεξῆς
γεγραμμένα πολλάκις ἤδη παρ’ ἑαυτοῦ μεμαθήκαμεν ἐπὶ
πάσης κενώσεως ὄντα χρήσιμα. δεῖ γὰρ οὐχ ἁπλῶς ὅταν
χρεία κενώσεως, ἐπ’ αὐτὴν παραγίνεσθαι, ἀλλὰ προδιορισάμενον
ὅπως ταύτην ποιήσασθαι χρὴ, καὶ ὁποῖα προσῆκεν
εἶναι τὰ κενωθησόμενα καὶ καθ’ ὅτι χωρίον, ἐν τίνι
τε καιρῷ καὶ μέχρι πόσου. λεκτέον δὲ καὶ νῦν ἀναμνήσεως
ἕνεκα περὶ ἑκάστου διὰ βραχέων. τὸ μὲν ὡς δεῖ, τοιόνδε
τι σημαίνει, τὰς ἀφόδους ἀναστομωτέον, οὐ 468 μὴν
ἁπλῶς καὶ ὡς ἔτυχεν, ἀλλ’ ὡς δεῖ. τοῦτο δὲ σημαίνει τὸν
τρόπον δι’ οὗ ποιησόμεθα τὰς κενώσεις, οἷον ἐπὶ τῶν κατὰ
γαστέρα διὰ κλυστῆρος, διὰ βαλάνου, δι’ ὑπηλάτου φαρμάκου
καὶ καθ’ ἕκαστον αὐτῶν δι’ ὡντινῶν. καὶ γὰρ καὶ
κλυστῆρες πολυειδῶς συντίθενται καὶ βάλανοι καὶ τὰ κατωτερικά
τε καὶ ὑπήλατα καλούμεθα φάρμακα. τὸ μὲν οὖν ὡς δεῖ τοιοῦτόν τι σημαίνει. τὸ δὲ οἷα τὸ ποιὸν τῶν
κενουμένων δηλοῖ, τουτέστιν ἆρά γε ὑδατώδη καὶ λεπτὰ
κενοῦν ἐστὶ βέλτιον ἢ φλεγματώδη χυμὸν ἢ πικρόχολον ἢ
μελαγχολικὸν, ἤ τινα τούτων ἢ καὶ πάντας. τὸ δὲ ὅπῃ
τὸ μέρος τοῦ σώματος ἐνδείκνυται δι’ οὗ χρὴ κενοῦν. κᾂν
γὰρ ὅτι διὰ τῶν κάτω κενῶσαι προσήκει γνῶμεν, ἀλλὰ δι’
οὗ γε τῶν κάτω χωρίων, προδιορίσασθαι δεῖ, διὸ καί τινες
ἀντὶ τοῦ ὅπῃ τὸ οὗ δεῖ γεγράφασιν, ἐνδεικνύμενοι τὸ δι’
οὗ, πότερα διὰ κύστεως ἢ διὰ γαστρὸς ἢ δι’ ὑστέρας. καὶ
πάλιν ἄνω, πότερα διὰ ῥινῶν ἢ διὰ στόματος. ἔστι δέ τις
καὶ δι’ ὅλου τοῦ σώματος κένωσις, ἥ τε διὰ τῶν ἱδρώτων
καὶ ἡ διὰ τῆς 420 ἀδήλου καλουμένης διαπνοῆς. τό γε
μὴν ὅτε σαφῶς τοῦ καιροῦ δηλωτικόν ἐστιν ἐν ᾧ χρὴ κενοῦν,
ἆρά γε κατ’ ἀρχὰς πρὶν πεφθῆναι τὴν νόσον, ὅταν,
ὡς αὐτὸς ἔλεγεν, ὀργᾷ καὶ πρὸς τὴν ἔκκρισιν ἐπείγεται τῶν
ὑγρῶν ἡ διήκουσα τὰ ζῶα φύσις ἢ μετὰ τὸ πεφθῆναι τοὺς
λυποῦντας χυμούς. καὶ γὰρ καὶ τοῦτο αὐτὸς ἐδίδαξεν, ὥσπερ καὶ τὸ πρότερον ἐν ἀφορισμοῖς. τὸ δὲ ὅσα δεῖ, κατὰ τὴν
τελευτὴν τῆς ῥήσεως εἰρημένον, ἐνδείκνυται τὴν ποσότητα
τῶν κενουμένων ἧς αὐτῆς ἐστοχάσθαι δεῖ τὸν ἰατρόν. εἶτ’
ἐν παραδείγματος μοῖρα πρόκειται τὸ οἷον ἱδρῶτες. καίτοι
γὰρ ὠφέλιμος εἶναι δοκῶν τοῖς νοσοῦσιν ὁ ἱδρὼς, ὅμως καὶ
αὐτὸς συμμετρίας χρῄζει. τὸ γοῦν ἄμετρον αὐτοῦ διαλύει
τὴν δύναμιν. ὅπου δ’ ἐπὶ τῶν ἱδρώτων, ἡ ὑπερβολὴ τοῦ
πλήθους ἐστὶ βλαβερά. πολλοῦ δή τοι μᾶλλον ἐπὶ τῶν ἐμουμένων
ἢ διαχωρουμένων ἢ δι’ αἱμοῤῥοΐδων ἢ διὰ μήτρας
κενουμένων.
χρηστόν· ἐπὶ δὲ τοῖσι σμικροῖσι, τἀναντία σημαῖνον
τῇ εὐσημείῃ, κακόν.
γράφει τῶν ἐξηγησαμένων τὸ βιβλίον. εἰ δὲ προσθείη τὶς
αὐτῇ τὸ τῇ ἄρθρον, οὐδὲν ἕξει ζήτημα τοιάδε γενομένη.
ἐπὶ δὲ τοῖς μικροῖς τἀναντία σημαῖνον τῇ εὐσημείῃ, κακὸν,
ἵνα καὶ ὁ σύμπας λόγος ᾖ τοιοῦτος· ἐπὶ τοῖς μεγάλοις κακοῖς,
εἴτ’ οὖν πάθεσιν ἢ συμπτώμασιν, ἐὰν ᾖ τὸ πρόσωπον
χρηστὸν, τουτέστιν ὅμοιον τῷ κατὰ φύσιν, ἀγαθόν ἐστι
σημεῖον. ἐπὶ δὲ τοῖς μικροῖς πάλιν οὖν κᾀνταῦθα πάθεσιν
ἢ συμπτώμασιν, ἐὰν τἀναντία σημαῖνον γένηται τὸ πρόσωπον
τῇ προειρημένῃ εὐσημείῃ, κακόν τι δηλώσει. τινὲς
μὲν οὖν ἄντικρυς ὡς ἐξ ἀρχῆς γενομένης τῆς λέξεως μετὰ
τοῦ ἄρθρου, τὴν ἐξήγησιν ἐποιήσαντο, μὴ δηλώσαντες ὅτι
τὰ παλαιὰ τῶν ἀντιγράφων οὐκ ἔχει τὸ τῇ γεγραμμένον
τῷ εὐσημείῃ, τάχα τοῦ πρῶτον γράψαντος τὸ βιβλίον ἁμαρτάνοντος.
ἔνιοι οὐ μόνον ἑτέρως ἔγραψαν, ἀλλὰ καὶ τὴν
ἐξήγησιν οὐ προσήκουσαν ἐποιήσαντο. φυλαττόμενος δ’ ἐγὼ
καθάπερ ἐν ἀρχῇ προεῖπον, εἰς μῆκος ἐκτείνειν τὰ ὑπομνήματα,
παραλιπεῖν ἔγνωκα τὰ πολλὰ τῶν οὐκ ὀρθῶς εἰρημένων. ἱκανὸς γὰρ εἶναί μοι δοκεῖ σκοπὸς ἐξηγήσεως, ἐὰν
ἀληθῆ τε διδάσκῃ τὶς ἐν αὐτῇ καὶ κατὰ τὴν γνώμην τοῦ
παλαιοῦ. καθάπερ καὶ νῦν ἔνεστι ποιησάμενον ἀπηλλάχθαι
πολυλογίας, ἐὰν γὰρ μεγάλων ὄντων τῶν παθῶν, τὸ πρόσωπον,
ἐὰν ᾖ συμπεπτωκὸς ἀξίως τοῦ νοσήματος, χρηστὸν
εἶναι σημεῖον. ἐπὶ δὲ τοῖς μικροῖς ἐξ ὑπεναντίου κακόν
τι σημαίνειν, ἔξεστιν οὖν καὶ τούτοις, εἴ τις ἀρέσκοιτο, χρῆσθαι.
ἐγὼ δ’ ἐπὶ τὴν παλαιὰν γραφὴν καὶ τοῖς ἄλλοις
ἅπασιν ἐξηγηταῖς ὁμολογουμένην μεταβήσομαι.
ἰκτεριώδεος ἐπιγενομένου.
τὸ μέγα οὗ, τοῦτο λεξίδιον, εἴτε τόπου τινὸς δηλωτικὸν,
ἐάσω ζητεῖν τοῖς τὰ μὲν ἰατρικὰ παρατρέχουσιν, ὡς γραμματικοῖς
δὲ μᾶλλον ἢ ὡς ἰατροῖς ἐξηγεῖσθαι προαιρουμένοις. ἀρκεῖ γὰρ ἐπὶ μὲν τοῦ, παρὰ τὸ μέγα, τοσοῦτον εἰπεῖν,
ὅσον οἱ παλαιοὶ τῶν ἐξηγητῶν εἶπον, ὡς ἤτοι θέατρον ἢ
ᾠδεῖον ἢ γυμνάσιον ἡρώων ἢ οἴκημά τι δηλοῦται διὰ τῆς
μέγα λέξεως ἢ ὁτιοῦν ἄλλο τι τοιοῦτον. μεταβάντα δ’
ἐφεξῆς, εἴ τι πρὸς τὰ τῆς τέχνης ἔργα χρήσιμόν ἐστιν,
ἐκεῖνο σκοπεῖν, ὅτι τοῦ ἡρῴου ὄπισθεν ἢ ὅτι τοῦ Μενελάου,
τινὲς οὕτω γράφουσιν, ὁ ἄῤῥωστος ἐκεῖνος κατέκειτο,
χρήσιμον ἔχει τι, καθάπερ οὐδὲ τὸ τούτων ἐφεξῆς εἰρημένον,
ἰκτεριώδεος ἐπιγενομένου. εἰ καὶ ὅτι μάλιστα χρήσιμον
ἦν αὐτῷ τῷ Ἱπποκράτει, πρὸς ἀνάμνησιν, ἴσως μὲν
τῶν προειρημένων, ἴσως δὲ καὶ αὐτὸ καθ’ ἑαυτό. πάθους
γὰρ ἢ χρώματος ἰκτεριώδους ἐπιγενομένου τῇ γυναικὶ ἐπιμέμνηται
κᾀνταῦθα παρά τε τοῖς παλαιοῖς ἐξηγηταῖς καὶ
τοῖς ἀντιγράφοις ἡ ῥῆσις παραγέγραπται. κατ’ ἄλλους δέ
τινας ἐξηγητὰς πρόσκειται τῷ ἰκτεριώδεος ἐπιγενομένου τὸ
παρέμενεν, ὥσπερ αὖ καθ’ ἑτέρους μετὰ τῆς ἀποφάσεως τὸ
οὐ παρέμενεν. ἔνιοι δὲ τὸ αὐτῇ προστιθέασιν. ἀλλὰ τοῦτο μὲν τῇ λέξει τὴν διαφορὰν, οὐκ ἐν τῇ διανοίᾳ λαμβάνει.
τὰ δὲ πρότερα τὴν διάνοιαν ἐπὶ τοὐναντίον ὑπαλλάττει, τὸ
γὰρ ἰκτεριῶδες πάθος ἢ χρῶμα τῆς ἑτέρας γραφῆς παραμεῖναι
δηλούσης, ἡ ἑτέρα φησὶ μὴ παραμεῖναι. καθ’ ἑαυτὴν
οὖν γεγραμμένης τῆς προκειμένης ῥήσεως, οὔτ’ εἰ παρέμενεν
οὔτ’ εἰ μὴ παρέμενεν, ἔχει τι χρήσιμον ἡμῖν τοῖς
οὐκ εἰδόσιν ὅπως ἐνόσησεν ἢ τίνα διάθεσιν ἔσχεν. εἰ δὲ
τοῖς ἐπιγεγραμμένοις συνάπτοιτο, περιττὸν ὅλως ἐστίν. ἀρκεῖ
γὰρ εἰρῆσθαι μόνον τὸ, ἰκτερώδεος ἐπιγενομένου,
παραδείγματος τούτου τοῦ περὶ τὸ πρόσωπον φανέντος, ὡς
τῶν ἄλλων δοκούντων μικρῶν εἶναι μόνων, ἐδήλωσε τοὐναντίον,
ἐπειδὴ μεγάλως ἐξετράπη τοῦ κατὰ φύσιν. καὶ γὰρ
τὸ ἐπιφερόμενον τοῦτό με διδάξει διαμαρτυρεῖν, ἐφ’ ὃ μεταβαίνειν
ἤδη καιρὸς ἐάσαντα τὰς ἄλλας ἐξηγήσεις τῆς προκειμένης
ῥήσεως. ἴσως γὰρ καὶ τὰ νῦν εἰρημένα παρὰ
τὴν ἐμαυτοῦ προαίρεσιν μηκύνει, παραλιπεῖν ἐγνωκότος
ὅσα τοὺς ἀναγινώσκοντας αὐτὰ νέους οὐδὲν εἰς τὴν τέχνην ὀνίνησιν. οὐ γὰρ σοφιστικὴν παρασκευὴν πρόκειταί μοι
παρασκευάζειν αὐτοὺς, ἣν ἐμίσησα διὰ παντὸς, ἀλλ’ ἐπὶ τὰ
τῆς τέχνης ἔργα κατά τε πρόγνωσιν καὶ θεραπείαν, ἃ κᾀμοὶ
διὰ παντὸς ἠσκήθη.
μελάγχρους.
τις, ἕξει τι χρήσιμον ὡς ἐν παραδείγματος μοίρᾳ λελεγμένον.
εἰκὸς γὰρ καὶ τοῦτον ἐπὶ μικροῖς τοῖς ἄλλοις ἐκτροπὴν
τοῦ σώματος εἰς τὸ παρὰ φύσιν ἐσχηκότα μεγάλην
ἀποθανεῖν ἢ κινδυνεῦσαι διὰ τοῦτο μόνον. εἰ δὲ καὶ μελάγχλωρος
εἴη γεγραμμένον ἀντὶ τοῦ μελάγχρους, ὡς ἐν
ἐνίοις τῶν ἀντιγράφων εὕρομεν, ἔτι καὶ μᾶλλον δόξει κάκωσίν
τινα μεγάλην ἐνδείκνυσθαι τοῦτο μόνον τὸ χρῶμα, καίτοι
τῶν ἄλλων μικρῶν γενομένων τῷ κάμνοντι.
τῶν ἤτρων τὰ τοιαῦτα. ὅτι αἱ οὐρήσεις ῥύονται, ὅτι
οὔτε φύσης πολλῆς οὔτε κόπρου πολλῆς γλίσχρης διελθούσης
ἐλαπάσσετο. οὐ γὰρ δὴ μέγα ἦν τὸ ὑποχόνδριον.
κράμβην ἑβδομαῖος ἔφαγεν, ἔτι δύσπνους ὢν, τὰ περὶ τὸ
ἦτρον ἐλαπάσσετο, εὐθύπνους ἐγένετο, ἡ κοιλίη αὐτῷ
ἐξετίναξεν.
προτέρας οἱ περὶ Σαβῖνον ἡγοῦνται τὸ ἐν Περίνθῳ. καθόλου
μὲν γάρ φησι τὸν νῦν λόγον εἶναι, ἐν μέρει δ’ ἐκεῖνον,
εἰωθότα δὲ τοῖς ἐν μέρει λόγοις τὸν Ἱπποκράτην προσγράφειν
ἤτοι τὰ τῶν χωρίων ἢ τὰ τῶν παθόντων ὀνόματα.
καίτοι οὗτος ὁ νῦν λεγόμενος λόγος ὅτι τῶν ἐπὶ μέρους
ἐστὶ δῆλον ἐξ ὧν ἐπιφέρων αὐτὸς εἶπεν ὁ Ἱπποκράτης,
ὅτι οὔτε πολλῆς φύσης οὔτε κόπρου πολλῆς γλίσχρης διελθούσης
ἐλαπάσσετο· πολλὰ δ’ ἐν τοῖς τῶν ἐπιδημιῶν γέγραπται μὲν ἐπί τινων ἑωραμένα κατὰ μέρος, ὑποπέπτωκε
δὲ καθολικοῖς θεωρήμασιν, ἤτοι διηνεκέσιν ἢ ὡς τὸ πολὺ
γενομένοις. οὕτως οὖν καὶ νῦν γονοειδὲς εἴτε οὖρον εἴτε
διαχώρημα γενόμενον ἐν Περίνθῳ κρίσιμον ἐφάνη, πότερον
ἢ ὀλίγοις ἢ πολλοῖς ἢ ἑνὶ τὸ τοιοῦτον συμβαίνει κατὰ τὴν
λέξιν αὐτοῦ τοῦ Ἱπποκράτους οὐ διώρισται. πιθανώτερον
δ’ ἐστὶν ἐπὶ πολλῶν αὐτὸ πεφυκέναι κατ’ ἐκεῖνον τὸν καιρὸν
ἐπιδημῆσαν, ἡνίκα ἔγραφεν ὁ Ἱπποκράτης ταῦτα. ὅταν
μὲν γὰρ ἐφ’ ἑνός τινος γενόμενόν τι γράφῃ, προστίθησιν
ἤτοι τὸν τόπον τῆς πόλεως ᾧ τὸν ἄνθρωπον εἶδε κατακείμενον
ἢ τὴν ἡλικίαν ἢ τοὔνομα. τῶν πόλεων δ’ εἴωθε
μνημονεύειν ὀνομαστὶ κατ’ ἐκείνας τὰς διηγήσεις ἐν αἷς
πολλοὺς ἐθεάσαντο παθόντας ταῦτα. τοῦτο μὲν οὖν οὐ μεγάλην
ἔχει διαφορὰν ὡς πρὸς τὰ τῆς τέχνης ἔργα καὶ συναπτέτω
τις οἷον βούλεται τὸ ἐν Περίνθῳ. τὸ γονοειδὲς δὲ
οὖρον ἢ καὶ διαχώρημα γένοιτ’ ἄν ποτε κρίσιμον, ὅταν ὁ
καλούμενος ὑπὸ Πραξαγόρου χυμὸς ὑαλώδης ἐκκενοῦται. τὸ
δὲ καὶ τῶν ἤτρων τὰ τοιαῦτα, δεῖται μὲν οὖν τὸ προειρη 423 μένον ἀναφέρεσθαι, τὰ γὰρ τοιαῦτα πρὸς ἕτερον
ἀναφέρεσθαι λέγεται. προείρηται δὲ οὐδὲν περὶ τῶν ἤτρων.
ἴσως οὖν ἢ ἐν τῷ γράφεσθαι τὸ πρῶτον ἀντίγραφον ἐκ τῶν
ὑπομνημάτων τοῦ Ἱπποκράτους παρελείφθη τι τοιοῦτον γεγραμμένον,
ἢ αὐτὸς ἑαυτῷ τοῦθ’ ὑπεμνημονεύσατο πρὸς τὸν
πρῶτον ἄῤῥωστον ἀναφερόμενον, ὑπὲρ οὗ προεῖπε τοῦτο μόνον,
ὁ παρὰ Τιμενέῳ ἀδελφιδῇ, οὗτος μελάγχρους. ἔνιοι
δὲ διὰ ταύτην τὴν ἀπορίαν ᾧδέ πως διπλῆν διῆλθον τὴν
ῥῆσιν, ὅτι κρίσιμον καὶ τῶν ἤτρων, ὡσεὶ καὶ οὕτως ἐγέγραπτο.
τὸ γονοειδὲς οὖρον ὅτι κρίσιμόν ἐστι καὶ τῶν κατὰ
τὸ ἦτρον παθῶν ἐπισπᾶσθαι χρὴ, καὶ πάλιν ἀπ’ ἄλλης ἀρχῆς.
τὰ τοιαῦτα ὅτι αἱ οὐρήσιες ῥύονται, ἵν’ ἀκούσωμεν
τὰ τοιαῦτα, τὰ κατὰ τὸ ἦτρον γινόμενα. καὶ τούτου γε
μαρτύριον ἐφεξῆς ἔγραψεν ὅτι οὔτε ἢ φύσης πολλῆς οὔτε
κόπρου πολλῆς γλίσχρης διελθούσης ἐλαπάσσετο, τουτέστιν
οὐδενὸς ἄλλου γενομένου τὸν κατὰ τὸ ἦτρον ὄγκον λῦσαι
δυναμένου, ἐπὶ μόνοις τοῖς γονοειδέσιν οὔροις ἐκρίθη τὸ
νόσημα. τάχα γὰρ τοιοῦτόν τι τὸ ἦτρον ἦν ὁποῖον καὶ ἐν τῷ προγνωστικῷ διῆλθεν αὐτὸς ἐν τῇδε τῇ λέξει. τοὺς δ’
ἐκ τῶν ὑποχονδρίων πόνους τε καὶ κυρτώματα, ἢν νεαρά
τε ᾖ καὶ μὴ σὺν φλεγμονῇ, λύει βορβορυγμὸς ἐγγενόμενος
ἐν τῷ ὑποχονδρίῳ, καὶ μάλιστα μὲν διεξελθὼν σὺν κόπρῳ
τε καὶ οὔρῳ, εἰ δὲ μὴ καὶ αὐτὸς διαπεραιωθῇς, ὠφελέει
δὲ καὶ ὑποκαταβὰς ἐς τὰ κάτω χωρία. οὐ γὰρ δὴ φλεγμονὴν
ἤ τι ταύτης ἔτι δυσλυτώτερον ἐν ἥπατι συστὰν ἢ ἐν
ἐντέροις ἢ ἐν γαστρὶ, γονοειδὲς οὖρον ἔλυσεν ἂν μόνον γενόμενον.
διὰ τοῦτ’ οὖν ἐπήνεγκεν αὐτός· οὐ γὰρ δὴ μέγα
ἦν τὸ ὑποχόνδριον, ὡς εἴ γε ἦν μέγα, μὴ ἂν λυθέντος αὐτοῦ,
διὰ τῆς τοῦ γονοειδοῦς ἐκκρίσεως. ἐπεὶ δὲ τὸ ἐπιφερόμενον
οὐ πάνυ τι φαίνεται συνᾴδειν τοῖς οὕτω προειρημένοις,
διὰ τοῦτό τινες ἀπ’ ἄλλης ἀρχῆς ἀνέγνωσαν
αὐτὸ, δασύνοντες κατὰ τὴν πρώτην συλλαβὴν τὴν οὐ καὶ
ποιοῦντες ἄρθρον ἀρσενικὸν πτώσεως γενικῆς, ὡσεὶ καὶ οὕτως
εἶπεν· οὗ γὰρ δὴ ἀνθρώπου μέγα ἦν τὸ ὑποχόνδριον,
κράμβην ἑβδομαῖος ἔφαγεν, ἔτι δύσπνους ἐών. ἐπεὶ δὲ τὸ ἦτρον ἐλαπάχθη, εὐθύπνους ἐγένετο, τουτέστιν εὔπνους τε
καὶ κατὰ φύσιν ἀναπνέων. οὐ μὴν ἔγραψε πότερον ὑπαγαγοῦσα
τὴν κοιλίαν ἡ κράμβη τὴν ὠφέλειαν ἐποίησεν ἢ κατὰ
τὸν τῆς ἀναλώσεως λόγον. ἔνιοι δὲ ὡς κληθέντος αὐτοῦ
τὴν εὐθύπνους· λέξιν ἐξηγήσαντο, σημαίνεσθαι λέγοντες ἐξ
αὐτῆς τὸν ὀρθοπνοϊκὸν καλούμενον τῆς δυσπνοίας τρόπον.
ἐν γὰρ ταῖς αἰνιγματώδεσι ῥήσεσιν ὅ τι ἄν τις ἐθέλῃ δύναται
λέγειν, οὐδὲν ἡμῶν ἀξιόλογον ὠφελουμένων ἐν αὐταῖς.
ἐν αἷς οὐδὲ τὴν Ἱπποκράτους γνώμην ἔνεστι μαθεῖν ἀκριβῶς
ἀλλὰ τὴν τῶν ἐξηγητῶν.
τὸ τοιοῦτον ἢ ἐν τοῖσιν ἠγρυπνηκόσιν, καὶ εἴτε φαῦλον
εἴτε χρηστόν.
καλεῖν αὐτὸν ἰχωροειδὲς ὑποληπτέον ἐστὶν, ἀλλὰ τὸ μετά τινος ἰώδους καὶ κακοήθους δυνάμεως. ἐν γὰρ τῷ δευτέρῳ
τῶν ἐπιδημιῶν αὐτὸς ἔγραψε καὶ ὑπὸ τῷ δέρματι ἰχῶρες
ἐγίνοντο, ἐγκαταλαμβανόμενοι δὲ ἐθερμαίνοντο καὶ κνησμὸν
ἐνεποίουν, εἶτα φλυκταινίδες ὥσπερ πυρικαύστου ἀνίσταντο
καὶ ὑπὸ τὸ δέρμα καίεσθαι ἐδόκεον. εὔδηλον οὖν ὅπως
ὑπὸ τῶν ἰχώρων οὐ σμικρὰ συμπτώματα 470 γίνεσθαί
φησι. καὶ ὁ Πλάτων δὲ ἐν τῷ Τιμαίῳ τοιοῦτόν τι σημαίνει
διὰ τῆς ἰχώρων προσηγορίας ᾧδέ πως λέγων· ἰχὼρ δὲ ὁ
μὲν αἵματος ὀῤῥὸς πρᾷος, ὁ δὲ μελαίνης χολῆς, ὀξείας
δὲ, ἄγριος. ἰχωροειδὲς οὖν αἷμα καλεῖται τὸ περιέχον ἐν
ἑαυτῷ μοχθηρὰν ὑγρότητα λεπτὴν, οὐχ ὑδατώδη καὶ ἄδηκτον,
ἀλλὰ δακνώδη καὶ διαβρωτικήν. εἰπόντος δὲ τοῦ
Πλάτωνος, ἰχὼρ δὲ ὁ μὲν αἵματος ὀῤῥὸς πρᾷος, ὁ δὲ μελαίνης
χολῆς, ὀξείας δὲ, ἄγριος, εὔδηλον ἐγένετο ἡμῖν, καθάπερ
ἐπὶ τοῦ γάλακτος ὀῤῥώδης τίς ἐστιν ὑγρότης οἷον
περιήθημα καὶ περίχυμα τοῦ παχυτέρου ἐν ἑαυτῷ, τὸν αὐτὸν
τρόπον ἐπὶ πάντων εἶναι χυλῶν τε καὶ χυμῶν, ὀῤῥώδη
τινὰ καὶ λεπτὴν ὑγρότητα. διοίσουσιν οὖν ἀλλήλων δηλονότι κατὰ τὰς φύσεις τῶν χυμῶν ὧν εἰσὶν ὀῤῥοὶ καὶ γενήσεται
χαλεπώτατος μὲν ὁ τῆς μελαίνης χολῆς, ἧττον δὲ
χαλεπὸς ὁ τῆς ξανθῆς, καὶ τούτου μᾶλλον ὁ τοῦ φλέγματος.
ἐπιεικέστατος δὲ πάντων ὁ τοῦ αἵματος ὀῤῥός τε καὶ ἰχώρ.
οὐδὲ γὰρ ἐν τῷ παρόντι διοίσει λέγειν οὕτως ἢ ἐκεῖνος, ἀλλ’
ἐπειδὴ διττῶς τὸ αἷμα λέγομεν, ἐνίοτε μέν ἀντιδιαιρουμένως
πρὸς τοὺς ἄρτι λεγομένους χυμοὺς, ἐνίοτε δὲ κατ’ ἐπικράτειαν
ὅλον τὸν ἐν τοῖς ἀγγείοις χυμὸν, ἰχωροειδὲς αἷμα νῦν
ἀκουστέον ἐστὶ τὸ κατὰ τὸ δεύτερον σημαινόμενον, ὥσπερ
καὶ λέγειν ἐστὶ καὶ σύνηθες ἅπασι τοῖς ἰατροῖς ἐν ταῖς
φλεβοτομίαις, ἐνίοτε μὲν ὀῤῥῶδες, ἐνίοτε δὲ μελαγχολικὸν ἢ
φλεγματῶδες ἢ χολῶδες, ἔστι δ’ ὅτε κατὰ φύσιν ἔχον ἐκκεκρίσθαι
τὸ αἷμα. διὰ παντὸς μέν ἐστι πτοώδεις, ὅπερ
ἐστὶ τεταραγμένους μετὰ φόβου, ποιήσει τὸ ἰχωροειδὲς αἷμα
καὶ ἀγρύπνους γε προσέτι. ἐὰν δὲ καὶ μοχθηροῦ χυμοῦ
τινὸς, μὴ μόνον τοῦ αἵματος ὀῤῥὸς ἐν τοῖς αἱματικοῖς ἀγγείοις
περιέχηται καὶ παραφροσύνας καὶ φρενίτιδας καὶ μανίας
ἐργάσεται. ἀλλὰ νῦν γε τοῦ αἱματώδους ἔοικεν ὀῤῥοῦ μνημονεύειν, ἀνάμνησίν ἑαυτῷ τινὰ γράφων τήνδε. δειλίαν
μὲν ἐργάζεσθαι τὸν φλεγματικὸν ὀῤῥὸν εἰκός ἐστιν, οὐ μὴν
ἀγρυπνίαν ἢ ταραχὴν ἢ κίνησιν ψυχῆς πτοώδη. τὸ νωθρὸν
γὰρ αὐτῷ καὶ ψυχρὸν ὑπάρχει μόνον, οὐ τὸ δακνῶδές τε
καὶ κακόηθες, εἰ μή ποτ’ ἄρα καὶ τοῦτο διαφθαρὲν ὀξὺ
ἢ ἁλμυρόν τε γένοιτο. ἀλλ’ ἐκεῖνό γε ζητήσεως ἄξιόν ἐστιν
ὅπερ ἔφη καὶ εἴτε φαῦλον εἴτε χρηστόν. εἰ μὲν γὰρ ἁπλῶς
τι ἀποφαίνοιτο φαῦλον εἶναι τὸ ἰχωροειδὲς αἷμα, καλῶς δόξει
λέγειν. τὸ γὰρ οὕτω λεγόμενον πᾶν πρὸς τὸ κατὰ φύσιν
παραβάλλεται· εἰ δέ τις τῶν ἄλλων χυμῶν ἰχῶρσιν ἀντιπαραβάλλων
τὸν τοῦ αἵματος ἰχῶρα, μὴ πονηρὸν ἢ ἀγαθὸν
εἶναι λέγοι καὶ οὕτως ἀληθεύειν ὀρθῶς νομισθείη.
πολλάκις δ’ εἰώθασι καὶ οἱ νῦν ἄνθρωποι καὶ οἱ παλαιοὶ
τὸ ἧττον μοχθηρὸν ὀνομάζειν ἀγαθὸν ἢ χρηστὸν ἢ 425
ἐπαινετὸν ἤ τι τοιοῦτον, καὶ μάλισθ’ ὅταν ἦ μεγάλη τις
ὑπεροχὴ τοῦ πάνυ μοχθηροῦ πρὸς τὸ μετρίως ἀποκεχωρηκὸς
τοῦ κατὰ φύσιν, ὥστε καὶ τὸ ἰχωροειδὲς αἷμα ζητοῦντος
τοῦ Ἱπποκράτους, εἴτε φαῦλον εἴτε χρηστόν ἐστι, δυνάμεθα ἂν ἡμεῖς ἀποφήνασθαι, τῷ μὲν ἀρίστῳ προβαλλόμενον
αἵματι φαῦλον ὑπάρχειν αὐτὸ, τοῖς δ’ ἄλλοις ἅπασιν,
οἶσιν ἰχὼρ ἑτέρου τινὸς ἀναμέμικται χυμοῦ μοχθηροῦ, πολλῷ
βέλτιόν τε καὶ αἱρετώτερον καὶ διὰ τοῦτο χρηστόν.
ῥὶς καὶ ὦτα ψυχρὰ ἀεί. ἦρα διὰ τοῦτο ὅτι λεπτὸν
τὸ αἷμα, ἦρα καὶ φύσει τὸ τοιοῦτον οὗτοι ἔχουσιν.
λέγεται καὶ δι’ αὐτῆς τῆς φωνῆς ἐστὶ μαθεῖν. εἴτε δ’ ἐπὶ
τῶν κατ’ αὐτὸν ὄγκων ἐν τοῖς κάτω μέρεσι συνισταμένων
εἴθ’ ὅταν εἰς αὐτὰ τὰ κάτω μόρια τοῦ σώματος ὠθεῖ τοὺς
ἐν αὐτῷ μοχθηροὺς χυμοὺς, ὠνόμασε κατάῤῥοπον σπλῆνα,
τοῦτο οὐκέθ’ οἷόν τε πρὸς τῆς φωνῆς διδαχθῆναι δυνατόν
γε μήν ἐστιν ὅσον ἐπὶ τῇ τῶν πραγμάτων φύσει, κατ’ ἄμφω
τὰ εἰρημένα δέξασθαι κατάῤῥοπον ὑπ’ αὐτοῦ λελέχθαι τὸν σπλῆνα. πόδες γάρ φησι καὶ χεῖρες καὶ γόνατα θερμὰ, ῥὶς
δὲ καὶ ὦτα ψυχρά. τὰ μὲν οὖν γόνατα καὶ τοὺς πόδας ἐν
καταῤῥόπῳ σπληνὶ θερμὰ φαίνεσθαι λόγον ἔχει, καθάπερ
καὶ τὰς ῥῖνας καὶ τὰ ὦτα ψυχρά· τὰς δὲ χεῖρας οὐκ ἔστιν
εὔλογον θερμὰς ὑπάρχειν ἐν καταῤῥόπῳ νοσήματι. μᾶλλον
μὲν γὰρ ἄν τις αὐτὰς τῶν ἄνω θείη μορίων, εἰ δὲ μὴ,
ἀλλ’ οὐ τῶν κάτω. τοῦ δ’ οὖν ὦτα μὲν καὶ ῥῖνας εἶναι
ψυχρὰ, τὰ κάτω δὲ θερμὰ, σκοπῶν τὴν αἰτίαν ὁ Ἱπποκράτης
ἔφη, ἆρά γε διὰ τοῦτο ὅτι τε λεπτὸν ἔχουσι τὸ αἷμα
ἢ ὅταν σπλῆνες γένωνται κατάῤῥοποι, τινὲς δ’ οὐ τοῖς
σπλησὶν ἀντιδιαιρεῖσθαί φασι τὸ ἆρα καὶ φύσει τὸ τοιοῦτον
οὗτοι ἔχουσιν; ἀλλὰ τῷ μετ’ αὐτὸν γεγραμμένῳ καὶ
ποιοῦσιν ὅλην τὴν λέξιν τοιαύτην. ἆρα καὶ φύσει τὸ τοιοῦτον
οὗτοι ἔχουσιν ἢ τοῖς ἐμπυήμασιν; ἐπισκεπτέον οὖν ἐφεξῆς
ἀκριβέστερον ὑπὲρ αὐτοῦ ἢ τοῖς ἐμπυήμασι, τούτοις
προειρημένοις συνάπτουσιν οἱ οὕτω γράφοντες. ὅσοι δ’ ἀρχὴν
αὐτὸ βούλονται τῶν ἐφεξῆς γεγραμμένων τὸ ἢ ἀφαιροῦσι
καὶ τοιάνδε τινὰ ποιοῦσι τὴν λέξιν· τοῖς ἐμπυήμασιν ὅρος, τοῖσι μέλλουσιν ἐκπυΐσκειν, αἱ κοιλίαι ἐκταράσσονται.
γνώρισμα τῶν μελλόντων ἐκπυΐσκειν τιθέμενοι τὴν ταραχὴν
τῆς γαστρός. εἴη δ’ ἂν οὐ πάντων τῶν ἐκπυϊσκόντων, ἀλλὰ
μόνων ὅσα ῥήγνυνται τῇ διὰ τῶν ἐντέρων ἐκκρίσει, τὸ σημεῖον
τοῦτο γράφων ὁ Ἱπποκράτης. εἰ δ’ ἄνευ τοῦ διορίσασθαι
περὶ ποίων λέγει τὴν ἑρμηνείαν ἐποιήσατο, θαυμαστὸν
οὐδὲν, ἐὰν τοῦ κατ’ ἀρχὰς εἰρημένου μεμνήμεθα τοῦ
γράφειν ἑαυτῷ ταῦτα παρασκευάς τινας εἰς συγγράμματα.
μόνον γὰρ ἥκει πρὸς ἀνάμνησιν ὧν βούλεται δηλοῦν ἑαυτῷ,
προκείμενον ἐν γραφῇ τὸ, κοιλίαι ἐκταράσσονται, λέγοντος
αὐτοῦ κοιλίας ἐπιταράσσεσθαι τοῖς τοιούτοις ἐμπυήμασιν,
ὧν μελλόντων ῥήγνυσθαι προδιϊδροῦταί τις ἰχὼρ λεπτὸς ἐκ
τοῦ πύου, δι’ ὧν δακνόμενα τὰ ἔντερα ταραχὴν τινα τῆς
γαστρὸς ἐρ 426 γάζεται, τουτέστι δήξεις τε καὶ προθυμίας
συνεχεῖς ἐπ’ ἀποκρίσεις· ἔνιοι δὲ καὶ τοιάνδε τινὰ
γραφὴν ἴσασι.
κοιλίαι ταράσσονται.
σαφῶς εἰρημένον, ἥκιστα δὲ τὰ ὑποκάτω τοῦ ὀμφαλοῦ
εἰς διαπύησιν τρέπεται. οἷς μέντοι μέλλει διαῤῥήγνυσθαι
τὸ ἐμπύημα, κοιλίαι προεπιταράσσονται. πολυειδῶς
δὲ καὶ ἄλλως γράφουσι καὶ διαιροῦσιν οὐ ταύτην μόνον
τὴν ῥῆσιν, ἀλλὰ καὶ τῶν ἄλλων τὰς πλείστας, ἐξηγησάμενοι
τοῦτο τὸ βιβλίον, ὡς ἀποῤῥεῦσαί τινα τῶν ἐπὶ τὰ τῆς τέχνης
ἔργα σπευδόντων. φαίνονταί τινες ποιεῖν ὅπερ ὁ Τίμων
εἶπεν·
οὐ τὰ ἄνω, ταύτῃ συνάπτουσιν, ἵνα ἐπὶ τῶν κατὰ σπλῆνα
διαφορῶν ὁ λόγος ᾖ γινόμενος αὐτῷ· μεταβάντες οὖν ἐπ’
ἐκείνην ἴδωμεν τὰς διαφορὰς, ἔχουσι γάρ τι χρήσιμον.
μακρὸς, λεπτός.
διαφορὰς ἔγραψεν, ὑποτυπούμενος ἑαυτῷ τάχα, διότι καταῤῥόπου
σπληνὸς ἐμνημόνευσεν. ἡ γοῦν πρώτη διαφορὰ μία
τῶν τοιούτου σπληνός ἐστιν, ὁπόταν μὲν σκληρὸς ᾖ, μὴ μέντοι
τὰ ἄνω, πρόδηλον ὅτι τὸ κάτω σκληρός ἐστιν. ἡ δευτέρα
δὲ ὧν εἶπεν ἐν τῇ προκειμένῃ ῥήσει διαφορὰ τῶν καταῤῥόπων
σπληνῶν αὐτῶν πάλιν ἐστὶν ἰδία. τούτων γὰρ
τῶν καταῤῥόπων σπληνῶν κοινῶς ἐχόντων τὰ μὲν ἄνω μέρη
μὴ ἔχειν σκληρὰ, τὰ κάτω δ’ ἔχειν, ὁ μέν τίς ἐστι στρογγύλος,
ὁ δὲ πλατὺς, ὁ δ’ ἐπὶ μῆκος ηὐξημένος, ἤτοι σὺν
ὄγκῳ παρὰ φύσιν ἢ χωρὶς τούτου μόνην ἐσχηκὼς τὴν κατὰ
τὸ μῆκος ἐπίδοσι. ἐδήλωσε δὲ τὴν μὲν προτέραν ἐν τῷ
φάναι, παχὺς, μακρός· τὴν δὲ δευτέραν ἐν τῷ μακρὸς,
λεπτός. δὶς γὰρ τοῦ μακρὸς ὑφ’ Ἱπποκράτους γεγραμμένου καθάπερ ἄν τις εἰκάσειε, τὸ ἕτερον ἀφεῖλον οἱ ἐγγραφόμενοι
καὶ τοιαύτην ἐποίησαν τὴν ῥῆσιν, οἵαν ἄρτι προέγραψα.
κατὰ λόγον δ’ ἐστὶ πρώτης μὲν αὐτῶν μεμνημονευκέναι διαφορᾶς,
καθ’ ἣν ἔφη, σπλὴν σκληρὸς οὐ τὰ ἄνω, τουτέστι
τὰ κάτω σκληρὸς, ὥσπερ καὶ κατάῤῥοπός ἐστιν. εἶτα πάλιν
αὐτοῦ διαφορὰς τέσσαρας εἴρηκε· μίαν μὲν ἐν ᾖ στρογγύλος
ἐστὶ, δευτέρα δὲ ἐν ᾗ πλατὺς, ἀμφοτέρων τούτων
ἐχουσῶν κοινὸν τὸ μὴ προσηυξῆσθαι κατὰ μῆκος τὸν σπλῆνα.
δύο δ’ ἄλλας διαφορὰς τὴν μὲν ἑτέραν καθ’ ἣν μακρὸς
καὶ παχὺς γίνεται, τὴν δ’ ὑπόλοιπον καθ’ ἣν μακρὸς καὶ
λεπτός. δὶς γὰρ, ὡς ἔφην, γεγραμμένου τοῦ μακρὸς, εἰκός
ἐστιν ὡς περιττὸν παρελθεῖν 427 τὸν ἀντιγραφόμενον ἐκ
τῶν ἀρχαίων ὑπομνημάτων. ἡ μὲν οὖν παλαιὰ γραφὴ τοιαύτη
τίς ἐστιν, ἐν ᾗ τὸ μακρὸς ἐγώ φημι δὶς ὑφ’ Ἱπποκράτους
εἰρημένον ἅπαξ γραφῆναι πρὸς τοῦ βιβλιογράφου.
δυνατὸν δ’ ἴσως ἐστὶ κᾂν ἅπαξ ὑπ’ αὐτοῦ τοῦ Ἱπποκράτους
ᾖ γεγραμμένον ἐν τῷ μεταξὺ τοῦ τε παχὺς καὶ λεπτὸς ἀπὸ
κοινοῦ δέξασθαι, συνῆφθαι τῷ τε προειρημένῳ καὶ τῷ μετ’ αὐτὸ λεγομένῳ. πολλὰ γὰρ καὶ ἄλλα τοιαῦτα τοῖς παλαιοῖς
εὑρίσκεται. τοὺς δ’ ἐξηγητὰς ἐθαύμασα πολυειδῶς μεταγράψαντας
τὴν ῥῆσιν, ἄλλον ἄλλως. εἴπερ γὰρ ὅλως ἀποχωρεῖν
τις τολμᾷ παλαιᾶς γραφῆς, κατά τι πιθανὸν χρὴ
τοῦτον πράττειν ὥσπερ ἔφην ἐγὼ νῦν εὔλογον εἶναι, ἐφ’ ὧν
δὶς γεγραμμένου τοῦ μακρὸς παραλελεῖφθαι τὸ ἕτερον. ὅτι
δ’ οὕτως ἔχουσαν τὴν γραφὴν ἐπίστανται πάντες οἱ παλαιοὶ
ἐξηγηταὶ μαρτυρία καὶ περὶ τοῦ Ζεύξιδος ἂν εἴη ἀρίστη.
οὗτος γὰρ ὡς κακῶς ἐξηγησαμένου τοῦ Γλαυκίου τὴν προκειμένην
ῥῆσιν οὐδὲν μὲν ἐγκαλεῖ περὶ τῆς γραφῆς, καίτοι
γ’ ἀπόρου καὶ ταύτης τῆς λέξεως φαινομένης αὐτῷ, ὅτι δὲ
προσέθηκεν ἀποφάσεις τοῖς εἰρημένοις μέμφεται. φησὶ γὰρ
ἀπορούμενον αὐτὸν καὶ μὴ δυνάμενον ἐξηγήσασθαι τὴν προκειμένην
ῥῆσιν ἅπασι τοῖς προειρημένοις ἀποφάσεις προστεθεικέναι,
ὡς εἰ καὶ οὕτως ἔγραψεν ὁ Ἱπποκράτης· κάτω
στρογγύλος, οὐ πλατὺς, οὐ μακρὸς, οὐ λεπτός. ἡγεῖτο γὰρ
Γλαυκίας ἀδύνατον εἶναι τὸν σπλῆνα ταῦτα τὰ πάθη δέξασθαι,
μὴ δυνάμενα συνυπάρχειν, ὥσπερ ἀναγκαῖον ὂν ἐφ’ ἑνὸς ἀνθρώπου πάντων ἀκούειν αὐτῶν. ἀλλ’ οὐ διαφορὰς
ἐφεξῆς αὐτῶν γράψαι τὸν Ἱπποκράτην πρὸς ἀνάμνησιν ὡς
ἔμπροσθεν ἔγραψε δυσπνοίας τε καὶ πυρετῶν, οὕτω νῦν
τῶν ἐν τοῖς καταῤῥόποις σπλησὶ παρὰ φύσιν ὄγκων. εἰ δ’
ἔξεστι προστιθέναι τοῖς καταφατικοῖς εἰρημένοις ἀποφάσεις,
ἅπαν οὕτω τις διαφθείρει δόγμα καὶ γνώμην οὐδεμίαν φυλάξει
τῶν παλαιῶν βεβαίαν.
συμβαίνειν ἧττον γίνεται τοῖς ἀπὸ κεφαλῆς κορυζώδεσι. αἰτίαν
δὲ τούτου καὶ Ῥοῦφός φησι καὶ Σαβῖνος, διότι τὸ
αἷμα καθαίρεται τῇ κορύζῃ. διὰ τοῦτο γὰρ οἴονται τὸ
μηδὲν ἥκειν ἐπὶ τὸν σπλῆνα. βέλτιον δ’ εἰς καθολικὸν ἀνάγεσθαι
λόγον, οὐκ εἰς κατὰ μέρος αὐτό. πάνυ γάρ ἐστι σπάνιον ἐν ὅλῳ τῷ σώματι δύο τινὰ μόρια παραπλησίως ἔχειν
ἀσθενῆ. τοῖς πλείστοις γὰρ ἕν γε τοιοῦτον φαίνεται γινόμενον,
εἰς ὃ κᾂν πληθώρα κᾂν κακοχυμία τις ἐν τῷ σώματι γένηται,
πάντα συῤῥεῖ τὰ περιττά. φθάσαντος δ’ ἑνὸς αὐτὰ δέξασθαι,
τὰ λοιπὰ κατὰ φύσιν ἔχοντα διαμένει. οὐ μόνον οὖν
τοῖς ἀπὸ κεφαλῆς κορυζώδεσιν, ἀλλὰ καὶ τοῖς τῶν ἀναπνευστικῶν
τὶ μορίων ἢ τῶν κατὰ νεφροὺς καὶ ἧπαρ ἢ κοιλίαν
ἀσθενὲς ἔχουσι φύσει, μᾶλλον ἐκεῖνο πάσχον εὕροις ἂν
ἢ τὸν σπλῆνα. τούτου δὲ ὄντος κοινοῦ καὶ καθόλου, προσθείη
ἄν τις ἴδιον τῶν νῦν λεγομένων, ἐφ’ ὧν ἀθροίζεται
φλεγματῶδες ὑγρὸν ἢ 428 λεπτὸν καὶ ὑδατῶδες, οἷοί
πέρ εἰσι καὶ οἱ ἀπὸ κεφαλῆς κορυζώδεις, τούτοις μὴ πάνυ
τι τοὺς παρὰ φύσιν ὄγκους ἐν σπληνὶ συνίστασθαι, παχέσι
καὶ μελαγχολικοῖς ἑπομένους χυμοῖς.
τὰ πρὸς τὸν νοσέοντα, τὰ πρὸς τοὺς παρεόντας καὶ τὰ
ἔξωθεν.
οἰκονομίην εἰπών. οὐ γὰρ ὡς ἐν τοῖς ἄλλοις σχεδὸν
ἅπασι συγγράμμασιν, ἤτοι διαγνώσεις παθῶν ἢ θεραπείας
ἢ προγνώσεις τῶν ἐσομένων ἔγραψεν, οὕτω καὶ νῦν. ἀλλ’
ὅπως ἄν τις ἐπιδεξίως, οἷς ἐμάθομεν ἰατρικοῖς θεωρήμασι
χρῷτο, διέρχεται κατὰ τὴν προκειμένην ῥῆσιν, οὐ κατὰ μέρος
ἐν αὐτοῖς, ἀλλὰ τὰ καθόλου κεφάλαια μόνον γράφων.
καὶ πρώτου γε μέμνηται κατὰ ταῦτα τῶν ἐρωτήσεων, ἃς ὁ
ἰατρὸς δηλονότι ποιεῖται πρὸς τὸν κάμνοντα, δευτέρου δὲ
τῶν διηγήσεων αὐτοῦ. πολλὰ γὰρ εἰώθασιν οἱ κάμνοντες
διηγεῖσθαι, δυνάμενα τὴν γνώμην ἐνδείξασθαι τοῦ λέγοντος.
ὡς εἴ γε μὴ πρότερον εἰδείημεν αὐτὸν ἐξ αὐτῶν ὧν ἂν
διηγήσατο, συνήσομεν, ὁποῖός τίς ἐστιν, οὕτως αὐτῷ προσφέρεσθαι.
φρόνιμον μὲν γὰρ εἰ γνωρίσαις εἶναι τόνδε τινὰ τὸν ἄνθρωπον, ἔτι τε μὴ δειλὸν, ἀληθεύειν πειραθήσῃ μηδὲν
ὑποστελλόμενον τῶν κατὰ τὴν νόσον ἐσομένων. ἄφρονα
δὲ καὶ δειλὸν ὧν ἂν εὐθυμότερος γένοιτο, πάντα ταῦτα
ἐρεῖν μετὰ τοῦ μηδὲν μέγα ψεύδεσθαι. κᾂν ἀναγκασθῇς
δὲ ποτε διὰ δειλίαν ἐσχάτην τοῦ κάμνοντος ἐπαγγείλασθαι
σωτηρίαν αὐτῷ βεβαίαν. ἀλλ’ ἐξελθών γε τοῖς κηδομένοις
αὐτοῦ τἀληθῆ φράζε. πειρῶ δὲ καὶ αὐτοῖς τοῖς κάμνουσι,
κᾂν ἄκρως εἰσὶ δειλοὶ, μὴ 472 καθάπερ οἱ προχείρως
ψευδόμενοι τὴν σωτηρίαν ἐπαγγέλλεσθαι χωρὶς τοῦ προσθεῖναί
σε τὴν ἀρχὴν ἔσεσθαι ταύτην, ἅπαντα πράττοντος
αὐτοῦ καλῶς καὶ πειθομένου τοῖς προστάγμασι τῶν ἰατρῶν.
οὕτω γὰρ οὔτ’ ἐκεῖνος ἀθυμήσει καὶ σὺ πολλάκις ἀληθεύσεις.
τὰ γὰρ πλεῖστα τῶν ἐπισφαλῶν νοσημάτων ἀνατρέπουσι
τοὺς κάμνοντας ἀπειθοῦντας τοῖς ἰατροῖς. ὡς ὀλίγα
πάνυ τὰ πάντως ἀναιρεθήσεται, ἐὰν μήθ’ ὁ ἰατρὸς ἁμαρτάνοι
μήθ’ ὁ νοσῶν μήθ’ οἱ ὑπηρέται, μήτ’ ἄλλο τι τῶν
ἔξωθεν ἐκ τύχης γένηται βλαβερόν. ὅσοι γὰρ ἐν σφαλεροῖς νοσήμασι πλέον ἢ προσῆκεν τοὺς κάμνοντας εὐθύμους
ποιοῦσι, πολλαπλασίαν αὐτοῖς ἀθροίζουσι δυσθυμίαν ἐν ταῖς
ἑξῆς ἡμέραις, ὅταν ἤτοι χεῖρον φαίνηται τὸ νόσημα γινόμενον
ἢ χρονίζῃ παρὰ τὴν ἐπαγγελίαν τῶν ἰατρῶν. ἀλλὰ
καὶ θαῤῥήσαντες, ὡς ἀκινδύνως νοσοῦντες οἱ πλείους τῶν
ἀνθρώπων, οὐ πάνυ κατήκοοι γίνονται τῶν ἰατρῶν. ἄμεινον
μὲν οὖν ἐπίστασθαι τὸ τοῦ κάμνοντος ἦθος, ἔμπροσθεν
ὅθ’ ὑγίαινε πεπειραμένον. εἰ δὲ νῦν αὐτῷ πρῶτον ἐτυγχάνομεν,
ἐξ ὧν διηγεῖται συνήσομεν ὁποῖός τίς ἐστιν. ἐφ’ ὧν
δὲ προγινώσκομεν, ἐξὸν μέν τι πρὸς τὴν νόσον 429 ἐξευρίσκειν.
εἰ γὰρ κόσμιος ὢν φύσει θρασέως ἀποκρίνεται
καὶ φρόνιμος ὢν ἄφρων φαίνεται κατὰ τὴν διήγησιν, ἔνδειξις
ἡμῖν ἐντεῦθεν ἔσται τοῦ βεβλάφθαι τὴν διάνοιαν αὐτῷ.
καθάπερ εἰ καὶ νήφων καὶ φρονιστὴς ἢ ἀγρυπνητικὸς εἴη
καὶ φύσει χαίρων τῷ διηγεῖσθαι μακρὰ, νωθρὸς φαίνοιτο
περὶ τὰς διηγήσεις ἢ τὰς ἀποκρίσεις, κᾀξ αὐτῆς δὲ τῆς
φωνῆς ἔνεστί τι τεκμήρασθαι περὶ τῆς νόσου. τινὲς μὲν
γὰρ μόγις φθέγγονται, τινὲς δὲ βραγχῶδες ἢ ὀξὺ περὶ τὸν τῆς νόσου καιρόν. ἔνιοι δὲ ψελλίζουσί τε καὶ τραυλίζουσιν,
ὧν ἕκαστον ὁποῖόν τι σημαίνει μεμάθηκας ἐν ἑτέροις. ἐκ
μὲν δὴ τῶν τοιούτων ὁ ἰατρὸς γνώσεταί τι περὶ τοῦ νοσοῦντος,
ὁποῖος τὴν γνώμην καὶ τὸ ἦθος, αὐτῆς δὲ τῆς
νόσου τίς θ’ ἡ ἰδέα. πάλιν δ’ αὐτὸς ἐπιδείξεται τῷ τε
κάμνοντι καὶ τοῖς ἀμφ’ αὐτὸν ὁποῖός τίς ἐστι τὴν τέχνην
ἐξ αὐτῶν τῶν ἔργων. καὶ ῥῖνα μὲν γὰρ ὠξυμμένην καὶ
ὀφθαλμοὺς κοίλους καὶ κροτάφους συμπεπτωκότας ἰδών τις
ἐν ὀξεῖ νοσήματι πυνθάνεται μή τις κένωσις αὐτῷ γέγονεν
ἢ ἀγρυπνία καὶ λύπη, μὴ σιτίων ἔνδεια καὶ κόπος ἰσχυρός.
εἰ δ’ ἀσύμπτωτον θεασάμενος, ἐρήσεται μή τις συνήθων
ἐκκρίσεων ἐπίσχεσις ἢ παρὰ τὸ ἔθος ἀργῶς καὶ πλησμονῆς
διηλήθη. δυνήσεται δὲ καὶ περὶ ψύξεως, ἐγκαύσεώς τε
καὶ οἰνοπόσεως πολλῆς, ὅσα τε ἄλλα τοιαῦτα πυνθάνεσθαι
κατὰ τρόπον, ὥστε ἐν αὐτῷ τούτῳ πρῶτον ἐπαινεθῆναι πρὸς
τῶν παρόντων. ἐὰν γὰρ τὰ προγεγονότα καὶ τὰ προγινωσκόμενα
τῷ τε κάμνοντι καὶ τοῖς ἀμφ’ αὐτὸν ὁ ἰατρὸς πυνθάνηται, θαυμάζουσιν εὐθέως αὐτὸν, ὥσπερ εἰ καί τινα
τῶν ἐναντίων τοῖς γεγονόσιν ἐρωτᾷ, καταγινώσκουσιν. ἀλλὰ
καὶ τῶν συμβεβηκότων τοῖς κάμνουσιν ἔνια, πρὶν ἀκοῦσαι
παρ’ αὐτῶν, ἐν μέσῳ σχήματι λέξεως, ἐρωτήσεώς τε καὶ
ἀποφάσεως, ἐὰν εἰπὼν ἐπιτύχῃ, θαυμάζεται. λέλεκται δ’
ἅπαντα ταῦθ’ ἡμῖν ἑτέρωθι καὶ νῦν, ὡς ἔφην, Ἱπποκράτους
αὐτὰ μόνα, τά τε πρῶτα κεφάλαια διερχομένου καὶ ἡμεῖς
κατά τινα πρώτην τομὴν αὐτὰ διήλθομεν. εἰ δὲ τὰ κατὰ
μέρος ἅπαντα λέγοιμι, τά τε εἰς τὸ προγνωστικὸν ὑπομνήματα
καὶ τὰ περὶ κρίσεων, ἐνταῦθα μεταφέρειν ἀναγκασθήσομαι.
τούτων δ’ ἔξωθέν ἐστιν εἰς τὴν οἰκονομίαν τε καὶ
χρῆσιν ὠφελοῦντα καὶ τῶν ὑφ’ Ἡροδότου γραφέντων ἔνια
κατὰ τὸ βιβλίον ὃ ἐπέγραψεν αὐτὸς ἰατρόν. εἴρηται δὲ
καὶ πρὸς ἡμῖν ἐν οἷς καὶ περὶ τοῦ προγινώσκειν διερχόμεθα.
ἀναλαβόντες οὖν αὖθις ἐξ ἀρχῆς τὰ κεφάλαια τοῦ
λόγου μεταβῶμεν ἐπί τι τῶν ἐξ ἀρχῆς γεγραμμένων. ὥσπερ
ἐν τῷ βίῳ τὸ κτᾶσθαι τὰ προσήκοντα πάντα, λέγω δὲ ἐσθῆτα καὶ σκεύη καὶ οἰκέτας, ὑποζύγιά τε καὶ ἄλλα θρέμματα
καὶ οἰκείας καὶ σῖτον καὶ χέδροπα καὶ τραγήματα καὶ
οἶνον καὶ ἔλαιον, ὅσα ἄλλα τοιαῦτα, διαφέρει πάμπολυ τοῦ
χρῆσθαι τούτοις προσηκόντως, ὅπερ ὀνομάζουσιν οἰκονομίαν.
οὕτω καὶ κατὰ τὴν ἰατρικὴν οὐ ταὐτὸν ἐστι τὸ μαθεῖν τὴν
τέχνην τῷ χρήσασθαι προσηκόντως οἷς ἔμαθέ τις, ἐπιστάμενος
ἐν καιρῷ μὲν αὐτὸς ἐρωτήσειν καὶ εἰπεῖν, ἐν καιρῷ
δ’ ἀκοῦσαί τι τοῦ κάμνοντος ἢ τῶν οἰκείων αὐτοῦ διαλεχθῆναί
τε αὐτοῖς, ὅπως εἰς τὴν ὑπηρεσίαν ὡς χρησιμώτατοι
γίνονται, προνοήσασθαί τε τῶν ἔξωθεν, ἃ παρορᾶται
τοῖς ἰατροῖς καὶ τοῖς οἰκείοις τοῦ κάμνοντος. ὧν μάλιστα
χρήσιμα τὰ περὶ τὰς κατακλίσεις εἰσὶν ἢ τῶν οἰκιῶν
ὅλην μοχθηρῶν οὐσῶν ἢ τῶν οἴκων ἐν οἷς οἱ νοσοῦντες
κατάκεινται δι’ ὀσμὴν μοχθηρὰν ἢ ἀέρα θερμὸν ἢ ψυχρὸν
ἰσχυρῶς ἢ εὐρῶτος πλήρη. καὶ περὶ 430 τῆς ἐνοχλήσεως
δὲ τῆς ἐκ τῶν γειτνιώντων ἢ τῆς τῶν παρόντων κατὰ τὰς
δημοσίας ὁδοὺς προνοήσασθαι χρὴ τὸν ἰατρὸν, διαλεχθῆναι
δὲ περὶ τούτων ἁπάντων τοῖς οἰκείοις τε καὶ φίλοις νοσοῦντος. αὕτη γάρ ἐστι καὶ τοιαύτη τις ἡ περὶ τοὺς
κάμνοντας οἰκονομία.
διὰ τοῦτο καὶ ἔξω αἱ φλέβες καὶ χολωδέστεροι μᾶλλον.
συνέχον μάλιστα τὸν ὅλον λόγον. οὐ γὰρ σύγγραμμά ἐστι
τὸ βιβλίον τοῦτο πρὸς ἔκδοσιν γεγονὸς, ἀλλὰ παρασκευαί
τινες ἢ ὑποτυπώσεις ὁποίας ἑαυτοῖς εἰώθαμεν ποιεῖσθαι,
ὡς εἴ γε σύγγραμμα ἦν, οὕτως ἂν ἀρχόμενος ὡς ἐν τοῖς
ἀφορισμοῖς ἔγραψε, προσέθηκε τὰ ἐφεξῆς, τὸν ὅλον λόγον
ποιησάμενος τοιοῦτον. ἔμβρυα τὰ μὲν ἄῤῥενα ἐν τοῖσι δεξιοῖσι
μέρεσι τῆς μήτρας μᾶλλον εὑρίσκεται συνιστάμενα,
τὰ δὲ θήλεα κατὰ τὸν ἕτερον κόλπον αὐτῆς τὸν ἀριστερόν.
εἰκός γάρ ἐστιν ἐν τῷ θερμοτέρῳ μέρει τῆς μήτρας τὸ
θερμότερον συνίστασθαι, θερμότερον δέ ἐστι τὸ ἄῤῥεν, ὡς δηλοῖ καὶ τὸ τῶν φλεβῶν μέγεθος ἐν αὐτῷ καὶ ἡ χρόα.
μελάντεροι γὰρ τοὐπίπαν οἱ ἄνδρες τῶν γυναικῶν. οὕτω
μὲν εἰ σύγγραμμα ἔγραφεν ὁ Ἱπποκράτης, ὁμοίως τῷ περὶ
ἀγμῶν καὶ ἄρθρων καὶ προγνωστικῷ καὶ τοῖς ἄλλοις τοῖς
τοιούτοις ἐπεποίητο τὴν ἑρμηνείαν. ἐπεὶ δ’, ὡς ἔφην, ἑαυτῷ
μόνῳ ταῦτα ὑπετυπώσατο, διὰ τοῦτο περιλέλειπται τὸ
κεφάλαιον τοῦ λόγου, μὴ δηλώσαντος αὐτοῦ περὶ τῶν κατὰ
τὴν κύησιν ἀῤῥένων λέγεται ταῦτα. τὸ μέντοι ἄῤῥεν ἐν τῷ
δεξιῷ μέρει τῆς μήτρας κυίσκεσθαι καὶ ἄλλοι τῶν παλαιοτάτων
ἀνδρῶν εἰρήκασιν. ὁ μὲν γὰρ Παρμενίδης οὕτως
ἔφη, δεξιτεροῖσι μὲν κούρους, λαιοῖσι δ’ αὖ κούρας. ὁ δ’
Ἐμπεδοκλῆς οὕτως·
μᾶλλον. ὅτι δὲ ἀληθὲς ἡ περὶ τῆς κράσεως τοῦ ἄῤῥενος ὡς
θερμοτέρου δόξα, τελέως ὁ λόγος ἐν τοῖς περὶ κράσεως ὑπομνήμασιν
ἐξείργασται. νυνὶ δ’ ὡς πολλάκις εἶπον, οὐκ ἀποδεικνύναι τὰ δόγματα πρόκειται τὰ Ἱπποκράτεια, ὅτι μὴ
πάρεργον, ἀλλὰ τὴν λέξιν ἐξηγεῖσθαι. καὶ ταύτην οὖν τινες
τῶν νεωτέρων ἐξηγητῶν ἐτόλμησαν μεταγράφειν 473 τὸ
στερεωτέρων καὶ ποιῆσαι στερεώτεροι. δοκεῖ γὰρ αὐτοῖς
ἄλογον εἶναι τὸ δεξιὸν μέρος τῆς μήτρας ὥσπερ θερμότερον,
οὕτω καὶ στερεώτερον λέγεσθαι. φαίνεται γὰρ ὁμοίως ἔχον
ὅσον ἐπὶ στερεότητι καὶ διὰ τοῦτο χρῆναι γράφειν φασὶν,
ὅτι θερμοτέροις στερεώτερον ἐν τοῖσι δεξιοῖσι καὶ μέλανες
διὰ τοῦτο, δηλούσης τῆς λέξεως ἐν τῷ θερμοτέρῳ τῆς μήτρας
μέρει κυΐσκεσθαι στερεώτερον, ἐν ἴσῳ τῷ ἰσχυρότερον
καὶ εὐρωστότερον, ἐπειδὴ καὶ θερμότερόν ἐστι φύσει. περὶ
δὲ τῆς ἀληθείας τοῦ δόγματος οὐ νῦν ὡς ἔφην εἶναι λέγειν
καιρός. ἐπεὶ δ’ ἔνιοι πρὸς τοὺς εἰπόντας ἅπαντα δεξιὰ
μέρη τῶν ἀριστερῶν εἶναι θερμότερα καὶ ἰσχυρότερα διὰ
τὴν τοῦ ἥπατος θέσιν, ἀντιλέγοντες ἔφασαν, 431 ἀλλ’
ἔκ τε τῶν ἀριστερῶν ἡ καρδία κεῖται καὶ φαίνεται μήθ’ ὁ
δεξιὸς ὀφθαλμὸς τοῦ ἀριστεροῦ μᾶλλον βλέπων μήτε τὸ οὖς
ἀκοῦον ἢ τὸ σκέλος βαδίζον, ἀλλ’ ἐπὶ τῆς χειρὸς μόνης τὸ τοιοῦτον δοκεῖ πιθανὸν εἶναι, διὰ τοῦτο ὀλίγα πρὸς αὐτοὺς
εἰρήσεται. μεγίστη γὰρ ἀπόδειξις τοῦ τὰ πλεῖστα τῶν ἀῤῥένων
ἐν τοῖς δεξιοῖς μέρεσι κυΐσκεσθαι τὸ ἐκ τῆς ἀνατομῆς
τῶν ζώων φαινόμενον. δύο γοῦν ἐχούσης κόλπους τῆς
μήτρας συναπτομένους, κατὰ τὸν αὐχένα κοινὸν ἀμφοῖν ὄντα,
τὰ μὲν ἄῤῥενα τοὐπίπαν ἐν τῷ δεξιῷ φαίνεσθαι κυϊσκόμενα,
τὰ θήλεα δ’ ἐν θατέρῳ, κάλλιον ἦν τούτου φαινομένου ζητῆσαι
τὴν αἰτίαν, οὐκ ἀνατρέπειν πειρᾶσθαι τὸ ἀληθὲς,
ἀγνοίᾳ τῆς αἰτίας. ἀλλ’ ὑμεῖς γε καὶ τὴν αἰτίαν ἐν ταῖς
ἀνατομικαῖς ἐγχειρήσεσιν ἐμάθετε, θεασάμενοι πρὸς μὲν
τὸ δεξιὸν μέρος τῆς μήτρας, μετὰ τὸ καθαρθῆναι τὸ αἷμα,
κατὰ τοὺς νεφροὺς ἀφικνούμενον, εἰς δὲ τὸ ἀριστερὸν
ἀκάθαρτόν ἐστι καὶ ὀῤῥῶδες. ἐθεάσασθε δὲ καὶ τὴν καρδίαν
ἐν τῷ μέσῳ τοῦ θώρακος κειμένην, οὐκ ἐν τοῖς ἀριστεροῖς.
οἰηθῆναι δέ τινας ἐνταῦθα κεῖσθαι μᾶλλον αὐτὴν
εἰκός ἐστιν ἐκ τοῦ διασημαίνειν τὸν σφυγμὸν κατὰ τοῦτο
τὸ μέρος, ὡς ἂν τῆς ἀριστερᾶς ἐν αὐτῇ κοιλίας σφυζούσης.
αὔξεται καὶ ἐπὶ πλείω χρόνον.
διὰ τὴν ἀσάφειαν ἄλλων ἄλλως αὐτὰς ῥυθμιζόντων,
ὡς ἂν ἑκάστῳ δόξῃ τὸ τῆς ἐξηγήσεως ἔσεσθαι πιθανόν. ἀλλ’
ἐγὼ τὰς παλαιὰς γραφὰς προαιροῦμαι, κᾂν ἀπίθανοι δοκῶσιν
εἶναι καὶ μείζονα τὴν ἀπορίαν ἔχοιεν. δι’ αὐτὸ γὰρ
πιστεύοι ἄν τις αὐτὰς οὕτως εἰρῆσθαι. διότι καίτοι γ’
ἀπορίας οὔσης περὶ τὴν ἐξήγησιν, ὅμως οἱ παλαιότατοι τῶν
ἐξηγητῶν ἐν ταύταις ὁμολογοῦσιν. εἰ δέ γ’ ἐτόλμων αὐτὰς
μεταγράφειν, εἰς εὐπορωτέραν ἂν ὑπήλλαττον λέξιν ὥστε
πιθανὴν γενέσθαι τὴν ἐξήγησιν. εἰ τοίνυν τῆς προκειμένης
ῥήσεως οὕτως νῦν γεγραμμένης ἐν τοῖς παλαιοῖς ἀντιγράφοις.
εἰδότων δὲ καὶ τῶν παλαιῶν ἐξηγητῶν οὕτως αὐτὴν ἔχουσαν
ἐξεῖλον οἱ πλεῖστοι τῶν νεωτέρων τὸ ἐμολύνθη. τινὲς
δὲ καὶ τῷ κινηθὲν προσέθηκαν τὸ βραδύτερον, ὡς γενέσθαι τὴν λέξιν τοιαύτην, συνεκρίθη, συνέστη ὀξύτερον, κινηθὲν
βραδύτερον αὔξεται. τινὲς δὲ τὸ καὶ διὰ τοῦτο προὔταξαν
τῆς λέξεως ὡς γενέσθαι τοιάνδε. καὶ διὰ τοῦτο συνεκρίθη,
συνέστη. τό γε μὴν τῆς διανοίας οὐ μέγα παραλλάττοι
κατὰ πάσας τὰς γραφὰς, βούλονται γὰρ οἱ ἐξηγηταὶ συγκριθῆναι
καὶ συστῆναι διὰ τοῦτο θᾶττον τὸ ἄῤῥεν τοῦ θήλεος,
ὅτι θερμότερόν ἐστι, καὶ κινηθῆναι δὲ θᾶττον αὐτὸ διὰ
τοῦτό φασιν. καὶ μέντοι καὶ ὡμολόγηται σχεδὸν ἅπασι τοῖς
ἰατροῖς οὐ μόνον διαπλάττεσθαι θᾶττον, ἀλλὰ καὶ κινεῖσθαι
τὸ ἄῤῥεν τοῦ θήλεος. εἴρηται δὲ περὶ τούτων σαφῶς
κᾀν τῷ περὶ φύσεως παιδίου, ὥσπερ γε καὶ παρὰ Διοκλεῖ
κατὰ τὰ περὶ γυναικείων συγγράμματα. Ῥοῦφος δέ φησι
Διογένη τὸν Ἀπολλωνιάτην μόνον ἐναντίως ἀποφήνασθαι
κατὰ τὸ περὶ φύσεως 432 δεύτερον· ἐγὼ δὲ οὐκ ἐνέτυχον
τῷ βιβλίῳ. μαρτυρεῖταί γε μὴν καὶ πρὸς αὐτῶν τῶν κυουσῶν
καὶ θᾶττον ἀρχόγενα κινεῖσθαι καὶ πλείονας καὶ σφοδροτέρας
κινήσεις φαίνεσθαι κινούμενα τὰ ἄῤῥενα. λέγεται
δ’ ἐν τῇ προκειμένῃ ῥήσει, ὅτι μὲν θᾶττον ἐκινήθη τε καὶ συνέστη, τουτέστιν ἐπάγη τε καὶ ἐστερεώθη. μετὰ ταῦτα
δ’ αὔξεται βραδύτερον τοῦ θήλεος τὸ ἄῤῥεν, αὔξησιν δὲ
πότερον ἢ ἣν κινούμενον ἴσχει μόνην ἢ τὴν ἐφεξῆς λέγει
νῦν ἄδηλον. ἀληθὲς δέ ἐστιν ὅτι καὶ μετὰ τὴν ἀποκύησιν
αὔξεται τό τε θῆλυ θᾶττον καὶ ἵσταται πρότερα τὰ τῆς
αὐξήσεως αὐτῷ. τοῦ μὲν αὔξεσθαι θᾶττον μαλακότης αἰτία
τοῦ σώματος. ῥᾷον γὰρ ἐπιδίδωσι διατεινόμενα τὰ
τοιαῦτα σώματα πρὸς τὰς τρεῖς διαστάσεις, μῆκος, βάθος
καὶ πλάτος. ἵστασθαι δὲ καὶ παύεσθαι τὴν αὔξησιν αὐτοῖς
προτέροις τῶν ἀῤῥένων, οὐκέτι διὰ τὴν μαλακότητα τοῦ
σώματος, ἀλλὰ διὰ τὴν ἀσθένειαν ὑπάρχει. δύναμις γὰρ
ἐστιν ἐν τοῖς ζώοις φυσικὴ, τὴν αὔξησιν αὐτῶν ἐργαζομένη,
δι’ ἣν ἀῤῥωστοτέρα μὲν οὖσα ἐπὶ πλέον αὔξεται, θᾶττον
δὲ παύεται τῆς αὐξήσεως, ἀσθενοῦς ὑπαρχούσης. εἴπερ
οὖν ὁ Ἱπποκράτης αὐτὸς ἔγραψε τὸ ἐμωλύνθη, τοιοῦτον ἂν
φαίνοιτο σημαίνειν, οἷον κᾀν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν, ἔνθα φησίν· ἀριστερὸν παρ’ οὖς οἴδημα, τῇ δ’ ὑστεραίῃ
καὶ δεξιόν. ἧσσον δὲ τοῦτο καὶ συνελειαίνετο ταῦτα καὶ
ἐμωλύνθη καὶ οὐκ ἀπεπυήσατο. τὸ γὰρ τῆς ὀξείας κινήσεως
καὶ μεταβολῆς παυσάμενον καὶ ἀποψυχθὲν οὕτως
ὠνόμασεν.
θερμότερόν ἐστι τὸ χωρίον τῷ ζώῳ.
καὶ ἐναιμότερον γενέσθαι, διότι καὶ τὸ χωρίον ἐν
ᾧ κυΐσκεται τοιοῦτον ὑπάρχει. λέγει δὲ δηλονότι τὸν δεξιὸν
κόλπον τῆς μήτρας, καὶ ταύτην τὴν ῥῆσιν ἄλλος ἄλλως γράφει.
πάντες μέντοι τὴν αὐτὴν διάνοιαν φυλάττουσι, διότι
καὶ τὸ λίαν ἀκριβῶς ζητεῖν ὁποία τίς ἐστιν ἡ ὄντως Ἱπποκράτους
λέξις περιττόν. ἄμεινον γὰρ οὐ τοῦτο σκοπεῖν,
ἀλλ’ εἰ τὸ λεγόμενον ἀληθές. ἡ δ’ ἀλήθεια διὰ τῶν ἀνατομῶν, ὡς ἔφην, εὑρίσκεται, τῶν ἀῤῥένων τοὐπίπαν ἐν τῷ
δεξιῷ κόλπῳ τῆς μήτρας κυϊσκομένων. εἴρηται δὲ καὶ ἡ
αἰτία τοῦ θερμότερον εἶναι τοῦτο καὶ αὐτὴ διὰ τῆς ἀνατομῆς
ἐγνωσμένη.
In Hippocratis Epidemiarum I. Galen. ed. Karl Gottlob Kühn. Leipzig. 1828.
Funding provided by Andrew W. Mellon Foundation.