τοῦ λευκοχρωτέρου τρόπου καὶ οὐχ αἱμοῤῥαγέουσι ῥῖνες ἢ
σμικρὰ αἱμοῤῥαγέουσι.
ἐξέρυθρα κατὰ τὰς νόσους, εἶναί τε φύσει τοῦ λευκοχρωτέρου
τρόπου. ἐν γὰρ τοῖς πολλοῖς τῶν μελλόντων ἀπόστασίν
τινα ἕξειν, ἐν νοσήμασι περιεστηκῶς χρονίζουσι, διαμένει
τὸ πρόσωπον ἐρυθριῶν καὶ μάλισθ’ ὅταν ἡ ἀπόσκηψις
ἔσεσθαι μέλλοι πρὸς τὰ ὦτα. τίσι δὲ φαίνεται τῶν οὕτως
ἐχόντων τὸ πρόσωπον ἐξέρυθρον, ἐδήλωσεν εἰπὼν εἶναι τοὺς
τοιούτους ἀνθρώπους τοῦ λευκοτέρου τρόπου. τοῖς γὰρ μελαντέροις
φύσει, κᾂν πλεονάσῃ ποτὲ αἷμα κατὰ τὸ πρόσωπον
οὐ διασημαίνει σαφῶς. ἐν δὲ τοῖς λευκοῖς σώμασι
κᾀπὶ τῶν ἐκτὸς ὅταν βραχύ τι παρεμπέσοι χρόας ἑτερογενοῦς,
εὐθέως εὔδηλον γίνεται. τοῦτο μὲν οὖν αὐτῷ παρέγκειται,
τὸ δὲ λόγου συνεχὲς ἔστι τοιόνδε, τούτοις ἐξέρυθρον
ἔχουσι τὸ 407 πρόσωπον, ὅταν περιεστηκὸς χρονίζῃ
τὸ νόσημα, δι’ ἀποστάσεων ἐλπιζέτω κρίσιν γενέσθαι, πλὴν
εἰ φθάσειεν αἱμοῤῥαγία διὰ ῥινῶν γενομένη, κενῶσαι τὸ
μέλλον κατασκῆψαι 463 εἴς τι τῶν ἄρθρων περιττὸν
αἷμα. ὅσοι δ’ οὕτως ἔχοντες ὡς εἶπον ἢ οὐδὲν ὅλως αἱμοῤῥαγοῦσιν ἢ σμικρὰ καὶ οὐκ ἄξια τῆς ὑπερβολῆς τοῦ νοσήματος
οὕτως τὰς ἀποστάσεις ἴσχουσι.
In Hippocratis Epidemiarum I. Galen. ed. Karl Gottlob Kühn. Leipzig. 1828.
Funding provided by Andrew W. Mellon Foundation.