χρηστὸν, ἀκόντων δὲ παραῤῥέοντα κακόν.
καὶ ἐν τοῖς ἀφορισμοῖς. ἀλλὰ τελεώτερον ἐν τῷ
πρώτῳ τῶν ἐπιδημιῶν, ἔνθα φησὶν, ὁκόσοισιν ἐν πυρετοῖς
ὀξέσι, μᾶλλον δὲ καυσώδεσιν, ἀέκουσι δάκρυα παραῤῥεῖ, τούτοισιν
ἀπὸ ῥινῶν αἱμοῤῥαγίην προσδέχεσθαι, ἢν μήτ’ ἄλλο
ὀλεθρίως ἔχωσιν. ἐπὶ τοῖσι δὲ φλαύρως ἔχουσιν οὐχ αἱμοῤῥαγίην,
ἀλλὰ θάνατον σημαίνει. καὶ ἡμεῖς ἐξηγησάμεθα
τὴν ῥῆσιν ἐν τοῖς εἰς ἐκεῖνο τὸ βιβλίον ὑπομνήμασιν.
In Hippocratis Epidemiarum I. Galen. ed. Karl Gottlob Kühn. Leipzig. 1828.
Funding provided by Andrew W. Mellon Foundation.