ἐπιφαίνεται.
πολλάκις ἤδη μεμαθήκαμεν. ἐπὶ δὲ τῶν νηπίων, ὑπὲρ ὧν
διαλέγεται τὴν ἀρχὴν, οὐδὲ ἐπιφαίνεται τὸ αἷμα πλὴν εἴ
που σπανίως. διὸ καὶ προσέθηκεν αὐτὸς, μᾶλλον δὲ τοῖσι
τελειοτέροισιν ἐπιφαίνεται, τουτέστι τοῖς ἐπὶ πλέον ηὐξημένοις.
τίνα δ’ ἔτι πάθη τὰ δι’ ὧν εἶπεν ἀποστάσεών τε
καὶ αἱμοῤῥαγιῶν καὶ ἑλκυδρίων κρινόμενα τοῖς νηπίοις, οὐ
πάνυ σαφῶς ἐδήλωσεν. ἡ γὰρ ἀρχὴ τῆς ῥήσεως ἦν, νηπίοισι
453 βηχίον σὺν 380 γαστρὸς ταραχῇ καὶ
πυρετῷ συνεχεῖ. δύναται δὲ καὶ τῶν κατὰ τὸ πλευρόν τε
καὶ πνεύμονα καὶ τῶν καθ’ ἧπάρ τε καὶ γαστέρα δι’ ὧν
εἶπε συμπτωμάτων δηλοῦσθαι.
In Hippocratis Epidemiarum I. Galen. ed. Karl Gottlob Kühn. Leipzig. 1828.
Funding provided by Andrew W. Mellon Foundation.