πρὸ τοῦ ἦρος, μετὰ τὰ γενόμενα ψύχεα καὶ πλεῖστοι τηνικαῦτα διενόσησαν, ὀξέα δὲ τούτοις καὶ θανατώδεα
ξυνέπιπτε.
κράσεως σηπεδόνα τῶν χυμῶν εὔλογον ἦν ὑπὸ τοῦ γενομένου
κρύους ἐπὶ τῇ τελευτῇ τοῦ χειμῶνος εἰς τὸ βάθος
ὠσθεῖσαν ἐργάζεσθαι νοσήματα παραπλήσια τοῖς ἐρυσιπέλασιν.
ἄλλε τε οὖν τινὰ τούτου γενόμενα τοῦ γένους διηγήσεται
καὶ ταῦτα τῇ τάξει 271 πρῶτα μετὰ τὸ ἐρυσίπελας
ἤδη γράφει. ταῦτα δ’ ἦν καυσώδη τε καὶ φρενιτικὰ,
κοινὴν μὲν ἔχοντα τὴν αἰτίαν, διαφέροντα δὲ τοῖς πάσχουσι
τόποις. οἷς μὲν γὰρ εἰς τὰ περὶ τὸ ἧπάρ τε καὶ τὴν γαστέρα
χωρία καὶ μάλιστ’ αὐτῆς τὸ στόμα κατέσκηψεν ἡ
κακοχυμία΄, τούτοις τὰ καυσώδη νοσήματα συνέπεσεν, οἷς δ’
ἐπὶ τὸν ἐγκέφαλον ἠνέχθη, τὰ φρενιτικά.
In Hippocratis Epidemiarum I. Galen. ed. Karl Gottlob Kühn. Leipzig. 1828.
Funding provided by Andrew W. Mellon Foundation.