ΙΠΠΟΚΡΑΤΟΥΣ ΕΠΙΔΗΜΙΩΝ Γ.
ΚΑΙ ΓΑΛΗΝΟΥ ΕΙΣ ΑΥΤΟ ΥΠΟΜΝΗΜΑ
Γ.
Ἱπποκράτους, ὅσα πρὸς τὴν ἐξήγησιν ὧν ἐρεῖν μέλλει χρήσιμά
ἐστιν, ἐν τοῖς ἔμπροσθεν ὑφ’ ἡμῶν ἐξειργασμένα, διὰ
κεφαλαίων ὑπομνήσας, οὕτως ἐπὶ τὰς ῥήσεις αὐτοῦ παραγενήσομαι.
πρῶτον μὲν ὅτι 255 κατάστασιν οὐ μόνην
τὴν παρὰ φύσιν ἐν τῷ περιέχοντι κρᾶσιν, ἀλλὰ καὶ πᾶσαν
ἰδέαν ἅπαντος πράγματος οὕτως εἴωθεν ὀνομάζειν ἀναμνησθῶμεν·
ἔπειτα δὲ ὅτι τις ᾖ κατὰ φύσιν ἑκάστῃ τοῦ ἐνιαυτοῦ ὥρᾳ κρᾶσις· εἶθ’ ὅτι διὰ τὴν εἰς τὸ παρὰ φύσιν ἐκτροπὴν
αὐτῶν ἐν τοῖς σώμασιν ἡμῶν γίνεται τὰ νοσήματα·
σὺν τούτοις δὲ ἀναμνησθῶμεν ὧν ἐν τοῖς ἀφορισμοῖς ἔγραψεν
αὐτὸς, λέγων ὧδε· τῶν δὲ καταστάσεων τοῦ ἐνιαυτοῦ
τὸ μὲν ὅλον οἱ αὐχμοὶ τῶν ἐπομβρίων ὑγιεινότεροι καὶ ἧσσον
θανατώδεες. νοσήματα δὲ ἐν τῇσιν ἐπομβρίῃσιν ὡς τὰ
πολλὰ γίνεται, πυρετοί τε μακροὶ καὶ κοιλίης ῥύσιες καὶ
σηπεδόνες. ἀναμνησθῶμέν γε καὶ ὧν εἰς τὴν ἀρχὴν τοῦ
δευτέρου τῶν ἐπιδημιῶν ἐξηγούμενος ἔγραψα. μεμνημένος
δέ τις ὧν εἶπον ἀναγνοὺς ἐπιμελῶς αὐτὰ πρὸς τὴν τῶν
νῦν προκειμένων ἐξήγησιν ἀφικνείσθω.
τρεῖς, ἐνταῦθά γε μίαν ταύτην ἡμῖν ἐξηγεῖσθαι πρόκειται.
καὶ μέντοι κᾀν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν εἰσί τινες ἄλλαι γεγραμμέναι. ἀλλ’ οὐ δοκεῖ πρὸς ἔκδοσιν ἐκεῖνο καθάπερ
τὸ πρῶτόν τε καὶ τὸ τρίτον αὐτῷ πεποιῆσθαι. οὐ
μὴν οὐδὲ προγέγραπται τῆς διηγήσεως τῶν γενομένων εὐθέως
ἐν ἀρχῇ τὸ κατάστασις ἐν ἐκείνοις τοῖς βιβλίοις, ἀλλ’
ἄντικρυς διηγήσεως ἄρχεται τῶν ἱστορισμάτων αὐτὸ, κατά
τε τὰ γενόμενα νοσήματα καὶ τὴν τοῦ περιέχοντος κρᾶσιν.
ἐν Θάσῳ γοῦν, φησὶ, φθινοπώρου, περὶ ἰσημερίην καὶ ὑπὸ
Πληϊάδας ὕδατα πολλὰ, ξυνεχέα μαλθακῶς ἐν νοτίοισιν,
ἀνάλογόν γε καὶ τῶν ἑξῆς δυοῖν καταστάσεων ἤρξατο. κατὰ
δὲ τὴν νῦν προκειμένην αὐτὸ μὲν τὸ τῆς καταστάσεως
ὄνομα σχεδὸν ἐν ἅπασι τοῖς ἀντιγράφοις, οὐ μὴν ἔν τινί
γε χώρᾳ ταῦτ’ ἐγένετο δηλοῦται. κοινοῦ γάρ τινος ἔθνεσι
πολλοῖς γενομένου λοιμοῦ τὴν διήγησιν ἐν τῷδε ποιεῖται. ἐν
μὲν τοῖς κατὰ Διοσκορίδην ἀντιγράφοις οὐ μόνον οὕτως
ἁπλῶς γέγραπται κατάστασις, ἀλλὰ πρόσκειται τὸ θερμὴ
καὶ ὑγρὰ κατὰ τὸ μέσον τῆς σελίδος ὅλου τοῦ γεγραμμένου,
καθάπερ ἐν τοῖς ἄλλοις ἀντιγράφοις μόνου τοῦ κατάστασις. εὕροις δ’ ἄν τινα μηδ’ ἐν τῷ μέσῳ τὸ πρόγραμμα τοῦτο
ἔχοντα, καθάπερ ἔν τισι μηδ’ ὅλως, ἐξ ὧν ὑπονοήσειεν ἄν
τις οὐκ αὐτὸν Ἱπποκράτην προγεγραφέναι τὸ κατάστασις,
ἀλλ’ ἴσως ἐκείνους, ὅσοι καὶ τοὺς χαρακτῆρας ἐπὶ τῷ τέλει
τῶν κατὰ τοὺς ἀῤῥώστους διηγήσεως ἔγραψαν. ἀλλὰ ταῦτα
μὲν ὅπως ἂν ἔχῃ, βλάβην ἢ ὠφέλειαν οὐδεμίαν 256
εἰς πρόγνωσιν ἢ θεραπείαν φέρει. τρεπώμεθα δ’ ἐπὶ τὴν
ἐξήγησιν ἐκείνων, ἐν οἷς ὠφέλειά τίς ἐστιν. ἔτος νότιον,
ἔπομβρον, ἄπνοια διὰ τέλεος. ὁμοία τῇδε τῇ καταστάσει
καὶ ἡ ἐν ἀρχῇ τοῦ δευτέρου τῶν ἐπιδημιῶν ἐστι, κατὰ
τήνδε τὴν τάξιν εἰρημένη. ἄνθρακες ἐν Κρανῶνι θερινοὶ,
ὗεν ἐν καύμασιν ὕδατι λάβρῳ διόλου, ἐγίνετο μᾶλλον νότῳ.
διαφέρουσι δ’ ἀλλήλων αἱ καταστάσεις, ὅτι τε δι’ ὅλου τοῦ
ἔτους ἐνταῦθά φησι γεγονέναι τοῦ περιέχοντος ἡμᾶς ἀέρος
κρᾶσιν, ἐν δὲ τῷ δευτέρῳ κατὰ τὸ θέρος μόνον· ὅτι τε
προσέγραψε νῦν, ἄπνοια διὰ τέλεος, ὅπερ οὐ προσέγραψεν
ἐκεῖ. λογίσαιτο δ’ ἄν τις ἐκ τοῦ προσγράψαι κατ’ ἐκεῖνο τὸ βιβλίον, ἐγίνοντο μᾶλλον νότῳ, τοιοῦτόν τι δηλοῦσθαι.
καὶ γὰρ οὖν κᾀνταῦθα νότιόν τε ἅμα καὶ ἄπνουν
ἔφη γεγονέναι ὅλον τὸ ἔτος, ὡς δυνατόν ἐστιν ἄπνουν τε
ἅμα καὶ βόρειον εἶναί τε καὶ λέγεσθαι τὸ ὅλον ἔτος, οὕτως
ἡμῶν ἀκουόντων, διορισθήσεται γὰρ ὀλίγον ὕστερον τοῦτο.
ἀναμνησθῶμεν δ’ ὅτι πολλὰς ἐν τῷ περιέχοντι κράσεις
ἑοράκαμεν ἠρεμίαν καὶ νηνεμίαν ἐχούσας, οὐ μὴν ὁμοίως
ἀλλήλαις, ἀλλὰ τὴν μέν τινα μαλακήν τε καὶ ὑγρὰν, τὴν δὲ
ξηράν τε καί τι κρύους ἔχουσαν. αὕτη μὲν οὖν ἀκριβῶς
αἴθριός ἐστιν, ἡ μαλακὴ δ’ ὁμιχλώδη τε ἔχει καὶ θολερὰν
κατάστασιν καὶ νότιον, ἔσθ’ ὅτε καὶ νεφελῶν οὖσαν πλήρη,
ἡ δ’ ἐναντία αὐτῇ βόρειος καὶ ὅτι μάλιστα μηδεμία φαίνοιτο
κατὰ τὸν ἀέρα κίνησις, ἀλλ’ ἀκριβῶς εἴη τὸ καλούμενον
νήνεμον. τὸν αὐτὸν γὰρ τρόπον ἔοικεν ἔχειν τὰ κατὰ τὸν
ἀέρα τοῖς κατὰ θάλατταν. ὡς οὖν ἐν ἐκείνῃ διὰ παντὸς
μέν ἐστι ῥεῦμα κατὰ τὸ βάθος μεῖζον ἢ μεῖον, οὐ φαίνεται
δ’ ἐνίοτε σαφῶς διὰ σμικρότητα, πλὴν εἰ στενὸν εἴη τὸ δεχόμενον αὐτὴν χωρίον, ὡς ἐν Χαλκίδι τε τῆς Εὐβοίας
καὶ Μεσσήνῃ τῆς Σικελίας φαίνεται, κατὰ τὸν αὐτὸν λόγον
ἐν τῷ περιέχοντι παντελὴς μὲν ἀκινησία καὶ στάσις ἔοικεν
οὐδέποτε γίνεσθαι, λανθάνει δ’ ἐνίοτε διὰ σμικρότητα. καὶ
νέφη δ’ ὁρῶμεν ἐν ταῖς τοιαύταις ἀπνοίαις πολλάκις ἑστάναι
μὲν δοκοῦντα, κινούμενα δὲ κατ’ ἀλήθειαν. ὁρᾶται
οὖν ὀλίγον ὕστερον ἐν ἑτέρᾳ χώρᾳ τοῦ περιέχοντος, ὅπερ
οὐκ ἂν αὐτοῖς ἐγένετο μηδ’ ὅλως κινουμένοις. τοιαύτην
οὖν τινα καὶ νῦν ἡγεῖσθαι χρὴ κατάστασιν ἐν ὅλῳ τῷ ἔτει
γεγονέναι, τοσούτῳ διαφέρουσαν τῆς ἐν Κρανῶνι κατὰ τὸ
δεύτερον βιβλίον εἰρημένης, ὅσῳ καὶ χρονιωτέρα. τό γε
μὴν ἐν ἀμφοτέραις ταῖς καταστάσεσι κοινὸν πάθος σηπεδών
ἐστι, κοινὴν ἔχουσα καὶ τὴν αἰτίαν, ὑγρότητα σὺν ἀπνοίᾳ.
φαίνεται δὲ ἐξ ὕλης μὲν ὑγρᾶς πᾶσα γίνεσθαι σηπεδὼν, αἰτίας
δὲ δραστικῆς, ἀλλοτρίου τε καὶ παρὰ φύσιν θερμοῦ,
συνεπαύξεσθαι δ’ ὑπὸ τῆς ἀκινησίας. ὅτι μὲν οὖν οὐδὲν
τῶν ἀκριβῶς ξηρῶν σήπεται πάντες ἐναργῶς ὁρῶμεν. οὐδὲ
γὰρ λίθος, οὕτε κέραμος, οὔτε χρυσὸς, οὔτ’ ἄργυρος, οὔτε χαλκὸς, οὔτ’ ἄλλο τι τοιοῦτον φαίνεται σηπόμενον. ὅτι δὲ
καὶ τὰ φύσιν ἔχοντα σήπεσθαι διαμένοντα μέχρι πλείστου
φαίνεται κατὰ τὰς ψυχρὰς κράσεις, οὐδὲ τοῦτ’ ἀγνοεῖ τις,
ἔτι δὲ μᾶλλον ὅταν ῥιπίζηται τοιούτοις ἀνέμοις. ἀμέλει καὶ
τὴν ἐσθῆτα συνεχῶς τινάσσουσιν οἱ ἄνθρωποι καὶ μάλισθ’
ὅταν ὑγρὸν καὶ θερμὸν ᾖ τὸ περιέχον 257 ὡς τῆς ἀκινησίας
σηπούσης αὐτήν. οὕτως δὲ καὶ ἡ τῶν ἀρτηριῶν κίνησις
ἐν τοῖς ζώοις ἄλλα τέ τινα χρηστὰ καὶ τὴν τοιαύτην
ὠφέλειαν παρέχεται. λέγει δὲ καὶ αὐτὸς ὁ Ἱπποκράτης
ἐν τοῖς ἀφορισμοῖς, ὡς ἐν τοῖς ἔμπροσθεν ἔφην, ἐν ταῖς
ἐπομβρίαις γίνεσθαι σηπεδόνας. ὅτι μὲν οὖν ἀναγκαῖον
ἦν σαπῆναι τὰς ἐν τοῖς σώμασιν ὑγρότητας ἐκ τούτων δῆλον.
ἴδωμεν δ’ ἐφεξῆς ἕκαστον τῶν κατὰ μέρος ἀκολουθήσαντες
αὐτοῦ ταῖς ῥήσεσιν.
ἐν νοτίοισι περὶ ἀρκτοῦρον ὕδατα πολλά.
καταστάσεις ὡς ἡ τοῦ περιέχοντος ὑπηλλάχθη κρᾶσις
ἐκ τῆς ὑγιεινῆς τε καὶ κατὰ φύσιν αὐτῷ τάξεως. ἔμαθες
δὲ καὶ ὁποία τίς ἐστιν ἡ κατάστασις ἥδε καὶ ὡς τέτταρες
μὲν αὐτῆς εἰς τὸ παρὰ φύσιν ἁπλαῖ, τέτταρες δ’
ἄλλαι σύνθετοι γίνονται μεταβολαί· ἁπλαῖ μὲν αἱ κατὰ
θερμασίαν μόνην καὶ ψύξιν, ὑγρότητά τε καὶ ξηρότητα,
σύνθετοι δ’ αἵ τε κατὰ θερμότητα καὶ ὑγρότητα, καὶ ψυχρότητα
καὶ ξηρότητα, ψυχρότητα καὶ ὑγρότητα, θερμότητα
καὶ ξηρότητα. νῦν οὖν ἀναμνησθεὶς ὧν ἔμαθες ἀκολούθει
τῇ διηγήσει τῆς γενομένης καταστάσεως, εἰπόντος
τοῦ Ἱπποκράτους, αὐχμῶν δὲ γενομένων τοὺς ὑπόπροσθεν
χρόνους. εἶθ’ ἑξῆς τούτου μνησθέντος, ἐν νοτίοισι περὶ
ἀρκτοῦρον ὕδατα πολλά. φαίνεται μὲν γὰρ ἤδη τῷ πρόσθεν
ἐνιαυτῷ μὴ φυλαχθῆναι τοῦ περιέχοντος ἡμᾶς ἀέρος
ἀκριβὴς ἡ κατὰ φύσιν κρᾶσις, οὐ μὴν ἐν ἐκείνῳ γε τῷ
χρόνῳ γενέσθαι τι νόσημα τῶν ἐπιδημιῶν ὀνομαζομένων.
καὶ γὰρ καὶ κατὰ τοὺς ἀφορισμοὺς ἔμαθες αὐτοῦ γράψαντος
ὧδε. τῶν δὲ καταστάσεων τοῦ ἐνιαυτοῦ τὸ μὲν ὅλον οἱ αὐχμοὶ τῶν ἐπομβρίων εἰσὶν ὑγιεινότεροι καὶ ἧσσον θανατώδεες.
ἔτι δὲ μᾶλλον οὐδὲν ἐγένετο νόσημα τοιοῦτον,
διότι κατὰ τὸ ξηρὸν μόνον ἐπεκράτησεν ἡ ἐκτροπὴ τῆς κράσεως,
οὐδεμίαν τῆς ἑτέρας ἀντιθέσεως μεταβολὴν λαβούσης,
ὡς ἤτοι θερμὸν ἢ ἄγαν ψυχρὸν ἀπεργασθῆναι τὸ περιέχον.
ἀλλ’ ἥ γ’ ἐπὶ τοὐναντίον ἀθρόα μεταβολὴ περὶ τὴν ἐπιτολὴν
τοῦ ἀρκτούρου φαίνεται γεγονυῖα. προηγεῖται δ’ αὕτη
βραχὺ τῆς φθινοπωρινῆς ἰσημερίας. ὁποῖον δέ τι μετ’ αὐτὴν
ἐγένετο τὸ φθινόπωρον, εἶτα ὁ χειμὼν καὶ μετ’ ἐκεῖνον
αἱ ἐφεξῆς ὧραι, ταῖς ῥήσεσιν ἀκολουθήσαντες αὐτοῦ
μαθησόμεθα.
νότιος, ὑγρὸς, μαλακός.
τὸ μὴ λαμπρὸν, μηδὲ καθαρὸν μηδ’ ἀκριβῶς αἴθριον. εἰώθασι γὰρ ἔτι καὶ νῦν οἱ κατὰ τὴν Ἀσίαν Ἕλληνες ὀνομάζειν
σκιώδη τε καὶ σκιαρὰ πάντα τὰ πρὸς τὸ μέλαν
ἐκτρεπόμενα. τοῖς τοιούτοις δὲ καὶ τὸ ζοφῶδες ἐπιφέρουσιν
ὄνομα καὶ τὸ φαιὸν ἐγγὺς τοῦ μέλανος ὄν. εὔδηλον δ’ ὅτι
τοιοῦτος ὁ ἀὴρ οὐκ ἂν γένοιτο χωρὶς τοῦ νέφη πολλὰ καὶ
ταῦτ’ ἔχειν μὴ λαμπρά. περιείχετο μὲν οὖν δυνάμει κατὰ
τὸ σκιῶδες καὶ τὸ ἐπινέφελον. ἀλλ’ ἔμαθες οὐ μόνον Ἱπποκράτει
τῷ τοιούτῳ τρόπῳ τῆς ἑρμηνείας χρῆσθαι οἰκεῖον
εἶναι, ἀλλὰ καὶ πλείστοις τῶν ἄλλων. ἐπιφέρει δὲ χειμὼν
νότιος ὑγρὸς μαλακός. ἔνιοι τὸν νότον οἴονται διὰ παντὸς
ὑγρὸν εἶναι, τὸ δ’ οὐχ οὕτως ἔχει. φαίνεται γὰρ ἐνίοτε ξηρὸς
γινόμενος ὃν προσαγορεύουσιν οἱ ἰδιῶται λευκόνοτον
καὶ ὁ ποιητὴς λέγει·
οὕτως ὠνόμασεν. ἀλλὰ κᾀν τῷ πρώτῳ τῶν ἐπιδημιῶν ὁ Ἱπποκράτης ἐπὶ τῆς πρώτης καταστάσεως ἔφη· γινομένης δὲ
τῆς ἀγωγῆς ὅλης ἐπὶ τὰ νότια καὶ μετ’ αὐχμῶν. ὁ μὲν
οὖν τοιοῦτος νότος ἐνίοτε μὲν καὶ σφοδρὸς γίνεται, σαφῆ
δ’ οὖν ἀεὶ τὴν κίνησιν ἔχει. μαλθακὸς δ’ ἄλλος ἐστὶ νότος,
ὃς ἀναίσθητον ἔχει τὴν κίνησιν ἐν τῷ περιέχοντι καὶ κατὰ
τὰ νέφη. καὶ τοίνυν θερμὸς μὲν οὗτός ἐστι διὰ παντὸς, ὁ
δὲ λευκόνοτος ἐνίοτε φαίνεται ψυχρός.
ὀπισθοχειμῶνες καὶ ἤδη περὶ ἰσημερίην βόρεια χιονώδεα
χρόνον οὐ πολύν.
ὡς αὐτὸς εἶπεν οὐκ ἐπὶ πολὺν χρόνον.
κυνός.
ἔαρ πάλιν νότιον ἄπνουν. τὸ γὰρ πάλιν ἔνδειξιν ἔχει τῆς
μεταξὺ παρεμπεσούσης ἐναντίας καταστάσεως αὖθις ἐπὶ τὴν
αὐτὴν κρᾶσιν ἐπανελθεῖν τὴν περὶ ἀέρα κατάστασιν.
διεσπασμένως ἔπνευσαν.
ἐκ ταὐτοῦ γένους ἐστὶ τοῦ θέρους πνιγώδους. φύσει γὰρ
οὔσης ἀεὶ τῆς θερινῆς ὥρας θερμῆς, ὅταν ἄπνοια προσγένηται,
πνὶξ ἐξ ἀνάγκης ἕπεται. γίνεται δὲ τοῦτο μήτε
τῶν προδρόμων καλουμένων πνευσάντων μήτε τῶν ἑπομένων
αὐτοῖς, οὓς καλοῦσιν ἐτησίας. διορίζει δ’ αὐτοὺς καὶ
ἡ τοῦ κυνὸς ἐπιτολὴ. καὶ αὐτὸς δ’ ὁ Ἱπποκράτης προσέγραψεν,
ἐτησίαι σμικραὶ διεσπασμένως ἔπνευσαν.
τὴν ἀναφορὰν ἔχει. πλῆθος μὲν γὰρ ὑδάτων ἐγένετο
κατὰ τὴν ἔμπροσθεν ἐπιτολὴν ἀρκτούρου καὶ πολλάκις ἐν
τῷ μετὰ ταῦτα χρόνῳ, βόρεια δ’ ὀλιγάκις.
κατὰ μὲν τὸν χειμῶνα διῆγον ὑγιεινῶς, πλὴν τῶν φθινωδέων,
περὶ ὧν γεγράψεται.
τὴν ὅλην κατάστασιν ἀπὸ τῶν κρατησάντων ἐν αὐτῇ,
προσηγόρευσεν ὑγρὰν καὶ νότιον, ὅτι δὲ τὴν ἄπνουν καὶ
θερμὴν ὀνομάζει μαλθακὴν, ἔμπροσθεν ἔμαθες. ἀλλ’ ἥ γε
τοιαύτη κατάστασις οὐδὲν οὐδέπω μέγα τοὺς ἀνθρώπους ἔβλαψε, καίτοι γ΄ ἐξαιφνίδιος γινομένη, διὰ τὴν τοῦ προγεγονότος
ἔτους αὐχμηροῦ κρᾶσιν. ἤρξαντο μέντοι τισὶ διαθέσεις
φθινώδεις, ὅσοι δηλονότι παθεῖν ἦσαν ἐπιτήδειοι
τὸ πάθος τοῦτο, καὶ γράψαι γε αὐτὸς τὰ κατ’ αὐτοὺς ἐπαγγέλλεται
ἐν τοῖς ἐφεξῆς.
ἐρυσιπέλατα πολλὰ, τοῖσι μὲν μετὰ προφάσιος, τοῖσι δ’
οὔ. κακοήθεα πολλοὺς ἔκτεινε.
οὐ μὴν ἀεί γε μοχθηροῦ καὶ σηπεδονώδους ὄντος αὐτοῦ.
τοὐναντίον γὰρ ἅπαν ὅταν ἐπιεικὲς ᾖ τὸ ῥεῦμα τὴν
κατὰ φύσιν ἐν ἡμῖν γενομένην ἔχον ὠχρὰν χολὴν, ἐρυσιπέλατα
μὲν εἴωθεν ἐργάζεσθαι, βλάβην δ’ οὐδεμίαν ἐπιφέρειν
ἐξ αὐτῶν, ὅταν γ΄ ὀρθῶς τις αὐτὰ μεταχειρίζηται. οὐ μὴν
νῦν γε τοιοῦτος ἦν ὁ γεννήσας χυμὸς τὸ ἐρυσίπελας, ἀλλὰ καὶ κακοήθης καὶ διαβρωτικὸς καὶ σηπτικὸς, ἐπὶ τῇ 420
πλεονεξίᾳ τῆς ὑγρᾶς ἀπνοίας γεννηθεὶς ἐκείνοις μάλιστα τῶν
ἀνθρώπων, ὅσοι φύσει τε χολωδέστεροι τῶν ἄλλων ἦσαν ἥ
τε δίαιτα χολώδης μᾶλλον αὐτοῖς ἤθροιζε χυμόν. αἱ γάρ
τοι διαφοραὶ τῶν νοσημάτων ἐπὶ μὲν τῇ τοῦ περιέχοντος
ἡμᾶς ἀέρος κράσει γίνονται, διὰ τὴν ἑκάστου φύσιν τε καὶ
δίαιταν, ἣν ὑγιαίνων διαιτᾶται. λέγω δὲ δίαιταν οὐ τὴν
ἐν τοῖς ἐσθιομένοις τε καὶ πινομένοις μόνον, ἀλλὰ καὶ πᾶσι
τοῖς ἄλλοις, οἷον ἀργίαις, γυμνασίοις, λουτροῖς, ἀφροδισίοις,
ὕπνοις, ἀγρυπνίαις, ἅπασί τε τοῖς ὁπωσοῦν γινομένοις κατὰ
τὰ τῶν ἀνθρώπων σώματα.
περιουσίας χυμῶν, ἤρξατο καταπέμπειν εἰς πνεύμονά
τε καὶ γαστέρα ῥεύματα διὰ τῆς φάρυγγος. εἰκότως δὲ καὶ τὰς φωνὰς ἔφη κακοῦσθαι τοῖς τοιούτοις. ὁρᾶται
γὰρ καὶ τοῦτο συνεχῶς γινόμενον ἐπὶ κατάῤῥοις, ὅταν ἱκανῶς
διαβρέξωσι τὰ περὶ τὴν φάρυγγα καὶ τὸν λάρυγγα
χωρία.
κατασκηπτούσης εἰς ἧπάρ τε καὶ γαστέρα· φρενιτικοὶ
δ’ ἐπὶ κεφαλὴν ἀναφερομένης.
ἄνευ κακοηθείας, ὡς ἐπὶ τῶν ἐρυσιπελάτων ὀλίγον ἔμπροσθεν
εἴρηται. γίνεται δὲ καὶ κακοήθως ὥσπερ νῦν, ἐπεὶ σηπεδονώδης ἦν ὁ πλεονάζων χυμός. ἐπὶ πάντων οὖν
ὧν καταλέγει νοσημάτων, ἀεὶ τούτου μοι μέμνησο καὶ μήτ’
ἄφθας ἄκουε γεγονέναι τοῖς πάσχουσι μήτ’ ἄλλο τι πάθημα
κατὰ τὸν συνήθη τρόπον, ἀλλὰ μετὰ τοῦ σήπεσθαι τὰ
μόρια. μέμνησο δὲ καὶ τοῦ κοινοῦ λόγου τοῦδε, τὸν σηπεδονώδη
χυμὸν ὑπὸ τῆς αὐτῆς καταστάσεως ἅπασι γεννηθέντα
καταλαμβάνειν οὐ τὰ αὐτὰ μόρια, διὰ τὸ μηδὲ φύσει
πᾶσιν ὡσαύτως ἔχειν ἐν τῇ τοιαύτῃ διαθέσει τὸ πᾶν,
ἀλλ’ ἄλλων ἄλλο ἀσθενέστερον. αἱ μὲν οὖν ἄφθαι κατὰ
τὸ στόμα γίνονται συνεχῶς τοῖς παιδίοις, ἕλκωσις ἐπιπολῆς
οὖσαι, διότι τε μαλακώτατα τὰ μόρια πάντ’ ἐστὶν αὐτῶν
καὶ οἷον βρυώδη καὶ πρὸς τούτοις ἔτι τὸ στόμα παντάπασιν
ἄηθες ὁμιλίας ἐδεσμάτων τε καὶ πομάτων ὅταν οὖν τὸ
γάλα τῆς τιτθῆς ἔχῃ τινὰ δριμύτητα, τὰς ἄφθας ἐργάζεται
παυομένας ῥᾳδίως, ἐὰν μετρίως στύφῃ τις τὸ στόμα τοῦ
βρέφους. ὅταν δέ τις ἐπιῤῥυῇ μοχθηρὸς χυμὸς, ἀεὶ κακοήθεις
ἄφθαι συνίστανται. τὸ δὲ τῶν ἀνθράκων πάθος
ἀεὶ κινδυνῶδές ἐστιν, ὡς ἂν ὑπὸ μοχθηρῶν γινόμενον χυμῶν, ὥστε καὶ νῦν εὔλογον ἦν ὀλεθριώτατον αὐτὸ γενέσθαι,
προσλαβὸν τῇ συμφύτῳ κακοηθείᾳ τὴν ἐκ τῆς καταστάσεως.
εἴρηται δ’ ἱκανῶς περὶ τῆς τοῦδε τοῦ πάθους γενέσεως,
ἡνίκ’ ἐξηγούμην τὴν ἀρχὴν τοῦ δευτέρου τῶν ἐπιδημιῶν.
τὰ δ’ ἄλλα τῆς ῥήσεως δῆλα.
μοχθηροῦ χυμοῦ, τὸ μὲν εἰς τὸν πνεύμονα χωρῆσαν τὰς
φθινώδεις ἐργάσατο διαθέσεις, τὸ δ’ εἰς τὴν κοιλίην ἐνεχθὲν
ὑπιὸν κάτω μετὰ δήξεως ἐκτάραξιν αὐτῆς ἐποιεῖτο.
ὅπερ ἐδήλωσε, κοιλίαι ταραχώδεες. ἐν δὲ τῇ διόδῳ τὴν
ὀρεκτικὴν τῶν σιτίων δύναμιν ἐκάκωσε τῆς γαστρὸς κᾀντεῦθεν
ἀποσιτίαι.
οὔτε διψώδεις γενέσθαι. φαίνεται μὲν γὰρ ὑγρότης ἠθροισμένη
σηπεδονώδης ἅπασιν, οὐ μὴν ἴση γε τὸ πλῆθος ἢ
ὁμοίως μοχθηρά. τινὰς μὲν οὖν ἀδίψους εἶναι δυνατὸν,
ὥσπερ καὶ τοὺς ἀποσίτους ἐπὶ τῇ βλάβῃ τῆς ὀρεκτικῆς τῶν
πομάτων δυνάμεως. εὔδηλον δ’ ὅτι κακίστην οὗτοι διάθεσιν
ἴσχον, μήτε κακοήθη αὐτοῖς συῤῥεῖν ὑγρότητα, ὡς μετρίως
διψῇν. ἄλλους δὲ διψώδεις εἶναι, συῤῥεούσης εἰς τὴν
γαστέρα τῆς κακοχυμίας, μηδέπω τὸ στόμα αὐτῆς βεβλαφυίας
ἄχρι τοσούτου, ὡς διεφθάρθαι τὴν ὀρεκτικὴν τῶν
πομάτων δύναμιν.
ἄκουε καθ’ ὃν ὀλίγον ἔμπροσθεν ἤκουες αὐτοῦ κοιλίαι
ταραχώδεες εἰπόντος. ὅσοις γὰρ ἔῤῥεψεν ἐπὶ νεφροὺς ἡ
κακοχυμία, τούτοις ἀναγκαῖον ἦν οὖρα ταραχώδεα γίνεσθαι,
τουτέστι μετὰ δήξεως καὶ πόνων διεξόντα. τὸ δ’ ἐφεξῆς
αὐτῷ γεγραμμένον, πολλὰ, κακὰ, δυνατὸν μέν ἐστι καὶ περὶ
τῶν οὔρων εἰρῆσθαι, δυνατὸν δὲ καὶ αὐτὸ καθ’ ἑαυτὸ, δι’
ἑνὸς λόγου τοῦδε, πλῆθός τι συμπτωμάτων μοχθηρῶν ἐνδεικνυμένου
γενέσθαι τοῖς τότε νοσοῦσι.
ψύξιν ἔμαθες ἐγκεφάλου γίνεσθαι· τὴν δ’ ἄμικτον ἀγρυπνίαν
κώματι διὰ ξηρότητα καὶ θερμότητα. νῦν οὖν αὐξηθέντων
τῶν χυμῶν, ὑγρότητα μὲν ἐπιπολοῦσαν ἐχόντων, οὐ
μὲν δή γε δριμεῖαν ἅπασαν. ἡ μὲν ὑγρότης τὴν κωματώδη διάθεσιν, ἡ δ’ ἐκ τοῦ σήπεσθαι δριμύτης τὴν ἀγρυπνίαν
εἰργάσατο, τῶν ἐναντίων συμπτωμάτων ἐπ’ ἐναντίοις αἰτίοις
εὐλόγως γινομένων.
ὅλως ἐκρίνετο, τινὰ δὲ μοχθηρῶς.
περιουσίας τῶν μοχθηρῶν ὑγρῶν. ἅπαν γὰρ αὕτη νόσημα
δύναται γεννᾶν ἄλλο κατ’ ἄλλο σῶμα, παρά τε τὰς φυσικὰς
αὐτῶν διαφορὰς καὶ τὴν τῆς διαίτης ἀνομοιότητα, καθάπερ
ὀλίγον ἔμπροσθεν εἴρηται.
ἐκ τῆς κεφαλῆς εἰς τὴν φάρυγγα διὰ τοῦ λάρυγγος εἰς τὴν
τραχεῖαν ἀρτηρίαν καὶ τὸν πνεύμονα ἀφικόμενον τὰς τοιαύτας
διαθέσεις εἰργάσατο.
ἐστιν, ὡς κᾀν τῷ περὶ διαίτης ὀξέων ἐλέγετο. ὅταν γὰρ
μὴ λοιμώδεος νόσου τρόπος τις κοινὸς ἐπιδημήσῃ, ἀλλὰ
σποράδες ἔωσιν αἱ νοῦσοι. οὐ γὰρ δὴ νοσήματός γέ τινος
ὄνομά ἐστιν ἐπίδημον ἢ λοιμῶδες, ἀλλ’ ὅ τί περ ἂν πολλοῖς
ἐν ἑνὶ γένηται χωρίῳ, τοῦτο ἐπίδημον ὀνομάζεται. προσελθόντος
δ’ αὐτῷ τοῦ πολλοὺς ἀναιρεῖν, λοιμὸς γίνεται.
κάμνοντες καὶ θνήσκοντες πολλοὶ, συνέπιπτε δ’ ἐφ’ ἑκάστοισι
τούτων ὧδε.
ἐπιδημήσαντα νοσήματα γεγονέναι δηλοῖ, πολυειδῶν δὲ αὐτῶν
γενομένων, ὑπὲρ ἑκάστου κατὰ μόνας εἰπεῖν ἐπαγγέλλεται
διὰ τῶν ἐφεξῆς.
καὶ πάνυ ἐπὶ σμικροῖσι τρωματίοισιν ἐφ’ ὅλῳ τῷ
σώματι, μάλιστα δὲ τοῖς περὶ ἑξήκοντα ἔτεα περὶ κεφαλὴν,
εἰ καὶ σμικρὸν ἀμεληθείη. πολλοῖσι δὲ καὶ ἐν
θεραπείαις ἐοῦσι μεγάλαι φλεγμοναὶ ἐγίνοντο καὶ τὸ ἐρυσίπελας
πολὺ ταχὺ πάντοθεν ἐπενέμετο.
νῦν πρώτου γράφει τὰς κατὰ μέρος διαφοράς. ἐνίοις μὲν
αὐτὸ γίνεσθαι λέγων ἐπὶ μικραῖς ἀφορμαῖς, ἃς προφάσεις
ὠνόμασεν, ἐνίοις δ’ ἐν θεραπείαις οὖσι μεγάλας τε φλεγμονὰς
ἀκολουθῆσαι, ὡς νενόμενον ἐπὶ πολὺ τὸ ἐρυσίπελας.
τοῖς πλείοσι δὲ περὶ τὴν κεφαλὴν τοῦτο συμβῆναι, διὰ τὸ
πληρωθῆναι μάλιστα ταύτην ἐν ταῖς νοτίοις τε καὶ θερμαῖς
ἀπνοίαις. τὸ δὲ τοῖς ἑξηκονταετέσιν αὐτὸ γενέσθαι μᾶλλον
αἰτίαν ἔχει τήνδε. τὸ περιϊστάμενον ἔξωθεν παρὰ φύσιν
θερμὸν αἴτιον ἐγένετο τοῦ σαπῆναι τοὺς ἐν τῷ σώματι
χυμοὺς, ὡς τό γ’ ἐν ἡμῖν θερμὸν, ὅταν ἀκριβῶς φυλάττῃ
τὴν κατὰ φύσιν ἑαυτοῦ κρᾶσιν, αἷμα τῶν ἄλλων χυμῶν
ἐργάζεται πλέον, ὅταν δ’ ἐπὶ τὸ πυρωδέστερον ἐκτραπῇ, τὴν
ὠχράν τε καὶ ξανθὴν χολήν. τὸ δ’ ἔξωθεν θερμὸν αἴτιόν
ἐστι σηπεδόνος χυμῶν. ὕλη μὲν γάρ ἐστιν ἡ ὑγρότης, αἰτία
δὲ δραστικὴ τὸ παρὰ φύσιν θερμόν. οἱ τοίνυν γέροντες
ὑγρότητας μὲν ἀθροίζοντες ἀεὶ περιττὰς, διὰ τὴν ἀσθένειαν
τῆς φύσεως, προσλαβόντες δὲ καὶ τὴν ἐκ τοῦ περιέχοντος θερμότητα, διὰ τὴν γενομένην τότε κατάστασιν εὐαλωτότεροι
τῶν νέων ἐγένοντο τῇ σηπεδονώδει φθορᾷ τῶν χυμῶν.
ἐμπυήματα ξυνέπιπτον, σαρκῶν τε καὶ ὀστέων καὶ νεύρων
ἐκπτώματα μεγάλα.
τῆς σήψεως συνέστηκε καὶ τοῖς εἰρημένοις ἐφεξῆς
συνάπτων ἐρεῖ·
σηπεδών τις ἄλλη καὶ ῥεῦμα πολὺ καὶ ποικίλον.
ἔμπροσθεν εἴπομεν, ὡς οἱ ἐν τῷ σώματι χυμοὶ διὰ τὴν ὑγρότητά τε καὶ ἄπνοιαν τοῦ περιέχοντος ἐσήποντο, καὶ διὰ
τοῦτο πῦον μὲν οὐκ ἐγεννᾶτο, διεσήπετο δ’ ὑπὸ τῶν μοχθηρῶν
χυμῶν ὑγρῶν τὰ στερεά. ποικίλον δ’ εἶναι τὸ ῥεῦμα
διὰ τὴν τῶν σηπομένων διαφθορὰν εὔλογον. ὑπὸ γὰρ κοινῆς
αἰτίας τῆς σηπεδόνος ἕκαστον τῶν σηπομένων ἴδιον
εἶδος ἴσχει τῆς διαφθορᾶς.
μάδισίς τε ὅλης τῆς κεφαλῆς ἐγίνετο καὶ τοῦ γενείου
καὶ ὀστέων ψιλώματα καὶ κοπώματα καὶ πολλὰ ῥεύματα.
ἐν πυρετοῖσι δὲ ταῦτα καὶ ἄνευ πυρετῶν· ἦν δὲ
ταῦτα φοβερώτερα ἢ κακίω. οἷσι γὰρ εἰς ἐμπύημα ὁ
τῶν τοιούτων ἀφίκοιτο πεπασμὸς, οἱ πλεῖστοι τούτων
ἐσώζοντο. οἷσι δ’ ἡ μὲν φλεγμονὴ καὶ τὸ ἐρυσίπελας
ἀπέλθοι, τοιαύτην δ’ ἀπόστασιν μηδεμίαν ποιήσαιτο,
τούτων ἀπώλλυντο πουλοί. ὁμοίως δὲ καὶ ἄλλῃ τοῦ σώματος
πλανηθῆ, ξυνέπιπτε ταῦτα. πολλοῖσι μὲν γὰρ βραχίων καὶ πῆχυς ὅλος περιεῤῥύη, οἷσι δὲ τὰ πλευρὰ
ταῦτ’ ἐκακοῦτο ἢ τῶν ἔμπροσθέν τι ἢ τῶν ὄπισθεν, οἷσι
δ’ ὅλος μηρὸς ἢ τὰ περὶ κνήμην ἀπεψιλοῦτο καὶ ποὺς
ὅλος.
τῶν σωμάτων φθείρειν, εἰς ἅπερ ἂν κατασκήψῃ, φοβερωτέραν
εἶχε φαντασίαν ἐν τοῖς περὶ κεφαλὴν μορίοις, 266
διὰ τὸ κᾂν βραχὺ τὴν παρὰ φύσιν ἐνταῦθα παραλλαχθείη,
πλέον γίνεσθαι τὸ αἶσχος ἢ κατὰ τὰ ἄλλα μόρια μεγάλην
ἐκτροπὴν εἰς τὸ παρὰ φύσιν ἔχοντα. μηροῦ μὲν γὰρ ἢ
βραχίονος ἢ κνήμης ἢ πήχεως ἀποῤῥυὲν δέρμα μικροτέραν
ἔχει φαντασίαν, εἰ δὲ τῆς κεφαλῆς συναποπέσοιεν αἱ τρίχες
τῷ δέρματι καὶ πολὺ μᾶλλον ἡ τοῦ γενείου σὺν αὐταῖς,
ἡ μὲν φαντασία τοῦ πάθους γίνεται μεγάλη, ὁ κίνδυνος δ’
ἦττον ἢ εἰ περὶ αἰδοῖα συμβαίη τὸ τοιοῦτον πάθος ἢ λάρυγγα
καὶ θώρακα καί τι τῶν κυρίων. 422 οὐ μόνον
δὲ τὰ περὶ τὴν κεφαλὴν οὕτως γινόμενα φοβερὰ μᾶλλον ἦν ἢ κακίω, ἀλλὰ καὶ καθ’ ὁτιοῦν ἄλλο μέρος οὕτως ἐκπίπτοντα.
κακίω γὰρ ἦν ἐφ’ ὧν ἀπέστησεν εἰς τὸ βάθος ὁ τὸ ἐρυσίπελας
ἐργαζόμενος χυμὸς, ἐπειδὴ πρὸς τὰ σπλάγχνα καὶ
πρὸς τὰ κύρια μέρη χωρῶν ἅμα τοῖς ἄλλοις συμπτώμασι
καὶ πυρετοὺς ὀξεῖς ἐγέννα. τινὲς μέντοι τῶν ἐπιπολῆς
ἐχόντων τὴν τοιαύτην σηπεδόνα καὶ χωρὶς πυρετῶν διεφθάρησαν
τὰ μόρια καί τινες αὐτῶν διὰ τοῦτ’ ἐσώθησαν,
ἐκκριθείσης τῆς κακοχυμίας διὰ τῶν μορίων ὧν αὕτη διέσηψεν.
ἐπλανᾶτο γὰρ, ὡς αὐτὸς ὠνόμασε, δι’ ὅλου τοῦ
σώματος τὸ ῥεῦμα, τουτέστιν ἀλόγως καὶ ἀτάκτως καὶ ὡς
ἔτυχεν ἐφέρετο, μηδὲ προγνῶναί τινος ἰατροῦ δυναμένου
τεχνικῶς ἐς ὅ τι κατασκήψειεν.
αἰδοῖα γένοιτο.
τοῖς χωρίοις ἤτοι φλεγμονή τις ἢ ἐρυσίπελας γένηται,
ῥᾷστά τε σήπεται καὶ συμπαθείας ἐργάζεται τῶν ὑπερκειμένων
μορίων. διὸ καὶ πολλάκις ἀναγκαζόμεθα μετὰ τὸ
περικόψαι τὰ σεσηπότα τὴν χώραν ἐκκαίειν. οὐδὲν οὖν
θαυμαστὸν, τοιαύτης καταστάσεως γινομένης ὡς καὶ βραχίονα
καὶ πῆχυν καὶ μηρὸν καὶ κνήμην πλευράν τε καὶ κεφαλὴν
διασήπειν, ἐπὶ πλεῖστον ἥκειν κακώσεως τὰ περὶ
αἰδοῖα.
ὅσα δ’ ἕλκωσιν ἤ τι μικρὸν οὕτως ἄλλο τῶν ἔξωθεν
αἰτίων συνέστη. ἐφεξῆς δὲ περὶ τῶν ἄνευ τοιαύτης
αἰτίας γενομένων ποιήσεται τὸν λόγον.
πυρετῷ συνέπιπτεν.
προφανῶν, ἀλλ’ ὡς εἰώθαμεν λέγειν, αὐτόματος ἡ γένεσις
ἀπήντησε τῶν ἐρυσιπελάτων, ἐνίοις μὲν ἅμα πυρετοῖς εἰσβάλλων,
ἐνίοις δ’ ἀκολουθησάντων πυρετῶν ἢ προγενομένων
αὐτῶν.
ἐμπυήματος ἢ κατὰ κοιλίην ταραχή τις ἐπίκαιρος ἢ χρηστῶν
οὔρων διάδοσις γένοιτο, διὰ τούτων λελύσθαι. οἷσι
δὲ μηδὲν τούτων συμπίπτοι, ἀσήμως δ’ ἀφανιζομένων
θανατώδεα γίνεσθαι.
ἐκείνῳ συνέπεσε τοῦ σώματος. εὔδηλον δ’ ὅτι καὶ διὰ γαστρὸς
καὶ οὔρων ἐκκαθαρθεῖσα δυσχέρειαν μὲν εἰργάζετο
καὶ τὰς ἀποκρίσεις, ὠφέλει δὲ τὸ σύμπαν σῶμα.
τοῦ ἦρος, παρείπετο δὲ καὶ διὰ θέρεος καὶ ὑπὸ
φθινόπωρον.
κατάστασις ὑγρὰ καὶ θερμὴ καὶ ἄπνους γενομένη.
κατέσχον δ’ αὐτὴν ἐν τῷ σώματι τὰ ψύχη. καθάπερ εἴρηται
κᾀν τῇ πρώτῃ καταστάσει τοῦ πρώτου τῶν ἐπιδημιῶν.
εἰκότως οὖν ἤρξατο ποικίλα νοσήματα τὰ μικρὸν ἔμπροσθεν
εἰρημένα, νυνὶ δ’ ὁ λόγος αὐτῷ περὶ τῶν ἐρυσιπελάτων
ἐστί. ταῦτα γὰρ πάντων πρῶτα γενόμενα πρῶτα καὶ
κατὰ τὴν διήγησιν ἔγραψε. τούτων οὖν, φησὶ, τῶν ἐρυσιπελάτων ἐν ἀρχῇ τοῦ ἦρος γενομένων ἔνια παρέμεινε διὰ
θέρους καὶ φθινοπώρου. δυνατὸν δ’ ὂν ἀκοῦσαι ἑκατέρως, τοῦ
παρείπετο δὲ καὶ διὰ θέρεος καὶ ὑπὸ φθινόπωρον ἐπὶ τῶν
γενομένων ἐρυσιπελάτων, ἐπί τε τῶν αὐ 268 τόθεν γενομένων,
τὴν ὕπαρξιν παραμείνασαν ἐνίοις ἄχρι τοῦ φθινοπώρου
νοήσομεν τῶν τε γενομένων τὴν γένεσιν, ὡς ἄλλων μέν τινων
ἐν ἦρι γενομένων καὶ παυσαμένων, ἄλλων δ’ ἐν θέρει
γενομένων. ὡσαύτως δὲ καὶ κατὰ τὸ φθινόπωρον ἄμεινον
ἀκοῦσαι κατὰ τὸ δεύτερον τοῦτο σημαινόμενον. οὐ γὰρ εὔλογον
ἐν ἀρχῇ τοῦ ἦρος συστὰν ἐρυσίπελας ἄχρι φθινοπώρου
παραμεῖναι. πάντως γὰρ ἂν ἀνεῖλεν ἐν τῷ μεταξὺ
τὸν ἄνθρωπον, εἰ πάνυ κακόηθες ἦν, ἢ δι’ αὐτῶν τῶν σηπομένων
μορίων ἐκκαθαρθείσης τῆς σηπεδόνος ἐπαύσατο.
γλώσσης καὶ τὰ παρ’ ὀδόντας ἀποστήματα.
λόγον, ὧν ἔμπροσθεν οὐκ ἐμνημόνευσε.
πρῶτον μὲν τοῖσι φθινώδεσιν ἀρχομένοισιν, ἀτὰρ καὶ
τοῖσι καυσώδεσι καὶ τοῖσι φρενιτικοῖσιν.
κατὰ τὴν τάξιν ἀῤῥώστου, καθ’ ὃν οὕτως ἔφη, δεξιῷ
ἴλλαινεν, ὑπόπτευον ὡς παρεγγεγραμμένον. ὁ γάρ τοι τοῦ
Ἡρακλείδου υἱὸς Ἱπποκράτης, οὗ καὶ τοὺς ἀφορισμοὺς
καὶ τὸ προγνωστικὸν εἶναί φασι, φαίνεται συνηθεστάτοις
τε καὶ διὰ τοῦτο σαφέσι τοῖς ὀνόμασι κεχρημένος, ἃ καλεῖν
ἔθος ἐστὶ τοῖς ῥητορικοῖς πολιτικά. τὸ δ’ ἰλλαίνειν
οὐ τοιοῦτον καὶ πολύ γε μᾶλλον αὐτοῦ τὸ κατιλλαίνειν ἢ
κατιλλαίνουσαι καὶ μάλιστά γε ἐπὶ τῶν φωνῶν, οὐκ ἐπὶ τῶν
βλεφάρων λεγόμενον, καὶ πρὸς τούτοις ἔτι διὰ τὸν χαρακτῆρα τῆς λέξεως, ἐνεργητικὸν οὐ παθητικὸν ὄντα. βέλτιον γὰρ
ἦν, εἴπερ ὅλως ἐπὶ τῆς φωνῆς ἐβούλετο χρήσασθαι τοιαύτῃ
προσηγορίᾳ, κατειλούμεναι γράφειν, οὐ κατειλοῦσαι, καὶ πολύ
γε βέλτιον τούτου τὸ κατιλλαινόμεναι. περὶ γὰρ τὸ ἰλλαίνειν
ἡ μετοχὴ κατὰ τοιοῦτον εἰρήσεται τύπον. ὀνομάζω δὲ
νῦν δηλονότι μετοχὴ κατὰ τὸ τῶν γραμματικῶν ἔθος, ἀδιανόητον
δέ ἐστιν ἐπὶ τῶν φωνῶν λεγόμενον τὸ κατειλοῦσαι,
καθάπερ ἔνιοι τῶν ἐξηγητῶν ἀκοῦσαι ἡμᾶς 423 ἐθέλησαν,
ὡς ἐγκειμένου τοῦ ἰλλαίνειν ὀνόματος ὡς τὸ διαστρέφειν.
τὸ γὰρ κατειλοῦσαι τὸ διαστρέφουσαι, τὸ δὲ κατειλούμεναι
τὸ διαστρεφόμεναι. πολλὰ τοίνυν ἁμαρτήματα
φαίνεται κατὰ μίαν λέξιν γεγονότα βουλομένων ἡμῶν ἀκούειν
τοῦ κατειλοῦσαι, καθότι πολλοῖς τῶν ἐξηγητῶν ἔδοξεν, ὡς
ἀπὸ τοῦ ἰλλαίνειν γεγονότος τοῦ ὀνόματος. τὸ μὲν γὰρ
ἐνεργητικὸν ἰλλαίνουσαι, τὸ δὲ παθητικὸν ἰλλαινόμεναι καὶ
μετὰ τῆς προθέσεως κατιλλαίνουσαι. τὸ δ’ εἰλοῦσαι καὶ
κατειλοῦσαι παρὰ τὸ ἰλλαίνειν οὐ φαίνεται γεγονὸς, 269
ὥσπερ γε οὐδὲ τὸ εἰλούμεναι καὶ κατειλούμεναι. σπανίως δὲ πάνυ παρὰ τοῖς παλαιοῖς εὑρίσκεται τὰ τοιαῦτα ῥήματά
τε καὶ ὀνόματα, λέγω δὲ τὸ ἰλλαίνειν καὶ τὸ ἰλλὸς ἀφ’ οὗ
καὶ ὁ Σώφρων δοκεῖ πεποιηκέναι τὸ συγκριτικὸν ὀνομαζόμενον
παρὰ τῶν γραμματικῶν, ἰλλότερον τάνκύονα. ἄμεινον
δ’ οὖν ἐστιν εἰπεῖν, εἴπερ τις ἐθέλοι καὶ περὶ τῶν τοιούτων
ἀδολεσχεῖν, οὐκ ἀπὸ τῆς ἰλλώσεως γεγονέναι τὸ κατειλοῦσαι
νομίζειν, ἀλλ’ ἐφ’ ἑτέρου τινὸς, ᾧ καὶ Πλάτων φαίνεται
καὶ Ἀντιφῶν κεχρημένος, ὁ μὲν Πλάτων ὡδί πως
εἰπὼν ἐν Τιμαίῳ. τοῦτο δὴ πᾶν τὸ δέρμα κύκλῳ κατέκαιε
πυρὶ τὸ θεῖον, τρωθέντος δὲ καὶ τῆς ἰκμάδος ἄξω δι’
αὐτοῦ φερομένης, τὸ μὲν ὑγρὸν καὶ θερμὸν ὅσον εἰλικρινὲς
ἀπῄει, τὸ δὲ μικτὸν, ἐξ ὧν καὶ τὸ δέρμα ἦν, αἰρόμενον
μὲν ὑπὸ τῆς φθορᾶς ἔξω, μακρὸν ἐγίνετο λεπτὴν τάσιν
ἔχων τῷ κατακεντήματι. διὰ δὲ βραδύτητα ἀπωθούμενον
ὑπὸ τοῦ περιεστῶτος κρύους πάλιν ἐντὸς ὑπὸ τὸ δέρμα
εἰλούμενον κατεῤῥιζοῦτο. φαίνεται γὰρ ἀντὶ τοῦ κατακλειόμενον
ἢ ἀπωθούμενον εἰς τὸ βάθος ἐνειλούμενον ἐνταῦθα
κεχρῆσθαι τῷ εἰλούμενον ὀνόματι, καθ’ ὃ σημαινόμενον δοκεῖ καὶ ἡ λέξις ὑπ’ αὐτοῦ γεγράφθαι. γῆν δὲ τροφὸν μὲν
ἡμετέραν εἰλουμένην τε περὶ τὸν διὰ παντὸς λόγον τεταγμένον.
οὕτω δὲ καὶ παρ’ Ἀντιφῶντι κατὰ τὸ δεύτερον τῆς
ἀληθείας ἐστὶν εὑρεῖν γεγραμμένην τὴν προσηγορίαν ἐν τῇδε
τῇ ῥήσει. ὅταν οὖν γένωνται ἐν τῷ ἀέρι ὄμβροι τε καὶ
πνεύματα ὑπεναντία ἀλλήλοις, τότε συστρέφεται τὸ ὕδωρ
καὶ πυκνοῦται κατὰ πολλά. ὅτι δ’ ἂν τῶν ξυμπιπτόντων
κρατήσῃ, τοῦτ’ ἐπυκνώθη καὶ συνεστράφη ὑπό τε τοῦ πνεύματος
εἰλούμενον καὶ ὑπὸ τῆς βίας· καὶ γὰρ καὶ οὗτος τὸ
κατακλειόμενον ἢ συνειλούμενον εἰς ἑαυτὸ φαίνεται δηλῶν
διὰ τῆς εἰλούμενον φωνῆς. ἆρ’ οὖν καὶ κατὰ τὸ προκείμενον
ἡμῖν εἰς τὴν ἐξήγησιν βιβλίον, ὃ περὶ τῶν φωνῶν
γράψας κατειλοῦσαι, τοιοῦτόν τι σημαινόμενον ἐνδείκνυται
τὰς οἷον κατακλειομένας ἢ ἐνειλουμένας ἐμφαίνων, ὡς νοεῖν
ἡμᾶς ἐπὶ τῶν ἐξιέναι μὴ δυναμένων φωνῶν λελέχθαι τὴν
λέξιν, ὡς ἐπὶ τῶν ἰσχνοφώνων φαίνεται γινόμενον, ἢ καὶ
τοῦτο πάνυ μοχθηρόν; ἐνῆν γὰρ ἰσχομένας ἢ ἐπεχομένας ἢ
βραδυνούσας ἤ τι τοιοῦτον γεγραφέναι, δηλῶσαί γε βουλόμενον, οὕτως ἐμπεποδίσθαι τὴν φωνὴν τὸν ἄνθρωπον, ὡς
μόλις φθέγγεσθαι· καὶ μὴν καὶ παρὰ τὸν δεσμὸν, τὴν οἷον
δεδεμένην ἐστὶ νοεῖν εἰρῆσθαι φωνὴν ἐν τῇ προκειμένῃ
ῥήσει, τοῦ ποιητοῦ γε δηλοῦντος εἰρηκέναι σαφῶς ἐπὶ τῶν
δεσμῶν,
γεγράφθαι. τοῦτο μὲν δὴ κοινὸν ἁπάσης ἐξηγήσεως
ἁμάρτημα. πᾶν γὰρ ὃ ἂν ὑπόθηταί τις ἐκ τῆς κατειλοῦσαι
λέξεως δηλοῦσθαι, τὴν ἐνεργητικὴν διάθεσιν, οὐ παθητικὴν
ἐνδείκνυται καὶ κατὰ τοῦτο μάλιστ’ ἄν τις ὑποπτεύσειε
τὴν φωνὴν ὡς οὐκ οὖσαν Ἱπποκράτους. οὐ γὰρ
οὕτως ἦν ἀμαθὴς ἑρμηνείας Ἑλληνικῆς, ὡς ἁμαρτάνειν ἐν
αὐτῇ παισὶν ἄρτι μανθάνειν ἀρχομένοις, ἁμαρτήματα παραπλήσια.
φαίνεται μὲν γὰρ πάθος τι φωνῆς δηλοῦσθαι τοῦ
κατειλούμεναι γεγραμμένου, πρὸς τῷ κᾂν εἰ κατειλούμεναι
γράψαιμεν, οὐ κατὰ τὴν Ἱπποκράτους εἶναι συνήθειαν, ἀήθεσι καὶ σπανίοις ὀνόμασι χρῆσθαι. τοῖς δὲ τὸ διεσταμμένον
δηλοῦσθαι νομίζουσιν, ὅτι καὶ τοῦτο μάχεται, κατὰ
τὸ προγνωστικὸν, αὐτὸς ἑρμηνεῦσαι τὸ διάστροφον βουληθεὶς
οὕτως ἔγραψεν. ἢν δὲ καὶ καμπύλον γένηται βλέφαρον ἢ
χεῖλος ἢ ῥὶς, ἀλλ’ ἐπί γε τῶν φωνῶν οὔτε τὸ καμπύλον
οὔτ’ ἄλλο τι τῶν εἰρημένων οἰκείως ἂν λέγοιτο. διὸ καί
τινες τῶν ἐξηγησαμένων τὸ 270 βιβλίον ἁπάντων τῶν
εἰρημένων καταγνόντες ἀντὶ τοῦ φωναὶ γλῶσσαι γράφουσιν,
ἀξιοῦντες ἀκούειν κατειλούσας γλώσσας τὰς οἷον καταδεδεμένας
καὶ δυσκινήτους. ἐχρῆν δ’ αὐτοὺς ὥσπερ τὸ
φωναὶ μετέγραψαν εἰς τὸ γλῶσσαι, οὕτως καὶ τὸ κατειλοῦσαι
μᾶλλον τοῦ φωναὶ μεταγράψαι εἰς τὸ κατειλούμεναι.
ἀλλὰ γὰρ ἅλις ἤδη μοι καὶ τοῦ κατειλοῦσαι, μηδὲν ἡμᾶς
μέγα, μηδ’ ἂν εὑρεθείη, μέλλοντος ὠφελεῖν. ἀρκεῖ γὰρ εἰδέναι
μόνον ἐν τούτῳ γενικῶς λεγόμενόν τε καὶ νοούμενον
ὡς γὰρ διὰ τὸ γενόμενον αὐτοῖς ἐκ τῆς κεφαλῆς ῥεῦμα
βλαβέντες τὰ φωνητικὰ μόρια καὶ τὰς φωνὰς ἐκακώθησαν.
ὅτι γὰρ ἐπὶ ταῖς ὑγραῖς καταστάσεσι καὶ θερμαῖς ἡ κεφαλὴ πληρωθεῖσα ῥεύματος τοῖς κατὰ γαστέρα καὶ θώρακα
μέρεσιν ἐπιπέμπει χρήσιμον ἐπίστασθαι, πρῶτον μὲν αὐτοῦ
τοῦ διακρίνειν ἕνεκα πότερον ἄλλη τις αἰτία τὸ τοιοῦτον
πάθος εἰργάσατο τοῖς κάμνουσιν ἢ τῶν ἐπιδημιῶν ἐστι
νοσημάτων, ἔπειτα δὲ καὶ τοῦτο φυλάττεσθαι, μηδὲν παθεῖν
τοιοῦτον. τὰς γὰρ ἐκ τοῦ περιέχοντος βλάβας ὁ προειδὼς
ὅπῃ τε καὶ ὅπως γίνονται φυλάττεσθαι δυνήσεται, τὴν
ὅλην δίαιταν ἐξ ὑπεναντίου τῇ κρατούσῃ καταστάσει ποιούμενος,
ἀλλ’ εἰ καὶ προλέγειν ἐθέλεις τὰ γενησόμενα, καὶ γὰρ
καὶ τοῦτο χρήσιμον ἡμῖν ἐστιν, ὡς ἐν τῷ προοιμίῳ τοῦ
προγνωστικοῦ δέδεικται, καὶ κατὰ τοῦτ’ ἀσκητέον σοι τὰς
γινομένας ἐν τῷ σώματι διαθέσεις, ἐπὶ ταῖς τοῦ περιέχοντος
καταστάσεσιν ἁπάσαις ἐπίστασθαι. ἀρκεσθέντες οὖν,
ὡς ἔφην, τῷ βεβλάφθαι τὰς φωνὰς, ὑπερβάντες δὲ τὸ κατειλοῦσαι
τὸ συνεχὲς αὐτῷ θεασώμεθα. πρῶτον μὲν γάρ
φησι τοῖς φθινώδεσιν ἀρχομένοισι γενέσθαι τοιοῦτον σύμπτωμα,
μετ’ αὐτοὺς δὲ καὶ τοῖς καυσώδεσι καὶ τοῖς φρενιτικοῖς.
ἡγητέον οὖν τοῖς μὲν φθινώδεσι κατὰ τὸν τοῦ πάθους λόγον αὐτὸ γεγονέναι, πολλαῖς μὲν καὶ ἄλλαις αἰτίαις
τε καὶ διαθέσεσιν ἐσομένης τῆς φθίσεως, οὐχ ἧττον δ’ ἐκείνων
καὶ διὰ τὸν ἐκ τῆς κεφαλῆς κατάῤῥουν, ᾧ μάλιστα ἡ
κάκωσις ἕπεται τῆς φωνῆς. καύσοις δὲ καὶ φρενίτισι κατὰ
μὲν τὸν ἴδιον λόγον οὐχ ἕπεται τοιαύτη κάκωσις φωνῆς,
οἷα τοῖς φθινώδεσιν ἀρχομένοις. ἐπεὶ δ’ ἐν τῇ καταστάσει
ταύτῃ θερμῇ καὶ ὑγρᾷ καὶ ἄπνῳ διηνεκῶς γενομένῃ συνέβη
παθεῖν τὴν κεφαλὴν, ἠκολούθησε καὶ τοῖς φρενιτικοῖς καὶ
τοῖς καυσώδεσι τοιοῦτον σύμπτωμα διὰ τὴν κοινὴν αἰτίαν,
οὐ διὰ τὴν αὐτοῦ τοῦ πάθους ἰδίαν κατασκευήν. ξηραίνεται
γὰρ μᾶλλον ἐν αὐτοῖς, οὐ διαβρέχεται τὰ φωνητικὰ μόρια,
καθάπερ ἐν τῇ νῦν καταστάσει. καὶ τοίνυν καὶ ἡ φωνὴ
κλαγγώδης μὲν καὶ ὀξεῖα διὰ τὴν ξηρότητα τῶν φωνητικῶν
ὀργάνων γίνεται, βραγχώδης δὲ διὰ τὴν ὑγρότητα.
πρὸ τοῦ ἦρος, μετὰ τὰ γενόμενα ψύχεα καὶ πλεῖστοι τηνικαῦτα διενόσησαν, ὀξέα δὲ τούτοις καὶ θανατώδεα
ξυνέπιπτε.
κράσεως σηπεδόνα τῶν χυμῶν εὔλογον ἦν ὑπὸ τοῦ γενομένου
κρύους ἐπὶ τῇ τελευτῇ τοῦ χειμῶνος εἰς τὸ βάθος
ὠσθεῖσαν ἐργάζεσθαι νοσήματα παραπλήσια τοῖς ἐρυσιπέλασιν.
ἄλλε τε οὖν τινὰ τούτου γενόμενα τοῦ γένους διηγήσεται
καὶ ταῦτα τῇ τάξει 271 πρῶτα μετὰ τὸ ἐρυσίπελας
ἤδη γράφει. ταῦτα δ’ ἦν καυσώδη τε καὶ φρενιτικὰ,
κοινὴν μὲν ἔχοντα τὴν αἰτίαν, διαφέροντα δὲ τοῖς πάσχουσι
τόποις. οἷς μὲν γὰρ εἰς τὰ περὶ τὸ ἧπάρ τε καὶ τὴν γαστέρα
χωρία καὶ μάλιστ’ αὐτῆς τὸ στόμα κατέσκηψεν ἡ
κακοχυμία΄, τούτοις τὰ καυσώδη νοσήματα συνέπεσεν, οἷς δ’
ἐπὶ τὸν ἐγκέφαλον ἠνέχθη, τὰ φρενιτικά.
διψώδεες λίην, οὐδὲ παράληροι.
κατὰ τὸν ἴδιον τοῦ πάθους λόγον, ταῦτ’ ἐπισημαίνεται,
διὸ κακῶς ἀντὶ τοῦ κωματώδεις ἔγραψαν ἔνιοι καυματώδεις.
ἴδιον γὰρ τοῦτο τῶν καύσων, οἷς καὶ τὸ διψῇν
ἀπαύστως καὶ σχεδὸν οὐδ’ ἂν ἄλλο τις ἐξαίρετον εἴπῃ γνώρισμα
καύσων πυρετῶν, ἀλλ’ ἐκ δυοῖν τούτων αὐτάρκως
συμπληροῦσθαι φαίη, δίψους ἀπαύστου καὶ θερμασίας διακαιούσης
αἰσθανομένων τῶν καμνόντων. ἀλλ’ ἡ τότε κατάστασις
ὑγρότητος πολλῆς πληρώσασα τὴν κεφαλὴν τὸ
κωματῶδες ἢ πᾶσιν ἢ τοῖς πλείστοις τῶν ὁπωσοῦν νοσησάντων
ἤνεγκε σύμπτωμα κατὰ τὴν εἰσβολὴν τοῦ νοσήματος,
οὔπω τῆς κακοχυμίας εἰς τοσοῦτον δριμύτητος ἡκούσης, ὡς
ἀγρυπνίας τε σφοδρὰς καὶ παραφροσύνας καὶ φρενίτιδας ἐργάζεσθαι.
τὸ μὲν οὖν καῦμα σπανίως πάνυ γίνεται τοῖς καύσοις πυρετοῖς, τὸ δ’ ἀσᾶσθαι πάνυ πολλάκις. οὐ μὴν
ἀχώριστόν γ’ ἐστὶν, ὡς τὰ προειρημένα δύο, τό τε ἄπαυστον
τοῦ δίψους καὶ τὸ τῆς θερμασίας διακαές. φρικώδεις γε
μὴν πολλάκις οἱ καυσούμενοι γίνονται, διὸ καὶ τοῦτ’ ἐπεσημήνατο.
τὸ δ’ ἐφεξῆς γεγραμμένον, πυρετὸς οὐκ ὀξὺς, ἔνιοι
μὲν ἁπλῶς γράφουσι χωρὶς τῆς ἀποφάσεως πυρετὸς ὀξὺς,
τινὲς δὲ μετὰ τῆς ἀποφάσεως οὑτωσὶ, πυρετὸς οὐκ ὀξὺς,
ἀπό τινος ἑκάτεροι λόγου πιθανοῦ τὴν διαφέρουσαν ἔχοντες
γραφήν· οἱ μὲν χωρὶς τῆς ἀποφάσεως, ὅτι τῶν ἀχωρίστων
ἐπὶ καυσώδους νοσήματος ὀξὺς πυρετὸς, ὥσπερ καὶ δίψος·
οἱ δὲ καὶ δι’ αὐτὸ τοῦτο γεγράφθαι λέγοντες ἅμα τῇ ἀποφάσει,
διότι σπάνιόν τι καὶ παράδοξον αὐτοῖς συνέβη καθάπερ
τὸ τοῦ κώματος οὕτω καὶ τὸ τοῦ πυρετοῦ. καὶ γὰρ
οὖν καὶ τούτοις ἐφεξῆς αὐτὸν γράψαι φασὶν, οὐδὲ διψώδης
λίην. καίτοι καὶ τοῦτο τὸ σύμπτωμα καύσων πυρετῶν ἐστιν
ἰδιαίτατον· εἰκὸς οὖν, ὥσπερ οὐ λίην διψώδεις ἦσαν, οὕτως
αὐτοὺς οὐ λίην ὀξὺ πυρέξαι. τάχα δὲ καὶ γεγραμμένον ὑφ’
Ἱπποκράτους τὸ πυρετὸς οὐ λίην ὀξὺς, ὑπὸ τοῦ πρῶτον ἐκγραψαμένου σφαλέντος, ἔμεινεν ἡμαρτημένον· ἀναφύεται
δὲ μικρὸν ζήτημα περὶ πάντων τῶν παθογνωμονικῶν σημείων,
εἰ γὰρ ἐγχωρεῖ ποτὲ μὴ παρόντων αὐτῶν ὅμως φυλάττεσθαι
τὸ τοῦ πάθους εἶδος, ἕτερα τῶν παθογνωμονικῶν
ἡμῖν ἔσται πιστότερα πρὸς τὴν τῶν παθῶν διάγνωσιν,
ἀλλ’ εἴπερ τοῦθ’ ὑποθοίμεθα, προσηκόντως τις ἀξιώσει μὲν
ἐκεῖνα παθογνωμονικὰ καλεῖν, 272 ἃ δ’ ἔμπροσθεν ἐκαλεῖτο
παθογνωμονικὰ, συνεδρεύοντα· ὧν τὰ μὲν ἀχώριστ’
ἐστὶ καὶ ὡς ἄν τις φαίη τῆς τοῦ πάθους οὐσίας αὐτῆς
συνθετικά. τὰ δὲ συνεδρεύοντα τῶν ὡς τὸ πολὺ γινομένων
αὐτοῖς ἐστιν. εἰ οὖν ὁ κάμνων μὴ διψώδης μήτε
λίαν ὀξέως πυρέττων ᾖ, ἐκ τίνος ἔτι γνωρίσματος ἐροῦμεν
εἶναι τὸ νόσημα καῦσον; εἰ γὰρ καὶ πάνυ πολλοῖς τῶν καυσομένων
ἀσώδεσιν εἶναι συμβέβηκεν, ἀλλ’ οὐκ ἴδιόν γε τοῦ
πάθους τοῦτο· πολλοὶ γὰρ καὶ ἄλλοι τῶν ὑπωσοῦν νοσησάντων
ἀσώδεις γίνονται. οὐδὲν γοῦν ὅπερ ἐνίοις ἔδοξε τὰς
τοιαύτας ἀπορίας οἰηθεῖσιν ἀποδράσασθαι καὶ ἡμῖν ἔσται
ῥητέον, ἐκ τῶν διαχωρουμένων μάλιστα γνωρίζεσθαι τὸν καῦσον εἰποῦσιν. οὔτε γὰρ ἄκρατα χολώδη μόνοις καύσοις
ἐκκρίνουσιν αἱ γαστέρες οὔτε σύντηξις μόνοις τούτοις, ἀλλ’
ἐστὶ μὲν καὶ ταῦτα συμπτώματα κακοήθη τε καὶ διακαῶν
πυρετῶν. ἐκκρίναντες δ’ ὅμως αὐτὰ πολλοὶ καὶ διψῶσι μετρίως
καὶ τὰς τοῦ πυρετοῦ θερμασίας ἀνέχονται· κατὰ δὲ
τὴν προκειμένην κατάστασιν οὐδὲ τοιαῦτ’ ἐγένετο διαχωρήματα·
κοιλίαι γὰρ, φησὶ, ταραχώδεις τοῖσι πλείστοισι τούτων,
διαχωρήμασιν ὠμοῖσι, λεπτοῖσιν. ἔοικεν οὖν Ἱπποκράτης
τὸν καῦσον γνωρίζειν τῷ διηνεκεῖ τοῦ δίψους τε καὶ τῆς
διακαοῦς θερμασίας, ὥσπερ τὴν φρενῖτιν τῷ διηνεκεῖ τῆς
παραφροσύνης. οὕτω γὰρ εἰ καὶ μὴ πάνυ διψώδεις εἶεν
οἱ κάμνοντες ἢ μὴ πάνυ σφόδρα διακαιόμενοι, δι’ ὅλης δὲ
τῆς νόσου τὰ λελεγμένα εἶεν δύο συμπτώματα, καῦσος εἶναι
τὸ νόσημα λεχθήσεται καὶ γενήσεται μέν τις αὐτοῦ θερμότερος
πυρετὸς, ὡς καὶ συντήκειν τὸ σῶμα καὶ διαχωρήσεις
ἐργάζεσθαι χολώδεις καὶ συντηκτικάς· οὐ λεχθήσεται δὲ
καῦσος, ἂν μὴ διαμένοντα δι’ ὅλης ἔχῃ τῆς νόσου τὰ εἰρημένα
δύο μικρὸν ἔμπροσθεν, ἄπαυστόν τε τὸ δίψος, ὁπόσον ἂν τύχωσι πίνοντες, ἀηδῆ τε καὶ καυσώδη καὶ ἀσώδη τὴν
θερμασίαν. ὡς τὸ πολὺ μὲν οὖν καὶ δίψος σφοδρότατον
αὐτοῖς ὑπάρχει καὶ πυρετὸς διακαέστατος· ἐν δὲ τῷ σπανίῳ
καθάπερ νῦν ὅ τε πυρετὸς οὐκ ἀκριβῶς ὀξὺς ἐγένετο
καὶ διψώδεις οὐ λίαν οἱ κάμνοντες ἦσαν, ἅπερ ἐπεσημήνατο
δι’ αὐτὸ τοῦτο, καθάπερ καὶ τὸ μηδ’ ὅλως αὐτοὺς γενέσθαι
παραλήρους, ἐπειδὴ καὶ τοῦτο συμπίπτει τοῖς καύσοις. ὅτι
δὲ μικρᾶς παραφροσύνης ἐστὶν ὄνομα τὸ παράληροι, πρόσθεν
εἴρηται.
αἱμοῤῥαγίαι τοῖς ἐπιεικέσιν. ἀλλὰ καὶ συλλήβδην εἰπεῖν,
ἅπασα στάξις ἀπὸ ῥινῶν μοχθηρόν ἐστι σημεῖον, ὡς
ἐμάθομεν.
οἵ τε καῦσοι καὶ πάνθ’ ὁμοίως αὐτοῖς τὰ λίαν ὀξέα νοσήματα
τοὺς παροξυσμοὺς ἐν περισσαῖς ἔχοντα.
ἀφωνίη.
ὀλεθρίων οὖσα. τὴν ἄφεσιν δὲ τὴν οἷον ἔκλυσίν τε καὶ πάρεσιν
ἁπάντων τῶν μορίων τοῦ σώματος εἰκός ἐστι λέγειν
αὐτὸν, ὅταν ὁμοίως τοῖς παραλελυμμένοις ἐῤῥιμμένα φαίνηται.
ὅτι δ’ ὀλέθριον καὶ τοῦτ’ ἐστὶ μεμάθηκας. ὥσπερ
καὶ περὶ τῶν ἄλλων ἁπάντων συμπτωμάτων, ὅσα γέγραπται
κατὰ τὸ βιβλίον, ὡς ἐξηγεῖσθαι μόνον ἐν αὐτῷ χρὴ τὰ δοκοῦντα μὴ σαφῶς εἰρῆσθαι, τῶν ἀποδεδειγμένων ἐν ἑτέροις
ἀναμιμνήσκοντα μόνον, οὐ κατὰ διέξοδον διδασκαλίας αὐτῶν
ποιούμενον.
πολὺ δὲ περὶ τοὺς παροξυσμοὺς μάλιστα, πάλιν τε βραδέως
καὶ οὐ καλῶς ἀνεθερμαίνοντο καὶ πάλιν κατενόουν
καὶ διελέγοντο.
νοσήμασι διηγεῖται, μοχθηρῶν ἀπάντων ὄντων.
ἄγρυπνοι.
τε τῷ περὶ τοῦ κώματος γράμματι καὶ τοῖς ἔμπροσθεν ὑπομνήμασι.
ὅταν γὰρ ἐγρηγορέναι μὲν ἀνεῳγόσι τοῖς ὀφθαλμοῖς οἱ
κάμνοντες μὴ δύνωνται, μύσαντες δ’ αὐτοὺς ἐλπίδι τοῦ κοιμηθῆναι
διαμένωσιν ἐγρηγορότες, τὸ τοιοῦτον καλοῦμεν
οὐχ ὑπνῶδες κῶμα. εἰ δὲ καὶ πόνος τις αὐτοῖς παρείη,
προδήλως ἀγρυπνήσουσι μᾶλλον οἱ οὕτως ἔχοντες, ὡς μηδ’
εἰς φαντασίαν ὕπνου τε ἀφικέσθαι λεπτοῦ. γίνεται γάρ τι
καὶ τοιοῦτον τοῖς οὕτω κω 274 ματώδεσιν, ὡς ἐν μεθορίῳ
καθίστασθαι τῶν τ’ ἀκριβῶς ἐγρηγορότων καὶ τῶν
κοιμωμένων.
ὠμοῖσι, πολλοῖσι, λεπτοῖσι.
τῶν διαχωρημάτων ἰδέᾳ κατὰ τὴν τῶν καυσωδῶν νοσημάτων διάγνωσιν. ὠμὰ γοῦν ἔφη καὶ λεπτὰ καὶ διαχωρούμενα
τοῖς τότε καυσουμένοις γίνεσθαι, μήτε χολωδῶν ἀκράτων
μήτε συντήξεων μνημονεύσας, ἅ τινες οἴονται μέγιστα γνωρίσματα
καύσων εἶναι πυρετῶν.
γράψας αὐτοῖς μηκέτι προστιθέναι πότερον ἀγαθοῦ
τινός ἐστιν ἢ κακοῦ σημεῖα, μεμνῆσθαι νομίζων ἡμᾶς
ὧν ἐμάθομεν ἐν προγνωστικῷ καθόλου, περὶ κακίας τε καὶ
ἀρετῆς οὔρων. ἐνταῦθ’ οὖν μοι δοκεῖ προστεθεικέναι,
καίτοι προειρηκὼς αὐτὰ λεπτὰ, διότι προσέγραψεν αὐτοῖς
τὰ πολλά. μεμνημένος γὰρ ὅτι καὶ δι’ οὔρων πλήθους
αὐτὸς ἡμᾶς ἐδίδαξε γίνεσθαί ποτε κρίσιν, ἐπεσημήνατο νῦν
ὅτι καὶ πολλῶν ὄντων αὐτῶν ὅμως οὐδὲν ἦν κρίσιμον οὐδὲ
χρηστόν· οὐ γὰρ ἐκκαθαίρουσα τὸ σῶμα καὶ κινοῦσα τὰ λυποῦντα φαίνεται νῦν ἡ φύσις ἐργαζομένη τὸ πλῆθος τῶν
οὔρων, ἀλλ’ ὥσπερ ἔμαθες ἱδρῶτάς τε καὶ διαχωρήματα
ποτὲ μὲν ὡς συμπτώματα τῆς κατὰ τὸ σῶμα περιουσίας
τῶν μοχθηρῶν χυμῶν ἐκκρίνεσθαι, ποτὲ δὲ ἐκκαθαιρούσης
αὐτὰ τῆς φύσεως, οὕτω καὶ νῦν τὰ οὖρα πλεοναζούσης
ὑγρότητος ὀῤῥώδους ἐν τῷ σώματι συμπτώματ’ ἐστί. διὰ
τοῦτ’ οὖν αὐτοῖς προσέθηκε τὸ κρισιμὸν οὐδὲν οὐδὲ χρηστόν.
ἐξεκρίνετο γὰρ ἤτοι διὰ πλῆθος ἄμετρον, οὐ δυναμένων
αὐτὰ τῶν περιεχόντων μορίων στέγειν, ἢ διὰ δῆξιν
ἰσχυρὰν ἀνιωμένων τε καὶ διὰ τοῦτο πρὸς τὴν ἀπόκρισιν
ἐξορμώντων. τοιαῦτα δὲ κατὰ τὴν αὐτὴν ταύτην κατάστασιν
ἐγένετο καὶ διὰ τῆς γαστρὸς ἐκκρινόμενα, καθότι προείρηται·
καὶ δηλονότι καὶ οἱ ἱδρῶτες ἀνάλογον αὐτοῖς ἦσαν.
ἐπεφαίνετο, οὔτε γὰρ ᾑμοῤῥάγει καλῶς οὔτε τις ἄλλη
τῶν εἰθισμένων ἀπόστασις ἐγίνετο κρίσιμος, ἔθνησκόν τε ἕκαστος, εἰ τύχῃ, πεπλανημένως, τὰ πολλὰ περὶ τὰς κρίσιας,
ἐκ πολλοῦ δέ τινες, ἄφωνοι, ἱδρῶντες πολλοί. τοῖσι
γοῦν ὀλεθρίως ἔχουσι συμβαίνει ταῦτα.
κατέλεξεν ἐνταῦθά σοι, τὰ τῶν ὀλεθρίως ἐχόντων καυσωδῶν
συμπτώματα. προακήκοας δὲ πολλάκις ἤδη διὰ τί
τῶν εἰρημένων ἕκαστον ὀλέθριόν ἐστι· τοῖσι μὲν ὀλεθρίως
ἔχουσι ξυνέπιπτε ταῦτα.
τοῖς φρενιτικοῖς μεταβαίνει· προσχῶμεν οὖν κᾀνταῦθα
ταῖς ῥήσεσιν αὐτοῦ.
φησὶν οὐχ οὕτως διὰ τὸ πολλὴν ὑγρότητα πλεονάζουσαν
ἔχειν ἐν τῷ στόματι τῆς γαστρὸς, ὡς διὰ τὸ μὴ
παρακολουθεῖν οἷς ἔπασχον καὶ νενεκρῶσθαι τὴν ὀρεκτικὴν
τοῦ στομάχου αὐτοῖς δύναμιν.
ἀλλ’ ἄλλῃ τινὶ καταφορῇ κακῇ, νωθρῇ, βαρέως
ἀπώλλυντο.
οὐδεὶς, ἀπλῶς εἰρήκει τοὺς τότε φρενιτικοὺς ἀπόλλυσθαι
καταφορῇ νοθρῇ, πιθανὸν ἦν ἀκοῦσαι μεταπτώσεως
εἰς λήθαργον αὐτοῖς γενομένης, οὕτω διαφθείρεσθαι. προειρημένου δὲ τοῦ, οὐδ’ ἐξεμάνη οὐδεὶς, εὐλογώτερόν ἐστι μετὰ
καταφορᾶς αὐτοὺς ἀπόλλυσθαι μένοντας φρενιτικοὺς, ὅπερ
ἐστὶ παραφρονοῦντας, ἐν τούτῳ γὰρ μόνῳ διηνεκῶς ὑπάρχοντι
μετὰ πυρετοῦ τὴν φρενῖτιν νοοῦμεν, οὐδενὶ διαφέρουσαν
ἄλλῳ τῆς μανίας πλὴν τῷ πυρετῷ. φρενῶν μὲν
γὰρ ἄμφω βλάβαι. τὸ δὲ χωρὶς πυρετοῦ τῶν μαινομένων
ἴδιον, ὥσπερ τὸ σὺν πυρετῷ τῶν φρενιτικῶν. θαυμαστὸν
οὖν οὐδὲν ἠθροισμένων ἐν τῷ σώματι χυμῶν ὠμῶν, ὡς τά
γε διαχωρούμενα τὴν ἔνδειξιν ἐποιήσατο, κωματώδεις τε
ἅμα καὶ παραφρονοῦντας 426 γενέσθαι, κωματώδεις
μὲν διά τε τὸ πλῆθος καὶ τὴν ψυχρότητα τῶν ὠμῶν χυμῶν,
παραφρονοῦντας δὲ, διότι σηπόμενοι δριμύτητά τε
καὶ θερμασίαν ἐγέννων.
αὐτοῖς τὰ συμβάντα καὶ μετὰ ταῦτα πάλιν εἰπὼν, παραπλήσια
δὲ καὶ τοῖσι φρενιτικοῖσιν. εἶτα καὶ τὸν περὶ τούτων
λόγον ἅπαντα πληρώσας ἑξῆς ἐπήνεγκεν· ἦσαν δὲ καὶ
ἄλλοι πυρετοὶ περὶ ὧν γεγράψεται. δηλοῖ γὰρ ἐκ ταύτης
τῆς λέξεως πυρετῶν εἴδη τὸν καῦσον εἶναι καὶ τὴν φρενῖτιν,
καῦσον μὲν, ὃς ἂν διηνεκὲς ἔχῃ δίψος μετὰ διηνεκοῦς
πυρώσεως πολλῆς, φρενῖτιν δὲ, ὡς ἂν συνεχὴς ὢν, ἅμα καὶ
παραφροσύνῃ γίνεται διηνεκεῖ.
πολλὰ, ἑλκώματα, φύματα ἔξωθεν, εἴσωθεν τὰ παρὰ
βουβῶνας.
κατὰ μέρος ὑπὲρ ἑκάστου λέγει, μέχρι τοῦ φθινοπώρου
τὰς τῶν ἐρυσιπελάτων γενέσεις εἰπὼν προελθεῖν, εὔδηλός ἐστι καὶ περὶ τῶν νῦν ἐφεξῆς αὐτοῖς γραφομένων ἁπάντων
ἐνδεικνύμενος ταὐτό. κατὰ τοῦτ’ οὖν αὖθις ἐμνημόνευσε
τῶν αὐτῶν.
ἐπιφύσιες βλεφάρων ἔξωθεν, ἔσωθεν, πολλῶν φθείροντες
τὰς ὄψιας, ἃς σῦκα ἐπονομάζουσιν.
ἔχειν εἶδος ἐν τῇ κατὰ πάχος καὶ λεπτότητα διαφορᾷ, καθάπερ
εἴωθεν ἀεὶ σχεδὸν ἐφ’ ὑγραῖς καὶ νηνέμοις γίνεσθαι
καταστάσεσιν. εἰ μὴ γὰρ οἰκείοις τις τοῖς γυμνασίοις
χρώμενος ῥιπίζει τε ἅμα καὶ διακαθαίρει καὶ κινεῖ τὸ σῶμα,
πλῆθος ἀθροίζει χυμῶν καὶ παχέων καὶ λεπτῶν· παχέων
μὲν διὰ τὴν ἀργίαν, λεπτῶν δὲ καὶ ὑδατωδῶν, διὰ τὸ
μὴ κεκενῶσθαι. τῆς μὲν οὖν λεπτότητος αὐτῶν τεκμήρια
τά τε κατὰ τὴν γαστέρα διερχόμενα λεπτὰ καὶ τὰ οὖρά γε τοιαῦτα γενόμενα· τοῦ δὲ πάχους τό τε χρονίσαι πᾶν καὶ
τὸ συνεδρεῦον τοῖς πλείστοις κῶμα. καὶ τούτων οὖν εἰκότως
οἷς ἐπ’ ὀφθαλμοὺς ἔῤῥεψε τὸ πλῆθος, ὑγρᾶς μὲν
ὀφθαλμίας εἰργάσατο διὰ τὴν λεπτότητα, τὰς δὲ τῶν βλεφάρων
ἐπιφύσεις διὰ τὸ πάχος. τοῦ γὰρ ἐπιῤῥέοντος τοῖς
ὀφθαλμοῖς χυμοῦ τὸ μὲν ἐκκρινόμενον ὑγρὸν ἐργάζεται τὰς
ὀφθαλμίας, τουτέστι μετὰ ῥεύματος ὑγροῦ καὶ ὑδατώδους,
τὸ δὲ παχύτερον ἐμπλαττόμενον τοῖς πάσχουσι μορίοις τὰς
ὀχθώδεις ἐπαναστάσεις. ὅσον δὲ ἐν τῷ βάθει τῶν ὀφθαλμῶν
ἐγένετο τοῦ παχέος χυμοῦ τὰς ὀδύνας εἰργάζετο.
αἰδοίοισι.
οὐκ ἐνταῦθα μόνον, ἀλλὰ κᾀπὶ τῶν αἰδοίων ἔφη γενέσθαι,
καὶ εἴ πού τι μόριον ἄλλο συνέτυχεν ἑλκωθῆναι, τοῦ πάχους τῶν χυμῶν, ὡς εἴρηται, τὰς τοιαύτας ἐπιφύσεις ἐργαζομένου·
καλοῦσι δ’ αὐτὰς οἱ πολλοὶ μύκητας.
κακοχυμίαν ἡ σηπεδὼν ηὐξάνετο, τοῦ θέρους δ’ ἐπιλαβόντος,
οὐδ’ αὐτοῦ τοὺς ἐτησίας ἔχοντος, ἔτι καὶ μᾶλλον εἰς
ἄκρον ἀφίκετο καὶ διὰ τοῦτο θερμὰ νοσήματα πλείω τε καὶ
κακοηθέστερα τῶν ἔμπροσθεν ἐγένετο. δέδεικται γὰρ ὅτι
καὶ ὁ ἄνθραξ ἐκ θερμῆς μέντοι πυῤῥότητος, παχείας δὲ κατὰ
τὴν σύστασιν ὕλης ἔχει τὴν γένεσιν.
ἐξανθούντων κατὰ τὸ δέρμα. γένεσις δ’ αὐτοῖς ἐκ τῶν
περιττῶν δηλονότι χυμῶν, ἀλλὰ καὶ τῇ ποιότητι προσηκόντως
ἕπεται, τῶν μὲν χυμῶν λεπτῶν ἑλκώσεις ἐργαζομένων
μᾶλλον ἢ ὄγκους, τῶν δὲ παχέων εἰς ὄγκον ἐξαιρόντων τὸ
δέρμα. πρόδηλον δ’ ὅτι ταὐτοῦ γένους ἐστὶ τοῖς προειρημένοις
ἐπιφύεσθαι κατὰ τὰ βλέφαρα καὶ τὰ ἕλκη καὶ τὰ
νῦν ἐν τῷ δέρματι τὴν γένεσιν αὐτόματον ἔχοντα.
τὸ μετ’ ἀναβρώσεως κακοήθους γίνεσθαι κέκληκεν. ἑκάτερον
δ’ ἀκολουθεῖ τῇ κατὰ τοὺς χυμοὺς εἰρημένῃ διαθέσει.
παιδίοισι καὶ πᾶσιν ὅσα πρὸ ἥβης καὶ ἀπώλλυντο τὰ πλεῖστα
τούτων, λειεντερικοὶ πολλοί.
προσφερόμενα τὰ παιδία διαφθείρει τὰς τροφὰς πολλάκις
εἰκότως ἡλίσκετο τεινεσμοῖς. ἔστι μὲν οὖν καὶ ἄλλως ὀδυνηρόν
τε καὶ ὀχληρὸν τὸ πάθος, ὀδυνηρὸν μὲν διὰ τὴν
τάσιν, ὀχληρὸν δὲ διὰ τὸ συνεχὲς τῆς ἐξαναστάσεως. ἐν δὲ
τῇ νῦν καταστάσει πληθωρικῇ τε ἅμα καὶ κακοχυμίᾳ λεγομένῃ
πολλοὶ μᾶλλον λειεντερικοί. ἀῤῥωστούσης γὰρ τῆς
καθεκτικῆς δυνά 279 μεως ἔμαθες γινομένας τὰς λειεντερίας.
εἰκὸς δὲ οὖν ὥσπερ ἡ θρεπτικὴ δύναμις τῆς γαστρὸς
ἐνεκρώθη, δι’ ἣν ἀποσίτους ἐσχάτως αὐτοὺς γενέσθαι
φασὶν ὀλίγον ὕστερον, οὕτως καὶ τὴν καθεκτικὴν
βλαβῆναι.
οὐκ ἐπιπόνως νοσήσασι, προείρηται δ’ οὐδεὶς οὗτος, ἀλλὰ
τοὐναντίον 427 μᾶλλον οἵ τ’ ἔμπροσθεν ἅπαντες οἵ τε
πρὸ τῶν λειεντερικῶν εἰρημένοι τεινεσμώδεις ἐπιπόνως ἐνόσησαν.
μήτ’ οὖν ἡ λέξις ἡμάρτηται, καθάπερ καὶ ἄλλα
πολλὰ τῶν ἁμαρτημάτων ἐν πολλοῖς τῶν βιβλίων ἐφυλάχθη,
τοῦ πρώτου γραφέως ἁμαρτόντος· ἄμεινον γὰρ ἦν γεγράφθαι,
οὗτοί τε λίην ἐπιπόνως. ἔνιοι μέντοι φασὶν εἰρῆσθαι
τὸ οὐδ’ οὗτοι λίην ἐπιπόνως ἐν ἴσῳ τῷ πολλοὶ δυσεντεριώδεις
οὐκ ἐγένοντο, δηλοῦν βουλομένου τἀνδρὸς ἐκ
τοῦ ἐπιπόνως τὴν γένεσιν τοῦ νοσήματος, οὐ τὸν τρόπον.
ἔνιοι δ’ ὅτι τοῖς δυσεντερικοῖς ἀνωδύνως ἐνοχλουμένοις ἐφεξῆς
εἴρηται, διὰ τοῦτό φασι τὸ οὐδ’ οὗτοι λίην ἐπιπόνως
ὑπ’ αὐτοῦ προστεθεῖσθαι, νοσούντων ἡμῶν τοὺς λειεντερικοὺς
ἐξ ἀνάγκης ἀνωδύνους εἶναι.
μὲν αὐτὸ τὸ νούσημα εἰς τοιοῦτον κατέσκηψεν, ἄνευ
τε αὐτῶν πυρετῶν καὶ ἐν πυρετοῖς, μετὰ πόνων στρόφοι
καὶ ἀνειλίσιες κακοήθεες, τῶν πολλῶν ἐνόντων τε καὶ
ἐπισχόντων διέξοδοι, τὰ δ’ ἐξιόντα πόνους οὐ λύοντα καὶ
πάμπολλα μόρια τοῦ σώματος ἔπαθον.
νοσήματος, ἐπειδὴ φύσει διαφέρουσιν ἀλλήλων οἱ
ἄνθρωποι καὶ ἡλικίαις καὶ διαίταις. ἄλλος οὖν ἄλλον ἔχων
πλεονάζοντα χυμὸν ὑπὸ τῆς καταστάσεως ηὔξησε τοῦτον,
ὡς ἐδείξαμεν, εἶτα τῆς σηπεδόνος ἐπιγενομένης κατὰ τὰς
διαφορὰς τῶν ἠθροισμένων χυμῶν ἡ σῆψις ὑπηλλάττετο·
καὶ μέντοι καὶ φερομένης αὐτῆς εἰς τὸν ἑκάστῳ τῶν πασχόντων
τόπον ἀσθενέστατον φύσει πολλοῖς οὕτω συνέβη
παθεῖν μορίοις, ὡς ἂν καὶ τῶν ἀνθρώπων ἱκανῶς πολλῶν
γενομένων. εὔλογον οὖν ἦν τοῖς φύσει χολώδεσι καὶ κατὰ τὴν ἀκμαστικὴν ἡλικίαν οὖσι καὶ φροντισταῖς καὶ ταλαιπωρουμένοις
ἐν ἔργοις τε καὶ πράξεσι ταῦτα πλεονάσαι.
τὰ δὲ λιπαρὰ συντήξεως αὐτὸς ἐδίδαξεν εἶναι σημεῖα. τὰ
δ’ ὑδατώδη λεπτῆς καὶ ὀῤῥώδους ὑγρότητος. πολλοῖς δέ
φησιν αὐτὸ 280 τοῦτο γενέσθαι τὸ νόσημα, τουτέστι
τὸ διαχωρεῖν τὰ τοιαῦτα· καὶ γὰρ χωρὶς πυρετῶν ἐνίοις
τοῦτο γενέσθαι φησί. τὰς δὲ διεξόδους, τουτέστι τὰς
κενώσεις αὐτοῖς συμβῆναι, πολλῶν ἐνόντων καὶ ἐπισχόντων,
ὅπερ ἴσως σημαίνει πολλῶν ἔτι καὶ κατὰ τὸ σῶμα
τῶν ἐνόντων οὐδὲν ἧττον τὰς διεξόδους γενέσθαι πολλὰς καὶ
διὰ τοῦτο μηδὲ τοὺς πόνους λύειν τὰ διεξιόντα. πῶς γὰρ
οἷόν τε λύειν αὐτὰ, πολλῶν ἔτι τῶν ἐπεχομένων ὄντων.
αἱ καθάρσιες τοὺς πλείστους προσέβλαπτον. τῶν δὲ οὕτως
ἐχόντων πολλοὶ μὲν ὀξέως ἀπώλλυντο, πολλοῖσι δὲ
καὶ μακρότερα διῆγεν.
βοηθήματα καὶ ἰδίως τὰ ἐσθιόμενα καὶ πινόμενα. τὰς δὲ
καθάρσεις ὧν ἐμνημόνευσεν ἐν ἑκατέροις τάξαι δυνατόν.
ὅτι δ’ οὐκ ὠφελεῖ τὰ βοηθήματα τοὺς οὕτως ἔχοντας εὔδηλόν
ἐστιν, εἰ καὶ μηδὲν αὐτὸς εἰρήκει. πολλῶν γὰρ ἀποθνησκόντων,
ἀνωφελῆ δηλονότι πᾶσιν αὐτοῖς τὰ βοηθήματα.
καὶ τὰ ὀξέα, ἐκ τῶν κατὰ κοιλίην ἀπέθνησκον
μάλιστα, πάντας γὰρ κοιλίην συναπήνεγκεν.
ἐκ τῶν διὰ τῆς κοιλίας κενουμένων σχεδὸν ἅπαντας ἀνεῖλεν.
ἦν δὲ σύντηξις τὰ κενούμενα καὶ τοῦτ’ ἔοικεν ἀχώριστον
εἶναι σύμπτωμα τοῦ καλουμένου λοιμώδους ἰδίως πυρετοῦ,
καταλαμβάνοντος τοὺς ἀνθρώπους καὶ χωρὶς λοιμοῦ.
οἷς ἐγὼ οὐδὲ πώποτε ἐνέτυχον. πολλοὶ
δὲ μάλιστα οὗτοι καὶ οἱ ἐκ τούτων καὶ ἐκ τῶν ἄλλων δ’
οἱ ὀλεθρίως ἔχοντες.
ἐν τῷ νῦν γενομένῳ λοιμῷ τῷ μακρῷ καὶ δι’ αὐτό γε τοῖς
πλείστοις ἀποθανεῖν συνέβη. ὅσοι γοῦν ἀνδρειότεροι, βιαζόμενοι
σφᾶς αὐτοὺς προσεφέροντο τὰ διδόμενα σιτία σχεδὸν
ἅπαντες ἐσώθησαν. οἱ πλεῖστοι δ’ ἀποθανεῖν εἵλοντο
μᾶλλον ἢ προσενέγκασθαί τι. ταῦτ’ οὖν ἔοικε συμβῆναι
καὶ τοῖς τότε νοσήμασι τὰ κατὰ γαστέρα μάλιστα· καὶ γὰρ
καὶ ταύτης ἔργον ἐστὶν ὄρεξις σιτίων.
αὐτὸς ὠνόμασεν, ἐνοχλουμένων ὁ λόγος αὐτῷ νῦν εἴρηται.
δῆλον δ’ ἐξ ὧν ἐπιφέρων εἶπε, τῶν δ’ ἐν πυρετοῖσι καὶ
τοῖς ἄλλοις οὐδεὶς ἀκαίρως, φανερὸν δ’ ἐξ ὧν εἰρήκαμεν
ἀνωτέρω καὶ διὰ τί μήτε διψώδεις ἅπαντες ἦσαν μήτ’ ἄδιψοι.
πάχος τε γὰρ χυμῶν καὶ λεπτότης ὑδατώδης ἠθροίσθη,
ψυχρὰ μὲν ἄμφω κατὰ τὴν ἑαυτῶν φύσιν, ἐπίκτητον
δὲ θερμασίαν ἐκ σηπεδόνος λαμβάνοντα. καὶ τοίνυν ἐφ’ ὧν
μὲν ἤδη τὸ σηπεδονῶδες θερμὸν ἐπεκράτει, διψώδεις ἦσαν,
ἐφ’ ὧν δ’ οὐδέπω, καὶ οὗτοι πάλιν εὐλόγως ἦσαν ἄδιψοι.
ἀλλ’ ἦν κατὰ ποτὸν διαιτᾶν, ὡς ἤθελες.
ἐνοχληθέντων ὅτι διψώδεις ἦσαν οἱ μὲν, οἱ δ’ οὒ, νῦν ἤδη
καὶ περὶ τῶν ἅμα πυρετοῖς νοσούντων ἔφη μηδένα διψώδη
γενέσθαι πάνυ σφόδρα, μηδ’ ὥστε τοῖς ἰατροῖς ἀπειθεῖν.
ἐγένετο δὲ τοῦτο διὰ τὸ μὴ συῤῥεῖν αὐτοῖς εἰς τὴν γαστέρα
τῶν σηπεδονωδῶν ἰχώρων τοσοῦτον ὅσον ἐπὶ τῶν προειρημένων.
προσφερομένων ποτῶν, ἀλλὰ πολ 428 λὸν ὑπερβάλλοντα.
πολλὴ δέ τις καὶ τῶν οὔρων κακότης ἦν τῶν
ἀπιόντων. οὔτε γὰρ πάχος οὔτε πεπασμὸς οὔτε κάθαρσις
χρηστὴ εἶχε. ἐπὶ πολλοῖσι γὰρ αἱ κατὰ κύστιν
καθάρσιες χρησταὶ γενόμεναι, ἀγαθὸν ἐσόμενον· τοῖσι δὲ
πλείστοισι σύντηξιν καὶ ταραχὴν καὶ πόνους καὶ χρόνους
καὶ ἀκρισίας.
ἐξηγήσεως. αὐτὸς γὰρ ἐνεδείξατο σαφῶς κατὰ τὸν ἔμπροσθεν
λόγον ὃν ἐγὼ διῆλθον, ὡς ἐνίοτε λόγῳ συμπτώματος
κενοῦται τὰ οὖρα, καθάπερ ἱδρῶτές τε καὶ ἔμετοι καὶ τὰ
διὰ γαστρὸς ἀπιόντα.
ἦσαν. ἀτὰρ καὶ ἐπὶ τοῖσιν ἄλλοισι νοσήμασι πᾶσι τοῖσι
μεγίστοισι, ὅτι μετὰ πυρετοῦ γίγνοιτο.
ἐφ’ ὧν ἔπαθεν ἡ κεφαλή. πάσχει δὲ τοῖς μὲν φρενιτικοῖς
κατὰ πρῶτον λόγον, καύσοις δὲ κατά τι συμβεβηκός. ἡ γὰρ
θερμασία τοῦ πυρετοῦ πρὸς τὴν κεφαλὴν ἀναφέρει τοὺς
μοχθηροὺς χυμούς. ἐπλεόναζον δὲ νῦν οἱ ὠμοὶ καὶ ψυχροί.
ἢ λεπτοὺς καὶ μικροὺς ὕπνους κοιμᾶσθαι.
καὶ λεπτοὺς ὕπνους ἔχον ἐναντίον ἐστίν. ἐγίνετο δὲ
τὸ μὲν πρῶτον, οἷς ἐπεκράτει τὸ πάχος καὶ τὸ πλῆθος τῆς
ψυχρᾶς ὕλης, τὸ δὲ δεύτερον οἷς ἡ λεπτότης διασηπομένη.
τεταρταίων, νυκτερινῶν, συνεχῶν, μακρῶν, πεπλανημένων,
ἀσωδέων, ἀκαταστάτων.
νοσήματα καὶ τὰ τῶν πυρετῶν ἤδη πλείω συνέπεσε. ἐμνημόνευσε δὲ τῶν μὲν διαλειπόντων ἁπάντων τριῶν ὄντων, ἀμφημερινῶν,
τριταίων καὶ τεταρταίων· τριταίων μὲν καὶ τεταρταίων
ὀνομαστὶ πρῶτον, ἀμφημερινοῦ δ’ ἐν τῷ φάναι νυκτερινῶν.
διττῆς γὰρ οὔσης αὐτοῦ διαφορᾶς, καθόσον οἱ μὲν ἐν
ἡμέρᾳ παροξύνουσιν, οἱ δ’ ἐν νυκτὶ καὶ διὰ τοῦτο καὶ τὰς προσηγορίας
ἐντεῦθεν ἐπεκτήσαντο διαφόρους. ὁ Ἱπποκράτης τῶν
τότε πλεονασάντων ἐμνημόνευσε νυκτερινῶν ὄντων. ἀναμνησθῶμεν
οὖν ἔτι καὶ κατὰ τὸ πρῶτον τῶν ἐπιδημιῶν καὶ κατὰ
τὸ δεύτερον, ἀῤῥώστων τε πολλῶν μνημονεύσας ἰδίᾳ καὶ καταστάσεις
ὅλας διηγησάμενος, οὐδαμόθι πεμπταῖον ἢ ἑβδομαῖον
ἢ ἄλλον τινὰ πολυήμερον ἔγραψε πυρετὸν, ὥσπερ
οὐδ’ ἐν τῷ τρίτῳ τῶν ἐπιδημιῶν οὔτ’ ἐν τοῖς ἔμπροσθεν
οὔτ’ ἐν τοῖς ἐφεξῆς ἄχρι τέλους. ἐκ τούτων ὑπέρχεταί μοι
περὶ τῶν ἐν τῷ πρώτῳ τῶν ἐπιδημιῶν εἰρημένων ὑποπτεύειν
ὥσπερ προγεγραμμένων, ἐν οἷς βούλεται καὶ ἄλλους τινὰς
εἶναι πολυημερωτέρους τοῦ τεταρταίου πυρετοῦ. ἐν δὲ τῇ
προειρημένῃ ῥήσει τὸ τῆς οἰκείας προσηγορίας, ὥσπερ τὸ τῶν συνεχῶν, τὰ δ’ εἴδη πάντα διελθὼν αὐτοῦ, μετὰ ταῦτα
κοινῇ προσηγορίᾳ τοὺς συνεχεῖς ἐδήλωσεν ὧν προειρήκει
καύσους τε καὶ φρενίτιδας· ἐφεξῆς δὲ τήν τε τῶν μακρῶν
καὶ τὴν τῶν πεπλανημένων ἔγραψε προσηγορίαν, ἔνθα μοι
καὶ τοῦ κατ’ ἀρχὰς εἰρημένου τῆς προκειμένης ῥήσεως μέμνησο
τοῦ πυρετῶν εἴδη καλεῖν αὐτῶν ἅπαντα τὰ
κατειλεγμένα.
τε γὰρ τοῖσι πλείστοισι ταραχώδεες, φρικώδεες, ἱδρῶτες
οὐ κρίσιμοι καὶ τὰ τῶν οὔρων ὡς ὑπογέγραπται. μακρὰ
δὲ τοῖσι πλείστοισι τουτέων. οὐδὲ γὰρ αἱ γινόμεναι τουτέοισιν
ἀποστάσιες ἔκρινον, ὥσπερ ἐπὶ τοῖσιν ἄλλοισι·
δύσκριτα μὲν πᾶσι πάντα ἐγίνετο καὶ ἀκρισίαι καὶ χρόνια,
πολὺ δὲ μάλιστα τούτοισιν· ἔκρινε δὲ τουτέων ὀλίγοισι
περὶ ὀγδοήκοντα, τοῖσι δὲ πλείστοισιν, ὡς ἔτυχεν,
ἐξέλιπεν, ἔθνησκον δὲ τουτέων ὀλίγοι ὑπὸ ὕδρωπος ὀρθοστάδην· πολλοῖσι δὲ καὶ ἐπὶ τοῖσιν ἄλλοισι νουσήμασιν
οἰδήματα παρώχλει, πολὺ δὲ μάλιστα τοῖσι φθινώδεσιν.
πολλῆς φησι γενέσθαι ταραχῆς, εἶθ’ ἑξῆς αὐτὸς ἐξηγεῖται τί
ἦν ἡ ταραχὴ, τὰ συμπτώματα γράφων αὐτῶν. καὶ τἄλλα
δὲ τὰ ἐφεξῆς εἰρημένα πρόδηλα τοῖς μεμνημένοις τῶν
ἔμπροσθεν.
φθινῶδες. πολλοὶ γάρ τινες ἀρξάμενοι κατὰ χειμῶνα,
πολλοὶ μὲν κατεκλίθησαν, οἱ δ’ αὐτῶν ὀρθοστάδην ὑπεφέροντο,
πρωῒ δὲ τοῦ ἦρος ἔθνησκον οἱ πλεῖστοι τῶν
κατακλιθέντων· τῶν δ’ ἄλλων ἐξέλιπον μὲν αἱ βῆχες οὐδενὶ,
ὑφίεσαν δὲ κατὰ θέρος. ὑπὸ δὲ τὸ φθινόπωρον
κατεκλίθησαν πάντες καὶ πολλοὶ ἔθνησκον, μακρὰ δὲ τούτων οἱ πλεῖστοι διενόσεον. ἤρξατο μὲν οὖν τοῖς πλείστοισι
τούτων ἐξαίφνης ἐκ τούτων κακοῦσθαι, φρικώδεα
δὲ πυκνὰ, πολλάκις πυρετοὶ ξυνεχέες, ὀξέες, ἱδρῶτες
ἄκαιροι, ψυχροὶ, πολλοὶ διὰ τέλεος. πολλὴ δὲ ψύξις καὶ
πάλιν μόλις ἀναθερμαινόμενοι, κοιλίαι ποικίλως ἐφιστάμεναι
καὶ πάλιν ταχὺ καθυγραινόμεναι καὶ τῶν περὶ
πνεύμονα πάντων 429 διάδοσις κάτω, πλῆθος οὔρων
οὐ χρηστῶν, ξυντήξεες κακαί. αἱ δὲ βῆχες ἐνῆσαν μὲν
διὰ τέλεος πολλαὶ καὶ πολλὰ ἀνάγουσι πέπονα καὶ ὑγρὰ,
μετὰ πόνων δὲ, οὐ λίην, ἀλλ’ εἰ καὶ ὑπεπόνεον, αὖθις
πρῃέως πᾶσιν ἡ κάθαρσις τῶν ἀπὸ πνεύμονος ἐγίνετο.
φάρυγγες οὐ λίην δακνώδεες, οὐδ’ ἁλμυρίδες, οὐδὲν ἠνώχλεον.
τὰ μέντοι γλίσχρα καὶ λευκὰ καὶ ὑγρὰ καὶ ἀφρώδεα
πολλὰ ἀπὸ κεφαλῆς ἦσαν κατῄει. πολὺ δὲ μέγιστον
κακὸν παρείπετο καὶ τούτοισι καὶ τοῖσιν ἄλλοισι, τὰ περὶ
τὴν ἀποσιτίην, καθάπερ ὑπογέγραπται. οὐδὲ γὰρ πότων
μετὰ τροφῆς ἡδέως εἶχον, ἀλλὰ πάνυ διῆγον ἀδίψως.
θερμῇ καὶ ὑγρᾷ καὶ ἄπνῳ καταστάσει τῆς κεφαλῆς ἡ φθινώδης
ἐγίνετο διάθεσις ἐκ τοῦ καταφερομένου ῥεύματος εἰς
τὸν πνεύμονα. μέρος δ’ αὐτοῦ καὶ διὰ τοῦ στομάχου καταῤῥυὲν
εἰς τὴν γαστέρα, τὰς κατ’ αὐτὴν ἤρξατο ταραχάς.
ἃ δ’ ἐφεξῆς εἴρηται περὶ τῶν φθινωδῶν, δῆλα τοῖς μεμνημένοις
τῶν προειρημένων ἐστίν. ὅμως δ’ οὖν κᾀγὼ περὶ
ὧν ἂν ἐπισημήνασθαι δόξῃ κάλλιον εἶναι, πράξω τοῦτο.
πρῶτον δ’ ἐν αὐτοῖς ἐστι τοὺς πλείστους τῶν φθινωδῶν
ἀποθανεῖν ἐν ἀρχῇ τοῦ ἦρος, ἐπὶ τῇ μεταβολῇ τοῦ ἀέρος.
αὐτὸς γὰρ εἶπεν ὀπισθοχειμῶνας γενέσθαι καὶ ἤδη περὶ
ἰσημερίην βόρεια χιονώδεα. χαλεπώταται δὲ αἱ τοιαῦται
μεταβολαὶ τοῖς φθινώδεσι καὶ διὰ τοῦτο καὶ τὸ φθινόπωρον
ὀλέθριον. αὐτὸς γοῦν ἐν ἀφορισμοῖς ἔφη τοῖσι φθίνουσι
κακὸν εἶναι. καὶ ἄλλως μὲν τὰ βόρεια τῶν κατὰ
θώρακα μορίων ἁπάντων εἰσὶ κακωτικά. φησὶ γοῦν αὐτὸς
ἐν ἀφορισμοῖς βῆχάς τε καὶ φάρυγγας, ὀδύνας τε πλευρῶν
καὶ στηθέων γίνεσθαι κατὰ τὰ βόρεια, πολὺ δὲ μᾶλλον οἷς ἤδη πέπονθε ταῦτα καὶ ἡ κεφαλὴ πεπληρωμένη καταπέμπει
τὸ ῥεῦμα, διὸ καὶ τοῦ θέρους ὑπεῖναί φησι, τουτέστιν ἐνδοῦναι
καὶ μετριάσαι τὰς βῆχας. ἐγένετο γὰρ, ὡς αὐτὸς
ἔγραψε, τὸ θέρος ὑγρὸν καὶ θερμὸν, ὥσπερ αὖ πάλιν 285
ἡ ἀρχὴ τοῦ μετ’ αὐτὸ φθινοπώρου βλαβερωτάτη τοῖς
φθινώδεσιν. αὐτὸς γὰρ ἔφη, πάλιν δὲ περὶ ἀρκτοῦρον ἐν
βορείοις ὕδατα πολλά. τοῦ δὲ εἰς πολὺν χρόνον ἐκπεσεῖν
οὐ τὰς φθίσεις μόνον, ἀλλὰ καὶ τἄλλα νοσήματα, τὸ πάχος
τῆς ὕλης αἰτιατέον τῆς οὐδὲν ἐχούσης, ὅσον ἐφ’ ἑαυτῇ,
δριμὺ καὶ θερμὸν, ἀλλ’ ἐν τῷ χρόνῳ λαμβανούσης ἐκ τοῦ
σήπεσθαι. σαφέστατα δ’ αὐτὸς ἐδήλωσε τοῦτο διὰ τῆσδε
λέξεως, φάρυγγες οὐ λίην διακνώδεες, οὐδ’ ἁλμυρῶδες οὐδὲν
ἠνώχλει, τὰ μέντοι γλίσχρα καὶ λευκὰ καὶ ὑγρὰ καὶ
ἀφρώδεα ἀπὸ κεφαλῆς εἴη. τά γε μὴν ἄλλα πάντα τὰ
κατὰ τὴν ῥῆσιν δῆλα τοῖς μεμνημένοις τῶν ἔμπροσθεν.
κινούσης τὰ σώματα δυνάμεως βαρέα φαίνεται τὰ πρόσθεν
ὑπ’ αὐτῆς, ὡς κοῦφα, βασταζόμενά τε καὶ κυνούμενα.
περιίσταντο.
εἰς τοῦτο τὸ πάθος ὑπηνέχθησάν τινες.
φρίκη καὶ ὁ λῆρος αὐτοῖς ἐγίγνετο, προσελθόντος τοῦ χρόνου
καθ’ ὃν ἤδη καὶ ἀπέθνησκον.
φλεγματῶδες, τὸ φακῶδες, τὸ ὑπέρυθρον, τὸ χαροπὸν,
λευκοφλεγματίαι, πτερυγώδεες καὶ γυναῖκες· οὕτω 286
τὸ μελαγχολικόν τε καὶ ὕφαιμον· οἱ καῦσοι καὶ τὰ φρενιτικὰ
καὶ τὰ δυσεντεριώδεα τούτων ἥπτετο. τεινεσμοὶ
νέοισι φλεγματώδεσι, μακραὶ διάῤῥοιαι καὶ τὰ δριμέα
διαχωρήματα καὶ λιπαρὰ πικροχόλοισι.
νοσήμασι διηγεῖται. τὸ μὲν οὖν λεῖον, ὅπερ ἐστὶν ἄτριχον,
ἐνδείκνυται ψυχροτέραν εἶναι τοῦ συμμέτρου τὴν κρᾶσιν, οὐκ
ἐπὶ παιδίων, δηλονότι τοῦ λόγου γιγνομένου. ταῦτα γὰρ ἀεὶ
θερμὰ διὰ τὴν ἡλικίαν, ἀλλ’ ἐπὶ τῶν τελείων, ὡς ἐν τοῖς
περὶ κράσεως ἐνδείκνυμεν. οὕτως δὲ καὶ ἡ λευκὴ χρόα, καὶ
θαυμάζω διὰ τί προσέθηκε τὴν ὑπὸ πρόθεσιν, ὑπόλευκον
εἰπὼν. ἐπὶ μὲν γὰρ τοῦ ἐρυθροῦ καλῶς εἴρηται τὸ ὑπέρυθρον.
ἔμαθες γὰρ ὅτι τὸ ἐρυθρὸν χρῶμα θερμὴν κράσιν ἐνδείκνυται. τὸ δ’ ὑπέρυθρον οὐχ ὁμοίως μὲν τῷ λευκῷ
τὴν ψυχρὰν, οὐδέπω δ’ οὐδ’ αὐτὸ τὴν θερμήν. οἱ δὲ λευκοφλεγματίαι
πρόδηλοι δή που ψυχρᾶς κράσεως ὄντες, εἴ τι
ἐπιμεμνήμεθα τῶν ἐν τοῖς περὶ κράσεως εἰρημένων. ἔστι
δ’ αὐτοῖς μαλακὴ καὶ ὕποδός πως ἡ σὰρξ ἐγγὺς τῇ τῶν
ἑαλωκότων ὑδέρῳ τῷ λευκῷ φλεγματίᾳ καλουμένῳ. οὕτω
μὲν οὖν ἅπαντες προδήλως εἰσὶ ψυχρᾶς κράσεως, οἱ φλεγματώδεις
δ’, ὡς ἔμαθες, κακοχύμου. καὶ μὴν καὶ περὶ τῶν
χαροπῶν καὶ ὅλως περὶ τῶν κατὰ τοὺς ὀφθαλμοὺς χρωμάτων
ἔμαθες ἐν τοῖς περὶ κράσεως ὡς οὐχ ἁπλῶς εἴη λαβεῖν
ἐκ τοιούτου σημείου βέβαιον τεκμήριον κράσεως ὅλου
τοῦ σώματος, ὅτι μὴ μόνων τῶν ὀφθαλμῶν, οὐδὲ τούτων
ἐναργῶς ἐπὶ τῶν προειρημένων· πρῶτον μὲν γὰρ τοὺς χαροποὺς
λεγομένους ὀφθαλμοὺς ὁποῖοί τινές εἰσιν ἐννοῆσαι
χρὴ τῶν ὑπὸ τοῦ ποιητοῦ γεγραμμένων ἀναμνησθέντας, ἔνθα
φησίν·
μνήμῃ τὸ χρῶμα τῶν ὀφθαλμῶν, ὡς ἐπ’ ἀνθρώπων ἰδόντα,
δύνασθαι ῥᾳδίως γνωρίσαι· κᾀπειδὰν φαίνωνται τοιοῦτοι
καὶ τὴν κρᾶσιν, ὅσον ἐπὶ τοῖς ὀφθαλμοῖς, θερμὴν καὶ ξηρὰν
εἶναι φάναι· μάχεται δὲ τούτῳ κατὰ τὴν προκειμένην
ῥῆσιν οὐκ ὀλίγα. πρῶτον μὲν γὰρ ἅμα τῇ ψυχροτέρᾳ κράσει
ἔταξε τὸ χαροπὸν, εἶθ’ ἑξῆς ὠνόμασε τοὺς πικροχόλους ὡς
ἑτέρους τούτων ὄντας, καίτοι φανερῶς οὗτοι θερμῆς καὶ
ξηρᾶς κράσεως εἰσί. ἀλλὰ καὶ μέντοι καὶ τὰ γεγραμμένα
πάθη μεθ’ ὧν εἶπεν εἰδῶν τοῦ σώματος ἐνδείκνυται καὶ αὐτὰ
τοὺς μὲν πρώτους εἰρημένους ἅπαντας εἶναι ψυχροτέρους,
τοὺς δ’ ἐρυθροὺς θερμοτέρους, τοὺς δὲ πικροχόλους ἱκανῶς
θερμούς· φαίνεται γὰρ ἡ κατάστασις ἀθροίσασά τε
πλῆθος ἐν τῷ σώματι καὶ πληρώσασα τὴν κεφαλήν. καὶ
τοῦτο μὲν κοινὸν ἁπάντων γενέ 430 σθαι τῶν νοσημάτων,
Ἄρκτοι τ’ ἀγρότεροί τε σύες, χαροποί τε λέοντες. ἁλῶναι δὲ καθέκαστον ἰδίῳ νοσήματι κατὰ τὴν οἰκείαν φύσιν,
ἄλλον ἄλλῳ, διαῤῥοίαις τε καὶ δριμέσι διαχωρήμασι
καὶ λιπαροῖς, τοὺς πικροχόλους. αὐτὸς γὰρ εἶπεν ἐν προγνωστικῷ
καὶ τὰς λιπαρότητάς τε τὰς ἄνω ἐφισταμένας
ἀραχνοειδέας, μέμφεσθαι, συντήξεως γὰρ σημεῖον. οἱ μὲν
οὖν πικρόχολοι συντηκτικοῖς πυρετοῖς εἰκότως ἑάλωσαν,
ἠνωχλοῦντό τε τοῖς κατὰ τὴν γαστέρα διαχωρήμασιν· οἱ δ’
ἐρυθροὶ καὶ πρὸς μελαγχολίαν ἐπιτήδειοι παχὺ καὶ θερμὸν
ἔχοντες 287 αἷμα τοῖς φρενιτικοῖς τε καὶ καυσώδεσιν
εἰκότως ἑάλωσαν νοσήμασι καὶ δυσεντερίαις ταῖς αἱματηραῖς
ὡς εἰκὸς μάλιστα. μεμαθήκαμεν γὰρ ὅτι διτταί τινές εἰσιν,
ἐξ ἑλκώσεως μὲν ἀναβρωθέντων τῶν ἐντέρων, ἑτέρα διαφορὰ,
πολλοῦ δ’ αἵματος ἐκκενουμένου διὰ τῶν εἰς ἔντερα καθηκουσῶν
φλεβῶν ἡ λοιπή. ὅσαι δὲ τῶν φύσεων ἤτοι θερμότεραι
μόνον ἢ ψυχρότεραί τε ἅμα καὶ ὑγρότεραι, ταύτας
εἰκὸς ἦν, ὡς ἂν μήτε πυρετοῖς ἁλωτοὺς οὔσας μήτε χολώδεσι
παθήμασι, μόνοις τοῖς ἀπὸ κεφαλῆς ἁλῶναι ῥεύμασι
καὶ διὰ τοῦτο φθινωδῶς νοσῆσαι. γεγραφότος δὲ τοῦ Ἱπποκράτους, εἶδος δὲ τῶν φθινωδέων ἦν τὸ λεῖον, τὸ ὑπόλευκον,
τὸ φλεγματῶδες, τὸ ὑπέρυθρον, ἀναμίξαντος δὲ τῷ
λόγῳ καὶ τοὺς χαροποὺς, ἄξιον ἔδοξέ μοι ζητήσεως εἶναι
τὸ λελεγμένον. εὔλογον ἦν οὐ χαροποὺς, ἀλλὰ γλαυκοὺς
μᾶλλον εἰρῆσθαι, δοκοῦντας εἶναι τοὺς μὲν ψυχρᾶς, τοὺς
δὲ ὑγρᾶς, τοὺς δ’ ἅμα τε ψυχρᾶς τε καὶ ὑγρᾶς κράσεως,
ὦν οὐδὲν ἐναντιοῦται τῷ προκειμένῳ λόγῳ. παρατιθέντες
γοῦν τά τε βρέφη καὶ Σκύθας καὶ Κελτοὺς καὶ Γερμανοὺς
ὑγροτέρους μὲν ὄντας ὁμολογουμένως τῇ κράσει, ψυχροτέρους
δ’ οὐκέθ’ ὁμολογουμένως. ἐμοὶ μὲν οὖν διὰ ταῦτ’ ἔδοξεν
ἄξιον ζητήσεως τὸ περὶ τῆς χαροπῶν ὀφθαλμῶν χροιᾶς.
τῶν δ’ ἐξηγησαμένων τὸ βιβλίον οἱ μὲν ἐμπειρικοὶ καὶ σὺν
αὐτοῖς δὲ ὁ Λύκος ὥσπερ ἄλλα πολλὰ καὶ τοῦτο χωρὶς τοῦ
ζητῆσαι τὴν αἰτίαν παριεῖσι. οἱ δ’ Ἱπποκράτειοι τινὲς μὲν
θερμῆς κράσεως εἰπόντες εἶναι γνώρισμα τὸ χαροπὸν, οἱ δὲ
ξηρᾶς, εἰσὶ δ’ οἳ καὶ ἀμφοτέρων, οὐδὲν ἔτι προστιθέασιν.
ἤρκεσε γοῦν εἰπεῖν Σαβίνῳ τοῦτο μόνον, τὸ δὲ χαροπὸν
πάνυ ξηρὸν ὂν ἔχει ἐπικλινίαν πρὸς φθίσιν, οὔτε τὸν λογισμὸν εἰπόντι δι’ ὃν τοῦτο ἔγραψεν, οὔθ’ ὅτι τἄλλα μεθ’
ὧν γέγραπται τοῦτο, πάντ’ ἐστὶ ψυχροτέρας τε καὶ ὑγροτέρας
κράσεως γνωρίσματα. μή τι οὖν ἀντὶ τοῦ γλαυκοῦ
τὸ χαροπὸν ἔγραψεν ὁ Ἱπποκράτης παρενεχθεὶς ἐν τῇ
προσηγορίᾳ; τί γὰρ ἂν ἄλλο τις εἴποι; τοῦτο μὲν οὖν ἐν
κοινῷ προκείσθω σκοπεῖν. ἐπὶ δὲ τὰ κατάλοιπα τῆς ῥήσεως
ἴωμεν. ἐν μὲν γὰρ τοῖς φθινώδεσι νοσήμασιν ἅμα
τοῖς προειρημένοις καὶ τοὺς πτερυγώδεις ἔγραψεν, οὐ διὰ
τὴν κρᾶσιν, ἀλλὰ διὰ τὴν μοχθηρὰν διάθεσιν τοῦ θώρακος.
ἐπιτηδείως ἔχοντας εἰς φθίσιν ἐμπεσεῖν. ἕπεσθαι δ’ εἰκός
ἐστι καὶ τὴν διάπλασιν αὐτοῦ τῇ συμφύτου θερμότητι.
κατὰ δὲ τὴν τελευτὴν τοῦ περὶ τῶν φθινωδῶν λόγου προσθέντος
τοῦ Ἱπποκράτους ἐπισκέψασθαι καὶ γυναῖκες οὕτως
ἄξιον πότερον οὑτωσί πως εἶπεν, ὡς εἰ καί τις ἔφη
καὶ τὰς γυναῖκας ἁλῶναι τοῖς φθινώδεσι πάθεσιν ὁμοίως
τοῖς ἀνδράσιν, ὅσαι τῶν αὐτῶν ἦσαν εἰδῶν ἤ καὶ χωρὶς τοῦ
ταῦτ’ ἔχειν τὰ γνωρίσματα πλεονάσαι φησὶ τὸ πάθος ταῖς
γυναιξὶν, ὡς ἂν ὑγροτέραις τε καὶ ψυχροτέραις οὔσαις, ὥσθ’ ὅπερ ἐνίοις τῶν ἀνδρῶν διὰ τὴν ἰδίαν ἑκάστου κρᾶσιν ἐγένετο,
τοῦτο πάνυ πολλαῖς τῶν γυναικῶν διὰ κοινήν. ἐμοὶ
δ’ οὖν ἑκάτερον δοκεῖ λόγον ἔχειν, πιθανὸν γάρ ἐστι πλείους
τῶν ἀνδρῶν ἁλῶναι τὰς γυναῖκας τῷ φθινώδει πάθει, διὰ
τὴν κοινὴν αὐτῶν κρᾶσιν, ἐξαιρέτως τε παθεῖν αὐτὰς ὅσαι
τοιαῦται τὸ εἶδος ἦσαν, οἵους κατέλεξε τοὺς ἄνδρας, ἐφεξῆς
δ’ εἰρηκότος αὐτοῦ τὸν μελαγχολικὸν καὶ ὕφαιμον εἶδος ἁλῶναι
μάλιστα καύσοις τε καὶ φρενίτισιν. ἀναμνησθῶμεν ὧν
ἐμάθομεν, ὡς ἐν τοῖς αἷμα πολὺ καὶ θερμὸν γεννῶσιν ἕτοιμόν
ἐστιν εἰς μελαγχολικὴν ἀφικέσθαι κακοχυμίαν. ἄκουε
τοίνυν οὐ τῶν ἤδη τὴν μέλαιναν ἠθροικότων πολλὴν, ἀλλὰ
τῶν ἐπιτηδείως ἐχόντων πρὸς τὴν γένεσιν αὐτῆς, εἰκότως
δὲ τούτους θερμοῖς ἁλῶναι συνέβη νοσήμασιν, ὡς ἂν 288
καὶ φύσει θερμοτέρους ὄντας. ἔμπροσθεν δ’ εἰρηκὼς τοῖς
φθινώδεσιν ἁλῶναι νοσήμασι τοὺς φλεγματώδεις, νῦν προσθεὶς
τὸ τῆς ἡλικίας αὐτοῖς ἔφη, τεινεσμοὶ νέοισι φλεγματώδεσιν,
ὡς οὐ μόνης τῆς φυσικῆς κράσεως γενομένης ἐπιτηδείου πρὸς τὸ ἐργάσασθαι τὸ τοῦ τεινεσμοῦ πάθος, ἀλλὰ
καὶ τῆς ἡλικίας θερμῆς οὔσης, ἵνα διὰ δριμὺ καὶ σηπεδονῶδες
φλέγμα τὸν τεινεσμὸν γεγονέναι νοήσωμεν. τῇ γὰρ
πρὸς τὸ ἀπευθυσμένον ἔντερον διεξόδῳ τὸ τοιοῦτον φλέγμα
βλάβην ἑλκώδη τοῦ μέρους ἐργαζόμενον, ἐπὶ τὴν ἀπόκρισιν
ἠρέθιζε συνεχῶς τοὺς κάμνοντας. τάσεις δὲ καὶ προθυμίας
ἀποκρίσεως σφοδροτέρας τῶν δυσεντερικῶν οἱ τεινεσμώδεις
ἴσχουσι διὰ τὸ δυσέκκριτον τοῦ φλέγματος, ἐμπλάττεται γὰρ
τοῖς σώμασι παχὺ καὶ γλίσχρον ὂν, οὐχ ὥσπερ ξανθὴ χολὴ
ταχέως διεξέρχεται. περὶ δὲ τῶν πικροχόλων φύσεων ἔμπροσθεν
ἔλεγον εὐλόγως αὐταῖς δριμέα μὲν εἷναι τὰ διαχωρούμενα
διὰ τὴν ὠχράν τε καὶ ξανθὴν καὶ πικρὰν ὀνομαζομένην
χολὴν, λιπαρὰν δὲ σύντηξιν, ἐφ’ οἷς διαχωρήμασι
μακρὰς διαῤῥοίας γενέσθαι, διὰ τὸ πλῆθος τῆς ἀθροισθείσης
κακοχυμίας.
καὶ πλείστους ἀπέκτεινε, τὸ δὲ θέρος ῥήϊστον καὶ ἐλάχιστοι ἀπώλλυντο, τοῦ δὲ φθινοπώρου καὶ ὑπὸ πληϊάδα
πάλιν ἔθνησκον οἱ πολλοὶ τεταρταῖοι.
ἀπωσθείσης, ὑπὸ τῆς τοῦ περιέχοντος ψυχρότητος, ἣν
ἔν τε τοῖς ὑστάτοις τοῖ χειμῶνος καὶ τοῖς πρώτοις τοῦ
ἦρος ἔσχεν, εἰκότως μάλιστα μὲν τοῖς φθινώδεσιν, ὡς ἔμπροσθεν
εἶπεν, ἤδη δὲ καὶ τοῖς ἄλλοις συνέβη κατὰ τὸ ἔαρ
ἀπόλλυσθαι, τοῦ δὲ θέρους αἰθρίου γενομένου καὶ ξηροῦ
πάντας κουφισθῆναι, πάλιν δὲ περὶ ἀρκτοῦρον εἰς ὑγρότητα
μεταβάλλοντος τοῦ περιέχοντος εὐλόγως ἐν ὅλῳ τῷ φθινοπώρῳ
μέχρι δύσεως πλειάδος ἀπέθνησκον πολλοὶ τεταρταῖοι,
ἐπὶ τῇ τελευτῇ τῆς προκειμένης καταστάσεως. ἔνια μὲν τῶν
ἀντιγράφων προσγεγραμμένα τὸ τετάρτῃ, τινὰ δὲ τὸ τεταρταῖοι,
τὰ δὲ τούτων ἔτι παλαιότερα τὸ Δ γράμμα, ὃ μεῖζον
τῶν ἄλλων γραμμάτων ἐστὶν, ἔνια δ’ οὐδ’ ὅλως οὐδὲν
ἔχει προγεγραμμένον. ὅσοι μὲν οὖν μετὰ τοῦ ι΄ γράφουσι
τὸ τετάρτῃ συνεμφαίνοντες αὐτὸ κατὰ δοτικὴν πτῶσιν εἰρῆσθαι, τοιαύτην τινὰ ποιοῦνται τὴν ἐξήγησιν, ἀπέθνησκον
πολλοὶ τῇ δ΄ τῶν ἡμερῶν, ὅσοι δὲ ἄνευ τοῦ ι΄ προσγραφῆναι
αὐτῷ, βούλονται παραπλησίαν εἶναι ταῖς ἔμπροσθεν
εἰρημέναις ἐν τῷ α΄ τῶν ἐπιδημιῶν βιβλίῳ καὶ δ΄ ὑπάρχειν
τὴν κατάστασιν ταύτην, συναριθμουμένων αὐτῇ δηλονότι
τῶν ἐν ἐκείνῳ τῷ βιβλίῳ τριῶν καταστάσεων. ἐν οἷς δ’
ἀντιγράφοις ἀντὶ τοῦ τετάρτῃ δ΄ μόνον προσγέγραπται,
431 ταὐτὸ μὲν σημαίνεται τῷ τετάρτῃ, παραπλησίως δὲ
τοῖς γραφεῖσιν ὑπὸ τοῦ Παμφίλου τοῦ Μνήμονος χαρακτῆρσι
καὶ αὐτὸ φαίνεται συμβολικῶς ἐπιτηδεύεσθαι καὶ ταύτην
γε μόνην τὴν γραφὴν ἴσασιν οἱ παλαιοὶ τῶν ἐξηγητῶν.
ἔνιοι δὲ φυγεῖν ταῦτα βουλόμενοι μεταγράψαντες ἐποίησαν
τεταρταῖοι, τὴν λέξιν ὅλην οὕτως ἔχειν βουλόμενοι καὶ ὑπὸ
πλειάδα πάλιν ἔθνησκον πολλοὶ τεταρταῖοι. 289 καὶ ὅ γε
Καπίτων ταύτην μόνην ἐν τοῖς ἰδίοις ἀντιγράφοις ἐποιήσατο
τὴν γραφήν. ἔοικε δὲ ψεῦδός τι δηλοῦν, ἄν τ’ ἐπὶ
τῶν νοσούντων, ἄν τ’ ἐπὶ τῶν πυρετῶν ἀκούῃ τις τὸ μὲν
οὖν ἐπὶ τῶν νοσούντων ἄντικρυς ἀπίθανον. οὐ γὰρ εἰκὸς
ἦν ἐπὶ τῇ προκειμένῃ διαθέσει τοῦ χυμοῦ οὕτως ὀξείας γενέσθαι τὰς νόσους, ὡς τεταρταίους ἀποθνήσκειν τοὺς νοσοῦντας.
τὸ δ’ ἐπὶ τῶν πυρετῶν πιθανὸν, ὅτι τε πολλῷ
χρόνῳ κατωπτημένης τῆς παχείας ὕλης εἰκὸς ἦν εἰς μελαγχολικὸν
περίττωμα μετάπτωσιν γενέσθαι καὶ ὅτι τοῦ ἔτους
ἡ ὥρα φθινόπωρον ἦν. ἀλλ’ οὐκ ἂν ἀπέθνησκον πολλοὶ
τεταρταίων πυρετῶν πλεονασάντων· καὶ γὰρ ἡμεῖς ἀκίνδυνον
ἴσμεν ὅσον ἐφ’ ἑαυτῷ τὸν πυρετὸν τοῦτον, ὡς ὁ Ἱπποκράτης
ἀπεφήνατο περὶ αὐτοῦ.
διήγησις ἄχρι τοῦ τέλους τῆς βίβλου. κᾄπειτα προσγέγραπταί
τινα περὶ ὧν ὀρθῶς μοι δοκεῖ γινώσκειν ὁ Διοσκορίδης,
ἀξιῶν αὐτὰ μετὰ τὴν κατάστασιν εὐθέως γεγράφθαι·
καὶ κατά γε τὴν ἰδίαν ἔκδοσιν ἐν τούτῳ τῷ χωρίῳ
τοῦ συγγράμματος ἔταξεν αὐτὰ καὶ ἡμεῖς οὖν ἐνταῦθα τὴν
ἐξήγησιν αὐτῶν ποιησόμεθα, τοσοῦτον προειπόντες ὡς φαίνεταί
μοι καὶ ταῦτα προγεγραφέναι τις ἕτερος, οὐκ αὐτὸς
ὁ Ἱπποκράτης γεγραφέναι· δοκεῖ δέ μοι κατὰ λόγον προσωφελῆσαι τὸ γενόμενον θέρος. τὰς γὰρ θερινὰς νόσους χειμὼν
ἐπιστὰς λύει καὶ τὰς χειμερινὰς θέρος ἐπιγινόμενον.
θέρος δὲ οὐκ εὐσταθῶς ἐγένετο. καὶ γὰρ ἐξαίφνης θερμὸν
καὶ νότιον καὶ ἄπνουν, ἀλλ’ ὅμως πρὸς τὴν ἄλλην κατάστασιν
ἀναλλάξαν ὠφελῆσαι. ἀναμνησθῶμεν δὲ ἃ περὶ τοῦ
θέρους ἐν τῇ τῆς καταστάσεως διηγήσει γέγραπται κατὰ
λέξιν ὧδε. θέρος αἴθριον, θερμὸν, πνίγεα μεγάλα, ἐτήσια
μικρὰ διεσπασμένως ἔπνευσαν. εἰκότως οὖν ἐμετρίασεν
ἐν τῷ θέρει τὰ νοσήματα κατὰ πλεονεξίαν τῶν, ὡς εἴρηται,
γεγονότων χυμῶν, συστάντα δ’ ἐν ἀρχῇ μάλιστα τοῦ
ἦρος, ἐπεὶ ψυχρὸν γενόμενον ἀπέστρεψεν εἰς τὸ βάθος τοῦ
σώματος τοὺς χυμούς. αὐχμηρὸν γὰρ καὶ θερμὸν τὸ θέρος
ἐπιγενόμενον εἵλκυσέ τε ἅμα πρὸς τὸ δέρμα τὴν κακοχυμίαν,
καίτοι καὶ διεφόρησεν αὐτῆς οὐκ ὀλίγον. εἰ δὲ καὶ τοὺς
ἐτησίους ἐσχήκει πνέοντας, ἀκριβῶς ἂν ἡ νοσώδης ἐν τῷ
σώματι τῶν τότε ἀνθρώπων διάθεσις ἐξεκέκοπτο. παραμένοντος
δ’ αὐτῆς μέρους τινὸς, εἶτα περὶ ἀρκτοῦρον ἐν βορείοις
πολλῶν ὑδάτων γενομένων, ἐπεσχέθησάν τε πάλιν οἱ λίαν διαπνεόμενοι χυμοὶ καὶ πρὸς τὸ βάθος τοῦ σώματος
ἀπεώσθησαν, ἐκ τούτου δὲ νοσεῖν αὖθις ἤρξαντο καὶ ἀποθνήσκειν
πολλοί. διὰ τοῦτ’ οὖν τὸ θέρος ὠφέλησέ τι τοὺς
τότε πάσχοντας, οὐχ ὅτι τὰς ἐν χειμῶνι νόσους ἀρξαμένας
εἰκός ἐστι παύεσθαι θέρους. ἀληθὲς μὲν γὰρ, ὥσπερ γε
καὶ τὰς θερινὰς χειμῶνι γενομένας ἐν θέρει λύεσθαι, τὰς
δ’ ἐν θέρει γεννηθείσας ἐν χειμῶνι. θερινὰς γὰρ καὶ
290 χειμερινὰς νόσους ἀκούειν σε χρὴ τὰς ἐν τῷ κατὰ
φύσιν ἔχοντι θέρει καὶ χειμῶνι μᾶλλον τῶν ἄλλων γιγνομένας·
οὕτως γὰρ εἶπεν αὐτὸς ἐν ἀφορισμοῖς. νοσήματα δὲ
πάντα μὲν ἐν πάσῃσι τῇσιν ὥρῃσι καὶ γίγνεται καὶ παροξύνεται,
μᾶλλον δὲ ἔνια κατ’ ἐνίας αὐτῶν καὶ γίνεται καὶ
παροξύνεται. κᾄπειθ’ ἑξῆς τίνα μὲν ἦρι πλεονάζει νοσήματα,
τίνα δ’ ἐν θέρει καὶ φθινοπώρῳ καὶ χειμῶνι διῆλθεν,
ὅταν δηλονότι μὴ νεωτεροποιηθῇ τι κατὰ τὴν τοῦ περιέχοντος
κρᾶσιν· ὡς ἐάν γε τοῦ ἦρος τῆς αὐτῆς ἡμέρης
ὁτὲ μὲν θάλπος, ὁτὲ δὲ ψῦχος ποιέῃ, φθινοπωρινὰ τὰ νοσήματα
προσδέχεσθαί φησιν· οὐ γὰρ αἱ προσηγορίαι τῶν ὡρῶν, ἀλλ’ αἱ κράσεις αἴτιαι τῆς ἰδέας τῶν νοσημάτων εἰσίν.
ὅταν οὖν ὑπαλλαχθῶσιν αὐταὶ καὶ τὰς νόσους αὐταῖς
συμμεταβάλλειν ἀναγκαῖόν ἐστιν. ἡ δέ γε προκειμένη ῥῆσις
ἀξιοῖ τὰς ἐν χειμῶνι γεγονυίας νόσους ἐν θέρει παύεσθαι,
κᾂν μοχθηρὸν τῇ κράσει γένηται τὸ θέρος. οἷον ἐν
Κρανῶνι γενόμενόν ποτε εὐθέως ἄνθρακας ἐγέννησεν. εἰ
δέ γε καὶ νῦν ἐγεγόνει τοιοῦτο, πλείστους ἂν διεφθάρκει
τὸ πλῆθος τῶν μοχθηρῶν τε καὶ διασηπομένων χυμῶν, αὐξῆσάν
τε καὶ προδιασῆψαν, ὥστε καὶ ψεῦδος εἶναι φαίνεται
καὶ παρὰ τὴν Ἱπποκράτους γνώμην τὸ τὰς ἐν χειμῶνι
γενομένας νόσους ἐν θέρει παύεσθαι πάντως, τοῦ προσγράφοντος
αὐτὸ, τίνας Ἱπποκράτης ἡγεῖται τῶν ὡρῶν ἑκάστης
οἰκείας νόσους νοσήσαντας. οὐ μὴν οὐδὲ τὰ τούτων ἐφεξῆς
γεγραμμένα τῶν ἀναγκαίων ἐστὶν ἐνταυθοῖ λελέχθαι δι’ ἄλλων
αὐτῷ καθόλου παρηγγελμένα, διὸ καὶ παραλείψω τελέως
αὐτά. καὶ γὰρ σαφῆ πάντα ἐστὶ καὶ δι’ ὦν προεξήγημαι
βιβλίων αὐτάρκως εἴρηται περὶ αὐτῶν.
ὁ Ἱπποκράτης, ὡς μέν τινες οἴονται τῶν ἐν αὐτῇ νοσησάντων,
ἐπειδὴ καὶ αὐτὸς εἶπεν ἐπὶ τῇ τελευτῇ τῆς διηγήσεως
τῶν κατ’ αὐτὴν γενομένων οὕτως. ἦν δὲ πᾶσι τοῖς
ὑπογεγραμμένοις χαλεπώτατον μὲν τὸ ἔαρ. ἐγχωρεῖ δὲ καὶ
ἐπὶ τῶν προγεγραμμένων εἰρῆσθαι τὸ ὑπογεγραμμένον, οὔσης
γε τοιαύτης χρήσεως παρὰ τοῖς πολλοῖς. ἐν γὰρ τοῖς ιε΄
τούτοις ἀῤῥώστοις ἕτερον εἶδός ἐστι νόσων παρὰ τὰς εἰρημένας
ὑπ’ αὐτοῦ κατὰ τὴν λοιμώδη κατάστασιν. ἐξηγήσεως
δ’ οὐκ ἔτι δεῖται μακρᾶς τὰ περὶ τῶν ἀῤῥώστων τούτων
γεγραμμένα τοῖς μεμνημένοις ὧν προεξηγησάμεθα. σχεδὸν
γὰρ ἁπάντων ἤδη τῶν συμπτωμάτων τε καὶ σημείων ὧν
ἐμνημόνευσεν ὁ Ἱπποκράτης οὐδὲν ὑπολείπεται κατὰ τοὺς
λεχθησομένους ἀῤῥώστους ὃ μὴ καὶ προτεθὲν εἴρηται. διὰ
κεφαλαίων οὖν οἷον ἐπιδρομήν τινα ποιούμεθα τῶν κατ’ αὐτοὺς
γεγραμμένων, εἴ πού τι παρεμπίπτοι τῶν ἔμπροσθεν
οὐκ εἰρημένων, ἐκεῖνο μόνον ἐξεργασόμενοι.
Ἀρτεμισίου, πυρετὸς ἔλαβεν ὀξὺς, κατ’ ἀρχὰς συνεχὴς,
καυσώδης, διψώδης, ἀρχόμενος κωματώδης καὶ αὖθις
ἄγρυπνος, κοιλίη ταραχώδης ἐν ἀρχῇσιν, οὖρα λευκά.
ἕκτῃ οὔρησεν, ἐλαιῶδες, παρέκρουσεν. ἑβδόμῃ παρωξύνθη
πάντα, οὐδὲν ἐκοιμήθη, ἀλλ’ οὖρά τε ὅμοια καὶ τὰ
τῆς γνώμης ταραχώδεα, ἀπὸ δὲ κοιλίης χολώδεα, λιπαρὰ
διῆλθεν. εἶτα τῇ ὀγδόῃ σμικρὸν 432 ἀπὸ ῥινῶν ἔσταξεν,
ἤμεσεν ἰώδεα, ὀλίγα, σμικρὰ ἐκοιμήθη. ἐνάτῃ διὰ τῶν
αὐτῶν. δεκάτῃ πάντα ξυνέδωκεν, ἑνδεκάτῃ ἵδρωσεν οὐ
διόλου. περιέψυξε μὲν, ταχὺ δὲ πάλιν ἀνεθερμάνθη. δωδεκάτῃ
πυρετὸς ὀξὺς, διαχωρήματα χολώδεα, λεπτὰ, πολλὰ,
οὔροισιν ἐναιώρημα, παρέκρουσεν. ἑπτακαιδεκάτῃ ἐπιπόνως,
οὔτε γὰρ ὕπνοι οἵ τε πυρετὸς ἐπέτεινεν. εἰκοστῇ
ἵδρωσε διόλου, ἄγρυπνος. διαχωρήματα χολώδεα,
ἀπόσιτος, κωματώδης. εἰκοστῇ τετάρτῃ ὑπέστρεψεν. τριακοστῇ τετάρτῃ ἄπυρος, κοιλίη οὐ ξυνίστατο καὶ πάλιν
ἀνεθερμάνθη, τεσσαρακοστῇ ἄπυρος, κοιλίη ξυνέστη χρόνον
οὐ συχνὸν, ἀπόσιτος, σμικρὰ πάλιν ἐπύρεξε καὶ διὰ
παντὸς πεπλανημένως, ἄπυρος τὰ μὲν, τὰ δὲ οὔ, εἰ γάρ
τοι διαλείποι καὶ διακουφίσαιεν, πάλιν ὑπέστρεφε, σιταρίοισί
τε πολλοῖσι καὶ φαύλοισι προσεχρῆτο. ὕπνοι
κακοὶ περὶ τὰς ὑποστροφὰς, παρέκρουσεν, οὖρα πάχος
μὲν ἔχοντα, οὔρει τηνικαῦτα ταραχώδεα δὲ καὶ πονηρά.
καὶ κατὰ κοιλίην συνιστάμενα καὶ πάλιν διαλυόμενά,
πυρέτια ξυνεχέα, διαχωρήματα πολλὰ, λεπτά. ἐν μὲν
τῇ ἑκατοστῇ εἰκοστῇ ἡμέρῃ ἀπέθανεν. τουτέῳ κοιλίη
συνεχέως ἀπὸ τῆς πρώτης, ὑγρὴ χολώδεσιν, ὑγροῖσι, πολλοῖσιν
ἦν. ἡ ξυνισταμένη ἐν ζέουσι καὶ ἀπέπτοισιν,
οὖρα διὰ τέλεος κακὰ, κωματώδη τὰ πλεῖστα μετὰ πόνων,
ἄγρυπνος, ἀπόσιτος, συνεχέως καῦσος.
πατρίδα τοῦ κατακειμένου φασὶν οὐκ ἀργῶς προσκεῖσθαι καὶ γὰρ ὑπ’ Ἀσκληπιάδου λελέχθαι τοὺς ἐν Παρίῳ μάλισθ’
ὑπὸ φλεβοτομίας ὀνίνασθαι. ἄτοπον δ’ ἐστὶ μηδὲν εἰρηκότα
Ἱπποκράτην ἐνταῦθα περὶ φλεβοτομίας, διὰ τοῦθ’ ἡγεῖσθαι
προσγεγράφθαι τῷ κάμνοντι τὸ τῆς πατρίδος ὄνομα. πολὺ
δ’ ἀτοπώτερον οἱ οὕτως ἐξηγούμενοι ποιοῦσιν, ὅτι μηδ’ ἐζήτησάν
ποτε διὰ τί φλεβοτομίας ἅπαξ ὁ Ἱπποκράτης ἐμνημόνευσεν
ἐν τοσούτοις ἀῤῥώστοις, ὅπερ ἡμεῖς ἐσκεψάμεθα.
τὰ μὲν οὖν τοιαῦτα παραλείψομεν, ἃ δ’ ὠφέλειαν παρέξει
τοῖς νέοις ἀκουσθέντα, ταῦτ’ ἐροῦμεν. ὥσπερ ἀμέλει τὸ
περὶ τοῦ ἐλαιώδους οὔρου γεγραμμένον κατὰ τὸν προκείμενον
ἄῤῥωστον ἐν τῇ ἕκτῃ τῶν ἡμερῶν. ἔνιοι μὲν γὰρ
ἡγοῦνται τὸ λιπαρὸν οὕτως ὑπ’ αὐτοῦ λελέχθαι, τηκομένης
292 πιμελῆς γιγνόμενον ἐν πυρώδει καὶ διακαεῖ νοσήματι,
τινὲς δὲ τὸ καὶ τῇ χροιᾷ καὶ τῇ συστάσει παραπλησίον
ἐλαίῳ. πολλάκις δὲ τοιοῦτον οὖρον ἐθεασάμην οὐρηθὲν
ἐπ’ οὐδενὶ κακῷ τοῦ κάμνοντος, ἀλλ’ ἔσθ’ ὅτε γε
τοὐναντίον ἅπαν, ἐπὶ πέψει τοῦ νοσήματος. οὐ μὴν οὐδ’
ὤφθη ποτ’ οὖρον ὅλον οὕτω λιπαρὸν ὡς ἔλαιον. ὃ γὰρ ἄρτι διῆλθεν, οὖρον ἐοικὸς ἐλαίῳ κατὰ χροιὰν καὶ σύστασιν, ἥκιστα
λιπαρὸν φαίνεται, καὶ αὐτὸς δὲ ὁ Ἱπποκράτης ἐν προγνωστικῷ
φησι, καὶ τὰς λιπαρότητας δὲ τὰς ἄνω ἐφισταμένας
ἀραχνοειδέας ἐπισκέπτεσθαι, συντήξεως γὰρ σημεῖον.
ἄνωθεν μὲν οὖν ἐφισταμένας λιπαρότητας εἴδομεν πολλάκις.
οὔτε δ’ ὅλον οὐρηθέν ποτε τοιοῦτον οὖρον οὔτε κατὰ τὸ
μέσον αὐτὸ λιπαρότητας ἐμφερομένας, πολὺ δέ τι μᾶλλον
οὐδ’ ὑποχωρούσας κάτω. φύσιν γὰρ ἔχει τὸ λιπαρὸν ἅπαν
ἐποχεῖσθαι τοῖς ἄλλοις ὑγροῖς. οὐ μὴν οὐδ’ ἔγραψέ τι περὶ
τοιούτων οὔρων ὁ Ἱπποκράτης ἐν προγνωστικῷ, καίτοι
πάντα διελθὼν ἀκριβῶς τε καὶ σαφῶς τὰ συνεμπίπτοντα
τοῖς ὀξέσι νοσήμασι. καὶ μέντοι καὶ κατὰ τὴν αὐτὴν ἡμέραν
τὴν στ΄ ἔφη διαχωρήματα γενέσθαι τῷ προκειμένῳ
κατὰ λόγον ἀῤῥώστῳ, χολώδεα λιπαρά. ταῦτα μὲν οὖν ἄντικρυς
φαίνεται τηκομένης ὑπὸ τοῦ πυρετοῦ τῆς πιμελῆς
γίνεσθαι καὶ δόξει μαρτυρεῖν τοῖς λιπαρὰ νομίζουσιν εἶναι
τὰ ἐλαιώδη οὖρα. δύναται δὲ καὶ πρὸς τοὐναντίον ἄγεσθαι.
καὶ γὰρ τὰ οὖρα λιπαρὰ πάντως ἂν ὁ Ἱπποκράτης εἶπεν, εἴπερ ἦν καὶ ταῦτα ἐλαίῳ παραπλήσια. διαφόροις
δὲ τοῖς ὀνόμασι χρησάμενος ἐπί τε τῶν οὔρων καὶ τῶν
διαχωρημάτων ἐπιδείκνυσθαι δόξει καὶ τὸ σημαινόμενον
αὐτῶν ἴδιον ἑκατέρου πεποιῆσθαι. ἐμοὶ μὲν οὖν εὐλογώτερον
εἷναι δοκεῖ τὰ παραπλήσια κατὰ χρόαν τε καὶ σύστασιν
ἐλαίῳ λελέχθαι νῦν ἐλαιώδη. τὴν δ’ ἐξήγησιν ἑκατέρως
ποιήσομαι. εἰ γὰρ καὶ λιπαρότητά τινα εἶχε τὰ οὖρα, καθάπερ
καὶ τὰ διαχωρήματα, μοχθηρὰ μὲν αὐτὰ νομιστέον,
οὐ μὴν ὀλέθριά γε πάντως, ὅτι μὴ ταὐτὸν ἐστι σάρκα τε
καὶ πιμελὴν συντήκεσθαι, πυρωδεστάτης μὲν οὔσης θερμασίας
τῆς τὰς σάρκας συντηκούσης, μετριωτέρας δὲ τῆς
τὴν πιμελὴν, ἀμέλει καὶ τὰς διὰ τῆς γαστρὸς ἐκκρινομένας
συντήξεις ἅπαντες οἱ ἰατροὶ διαφέρειν ἡγοῦνται τῶν λιπαρῶν
διαχωρημάτων. κατά γε τὸν ἐφ’ ἡμῶν γενόμενον
μακρότατον λοιμὸν ἅπαντες σχεδόν τι συντήξεις ἐξέκριναν,
ἔνιοι μὲν ἀκριβῶς πυῤῥὰς, ἔνιοι δὲ μετρίως, ἅπαντες δὲ
δυσώδεις. ἀλλ’ αἵ γε τοιαῦται διαχωρήσεις θανατώδεις εἰσὶ
καὶ χρόνον οὐκ ἀναμένουσιν. ὁ δὲ πάριος οὗτος κ΄ ἐπὶ ταῖς ἑκατὸν ἡμέραις ἐνόσησε μετὰ τοῦ διαιτᾶσθαι κακῶς. αὐτὸς
γὰρ ὁ Ἱπποκράτης ἔγραψεν ἐπ’ αὐτοῦ, σιταρίοισί τε πολλοῖσι
καὶ φαύλοισι προσεχρῆτο, ὥστε καὶ λιπαρὸν οὐρῆσαι
κατὰ τὴν στ΄ ἡμέραν καὶ τὰς ἐφεξῆς· οὐκ ἀναγκαῖον οὖν
ἀποθανεῖν αὐτὸν ἐν τάχει. εἰ δ’ οὐ λιπαρὸν ἦν τὸ οὖρον,
ἀλλὰ κατά τε χρόαν καὶ πάχος ἐλαίῳ παραπλήσιον, ἔτι καὶ
μᾶλλον οὔτ’ ἀποθανεῖν αὐτὸν ὅλως εὔλογον ὅσον ἐπὶ τοῖσδε
τοῖς οὔροις. ὅ γε μὴν ἐπὶ τοῖς οὕτως οὐρουμένοις παρεφύλαξα
χρησιμώτατον ὂν ἤδη φράσω. καθάπερ γὰρ αὐτὸ τὸ
ἔλαιον οὐκ ἀκριβῶς μίαν οὔτε σύστασιν οὔτε χρόαν ἔχει,
κατὰ τὸν αὐτὸν τρόπον οὔτε τὸ ἐλαιῶδες οὖρον· ὠχρὸν μὲν
ἦν πάντως, ἀλλ’ ἤτοι μᾶλλον ἢ ἧττον. ὅσον μὲν οὖν αὐτοῦ
πρὸς τὸ λευκότερον ῥέπει χρῶμα τῆς ὠχρᾶς χρόας
ἐκλελυμένης ὠμότητα χυμῶν ἐνδείκνυται, τὸ δ’ ἐπιτεταμένον
ὠχρὸν ὡς ἐγγὺς εἶναι τοῦ ξανθοῦ χολώδη θερμασίαν.
καὶ τοίνυν ὁ κίνδυνος ἐπὶ τοῖς τοιούτοις οὔροις οὐ
διὰ κακοήθειαν, ἀλλὰ διὰ σφοδρότητα γίνε 293 ται
τοῦ πυρετοῦ. καί τινες αὐτῶν ὅταν ἐκ τῶν ἄλλων ἁπάντων ἔχωσι σωτηρίως, ἐν τάχει κρίνονται. θαυμαστὸν οὖν
οὐδὲν, εἰ ταῦτά τις οὐρήσας εἰς χρόνου μῆκος ἐξέπεσεν,
ὁποτέρως ἂν ἀκούσωμεν τῶν 433 ἐλαιωδῶν. ἔστι μὲν
γὰρ οὐκ ἀγαθὰ τὰ τοιαῦτα τῶν οὔρων, οὐ μὴν ὀλέθρια
ὀξέως, ἐξ ὧν δ’ ἐπὶ τῷ τέλει τῆς διηγήσεως ἔγραψε, κακοχυμία
τέ τις ἦν τῷ Παρίῳ χολώδης, ἥ τε κατὰ γαστέρα
καὶ ἡ καθ’ ἧπαρ ἐνεκροῦτο δύναμις. αὐτὸς γὰρ ἔγραψεν
ἐπὶ τῇ τελευτῇ τῆς ὅλης διηγήσεως τῶν συμβαινόντων αὐτῷ,
συνεχῶς μὲν ἀπὸ τῆς ἀρχῆς τὴν κοιλίαν ἐκταραχθῆναι,
χολώδεσί τε καὶ ὑγροτέροις διαχωρήμασι, συνίστασθαι
δ’ ἐνίοτε ζέοντα καὶ ἄπεπτα διαχωροῦσαν. ἐκ τούτων μὲν
οὖν ἔνδειξίς σοι τῆς κακοχυμίας τοῦ νοσήματος, ὥσπερ γε
κᾀκ τοῦ καυματώδη τε καὶ ἄγρυπνον αὐτὸν γενέσθαι κατὰ
πλεῖστα τῆς νόσου. τοῦ δὲ νεκροῦσθαι τὴν φυσικὴν δύναμιν
αὐτοῦ σημεῖον ἴδιον ἡ τοῦ νοσήματος ἀνορεξία γενομένη.
μεμάθηκα γὰρ ὡς ἀποσίτους καὶ κατὰ τὸ παλαιὸν ἔθος
τῶν Ἑλλήνων τοὺς ἀνορέκτους φησί. φαίνεταί γε μὴν ἄῤῥωστον
ἐσχηκέναι τὴν φύσιν, ἐγχειρίσασαν μὲν τῇ κρίσει, πολλάκις δὲ οὐδὲν ἀνύσασαν, ἀλλὰ ὑπὸ τοῦ νοσήματος νικηθεῖσαν,
ἅμα καὶ τῷ κακῶς διαιτᾶσθαι τὸν ἄνθρωπον.
οὐδὲν γὰρ οὐδὲ τοῦτο μικρὸν εἰς ὄλεθρον· ὁ δὲ τῶν κρισίμων
ἡμερῶν λόγος ἀκριβῶς κᾀνταῦθα φαίνεται πεφυλαγμένος,
ἁπασῶν τῶν κριτικῶν κινήσεων ἐπί τε τῶν ὑποστροφῶν
ἐν ταύταις ταῖς ἡμέραις τῷ κάμνοντι γενομένων. ια΄
γὰρ ἐμνημόνευσε καὶ ιδ΄ καὶ μετὰ ταύτην ιζ΄ καὶ κ΄, ἐφ’ ᾗ
δ΄ καὶ κ΄ καὶ λ΄ καὶ μ΄, ὑστάτης δὲ ἁπασῶν ρ΄ καὶ κ΄, ἐν
ᾗ φησὶν ἀποθανεῖν τὸν ἄνθρωπον. ὅπερ δ’ ἐν τοῖς πρόσθεν
εἶπον ἐρῶ καὶ νῦν, εἴ τις ἐλέγχοι τὰ εἰρημένα κακῶς
τῶν ἐξηγησαμένων τὸ βιβλίον, ὡς μακρολόγως ψεχθήσεται.
διὸ καθάπερ ἐπ’ ἐκείνων ἕνεκα παραδείγματος μνημονεύειν
τινῶν ἠναγκάσθην, οὕτω κᾀνταῦθα ποιήσω. Σαβῖνος τοίνυν
περὶ τῆς πατρίδος τοῦ κάμνοντος εἴ τι εἶπεν, ἔμπροσθεν
ἐπεσημανάμην ἃ δὲ περὶ ἐλαιώδους οὔρου, νῦν ἐρῶ. διαφέρει
γὰρ οὐκ εἰς μικρὸν ἡ περὶ τούτου θεωρία, γράφει
δὴ περὶ αὐτῶν κατὰ λέξιν ὧδε. τὸ οὖν ἐλαιῶδες τινὲς χολὴν
λέγουσιν, ἀλλ’ οὐκ ἔστι χολὴ, ἐπεὶ οὐδ’ ἂν πάνυ ἦν ὀλέθριον, πολλάκις γὰρ ἀπαλλάσεται χολὴ καὶ οὐδὲν παραλυπεῖ.
ἕτεροι δὲ λέγουσι νεύρων καὶ ὀστῶν καὶ χόνδρων
εἶναι τηκεδόνα, ἅπαντα γὰρ ταῦτα τούτου εἶναι τοῦ χρώματος.
πεπλανημένοι δ’ εἰσὶν οὗτοι οἱ τὸ χρῶμα τὸ ἐλαιῶδες
ὅμοιον ὀστοῖς καὶ χόνδροις καὶ νεύροις φάσκοντες εἶναι.
οὔτε γὰρ τοσαύτη γε παράτασις ἐγίνετο τῆς ζωῆς τῶν στερεῶν
ἀναλυομένων, ἑκατοστῇ γὰρ καὶ κ΄ ἀπέθανε, οὔτε ἀπέθανέ
τις τοιοῦτον οὐρήσας. καὶ μή ποτε διὰ τοῦτο ἀνεγράφη
ὁ ἄῤῥωστος, ἵνα δείξῃ διὰ τοῦτο ὅτι οὐ χρὴ προσδοκᾶν
θάνατον ἐλαιώδους ἀπορηθέντος, ἀλλὰ δυνατὸν τὴν
ὀξύτητα καὶ χρόνον τινὰ διαρκέσαι, ἔπειτα τελευτῆσαι, ὥστε
οὐδεὶς ἦν ἐλπὶς σωθήσεσθαι ὑπερβεβηκότα τὴν ὀξύτητα.
ταῦτα προειπὼν ὁ Σαβῖνος ἐφεξῆς γράφει· τί οὖν ἐστι τὸ
ἐλαιῶδες; ὥσπερ τῷ ἔξω πυρὶ τροφή ἐστι τὸ ἔλαιον, οὕτω
καὶ τῇ ἡμετέρᾳ φύσει πυρὶ ὁμοιουμένῃ τὸ στέαρ τῶν λαμβανομένων
πεσσόμενόν ἐστι τροφή. τὸ οὖν ἐλαιῶδες οὖρον
ἡ τροφή ἐστι τῆς φύσεως καὶ δηλοῖ ἀσιτεῖν τὴν φύσιν καὶ
διὰ τοῦτ’ ἄρ’ ἀποθανεῖν, ὅτι μὴ τρέφεται ἡ φύσις. ἐχρό 294 νισε δ’ οὕτως εἰκότως διὰ τὸ μοῖραν καὶ μὴ πᾶσαν
φέρεσθαι τῆς φύσεως τροφήν. αὕτη μὲν οὖν ἡ τοῦ Σαβίνου
ῥῆσις, ἀξιοῦντος ὥσπερ τὸ ἐκτὸς τοῦτο πῦρ ἀπὸ τοῦ
ἐλαίου τρέφεται, οὕτω καὶ τὸ ἐν ἡμῖν θερμὸν, ὥστ’ ἔλαιον
ἐστί ποτε τοῖς βουλομένοις ἑαυτοὺς ἀνατρέψαι, πρὸς τὸ καὶ
κατὰ χρόαν μὲν καὶ σύστασιν ἐοικέναι τὸ ἐλαιῶδες οὖρον
τῷ ἐλαίῳ, μήτε δὲ κατὰ τὴν λιπαρότητα μήτε κατὰ τὴν
ὀσμὴν ἢ τὴν γεῦσιν. ἄξιον οὖν θαυμάσαι τῶν τὰ ἀλλότρια
μὲν κακῶς ἐξελεγχόντων, ἀπερισκέπτως δὲ τὰ δόξαντα
ἑαυτοῖς γραφόντων.
θυγατέρα τεκοῦσαν, καθάρσεως οὐ γενομένης, πυρετὸς
ὀξὺς, φρικώδης τριταίην ἔλαβε. ἐκ χρόνου δὲ πολλοῦ
πρὸ τοῦ τόκου πυρετώδης ἦν, κατακλινὴς, ἀπόσιτος.
μετὰ δὲ τὸ γενόμενον ῥῖγος ξυνεχέες, ὀξέες, φρικώδεες
οἱ πυρετοί. ὀγδόῃ πολλὰ παρέκρουσε καὶ τὰς ἐχομένας καὶ ταχὺ πάλιν κατενόει, κοιλίη ταραχώδης πολλοῖσι λεπτοῖσιν,
ὑδατοχόλοις, ἄδιψος. ἑνδεκάτῃ κατενόει, κωματώδης
δὲ ἦν, οὖρα πολλὰ, λεπτὰ καὶ μέλανα, ἄγρυπνος.
εἰκοστῇ περιέψυξε καὶ ταχὺ πάλιν ἀνεθερμάνθη. μικρὰ
παρέλεγεν, ἄγρυπνος τὰ κάτω κοιλίης ἐπὶ τῶν αὐτῶν,
οὖρα ὑδατώδεα, πολλὰ, εἰκοστῇ ἑβδόμῃ ἄπυρος, κοιλίη
ξυνέστη. οὐ πολλῷ δὲ χρόνῳ ὕστερον ἰσχίου δεξιοῦ ὀδύνη
ἰσχυρὴ, χρόνον πολὺν, πυρετοὶ πάλιν παρείποντο καὶ
οὖρα ὑδατώδεα. τεσσαρακοστῇ τὰ μὲν περὶ τὸ ἰσχίον
ἐπεκούφισεν. βῆχες δὲ ξυνεχέες, ὑγραὶ, πολλαὶ, κοιλίη
ξυνέστη, ἀπόσιτος, οὖρα ἐπὶ τῶν αὐτῶν. οἱ δὲ πυρετοὶ
τὸ μὲν ὅλον οὐκ ἐλλείποντες, πεπλανημένως δὲ παροξυνόμενοι,
τὰ μὲν, τὰ δὲ οὔ. ἑξηκοστῇ αἱ μὲν βῆχες ἀσήμως
ἐξέλιπον. οὔτε γάρ τις πτυάλων πεπασμὸς ἐγίνετο
οὔτε ἄλλη τῶν εἰθισμένων ἀπόστασις. σιαγὼν δὲ ἡ ἐκ
τῶν ἐπὶ δεξιὰ, κατεσπάσθη, κωματώδης, παρέλεγε πάλιν
καὶ ταχὺ κατενόει. πρὸς δὲ τὰ γεύματα ἀπονενοημένως εἶχεν. ὁ σιαγὼν μὲν ἐπανῆκεν, ἡ κοιλίη δὲ χολώδεα σμικρὰ
διέδωκεν, ἐπύρεσεν ὀξυτέρως, φρικώδης καὶ τὰς ἐχομένας
ἄφωνος. καὶ πάλιν κατενόει καὶ διελέγετο καὶ
ὀγδοηκοστῇ ἀπέθανε. ταύτῃ τὰ τῶν οὔρων διὰ τέλεος
ἦν μέλανα καὶ λεπτὰ καὶ ὑδατώδη καὶ καῦμα παρείπετο,
ἄσιτος, ἄθυμος, ἄγρυπνος, ὀργαὶ, δυσφορίαι, τὰ περὶ
τὴν γνώμην μελαγχολικά.
Σαβῖνον περὶ τοῦ παρὰ τὸ ψυχρὸν ὕδωρ, ἐνὸν αὐτοῖς εἰπεῖν
ὅτι 434 διὰ τοῦτο καταψυγέντι τῷ γυναίῳ νοσῆσαι
συνέβη. πολλῷ γὰρ ἦν τοῦτο πιθανώτερον τῶν εἰρημένων
εἴς τε τὸν Πάριον καὶ τὸν ἐν τῷ 295 κήπῳ κατακείμενον
παρὰ τῷ Ἀρτεμισίῳ καὶ τὸν παρὰ τῷ τείχει κατοικοῦντα.
φαίνεται δ’ οὖν ἐπισχεθείσης τῆς κατὰ τὸν τόκον
καθάρσεως γενέσθαι τῇ γυναικὶ καὶ ἡ νόσος. νοσώδης μὲν
γὰρ καὶ ἡ τῶν καταμηνίων ἐπίσχεσις. ἀλλ’ οὐχ ὁμοίως
βλαβερὰ τῇ μετὰ τὸν τόκον, ὅτι μὴ μόνον αὕτη πλῆθος, ἀλλὰ καὶ κακοχυμίαν ἱκανὴν ἐργάζεται. τὸ μὲν γὰρ χρηστότερον
αἷμα τὸ ἔμβρυον ἕλκον εἰς ἑαυτὸ τροφῆς ἕνεκα,
καταλεῖπον δὲ τὸ φαυλότερον, αἴτιον γίγνεται τῆς κακοχυμίας
ταῖς κυούσαις, ἣν μετὰ τὸν τόκον ἡ φύσις ἐκκενοῖ.
καὶ τοῦτ’ ἐννοήσαντες οἱ παλαιοὶ, λοχίων κένωσιν τὴν γινομένην
μετὰ τὸν τόκον ἔκκρισιν τοῦ αἵματος προσηγόρευσαν.
ἔστι μὲν οὖν καὶ ἡ κατὰ μῆνα κένωσις οὐ μόνον κένωσις,
ἀλλὰ καὶ κάθαρσις, οὐ μὴν οὔτ’ ἴσον τὸ πλῆθος
τῆς κακοχυμίας οὔτ’ ἐν ἴσῳ χρόνῳ ταῖς μηνιαίαις ἀθροίζεται
περιόδοις, ὅσον ἐν τῷ τῆς κυήσεως χρόνῳ. καὶ τοὐπίπαν
δὲ μελαγχολικὸν αἷμα φαίνεται τὸ κενούμενον αὐταῖς
εἶναι μετὰ τὸν τόκον, ὥστε καὶ τὰ οὖρα πάσαις ὁρᾶται
κεχρωσμένα, καθάπερ ἀσβόλης τινὸς ἐμπεπτωκυίας αὐτῆς,
ὅπερ ἀμέλει κᾀπὶ ταύτης τῆς γυναικὸς ἔγραψεν ὁ Ἱπποκράτης,
ἐπὶ τῆς ια΄ ἡμέρας, εἰπὼν, οὖρα πολλὰ, λεπτὰ, μέλανα.
καὶ οἶδά γέ τινα διὰ τοιούτων οὔρων πολλῶν ἐκκενωθέντων
ὠφεληθεῖσαν, ἄλλοτε δὲ ταύτης οὐκ ἐξεκενώθη τὸ τοιοῦτον,
μετέπεσε γὰρ ἂν αὐτοῖς εἰς τὸ ὑδατῶδες τὰ οὖρα πολλὰ, λεπτὰ, μέλανα. γέγραπται οὖν ἐν τῇ τῆς κ΄ ἡμέρας
διηγήσει, οὖρα ὑδατώδεα, πολλὰ, κακά. εἶτα πάλιν
ἐν τῇ μ΄ οὖρα ἐπὶ τῶν αὐτῶν. οὐ μὴν οὐδὲ ἄλλη τις αὐτῇ
κένωσις ἢ ἀπόστασις ἐγένετο καὶ διὰ τοῦτο χρόνῳ πολλῷ
νοσήσασα κατὰ τὴν ὀγδοηκοστὴν ἡμέραν ἀπέθανεν. αὐτὸς
γοῦν ὁ Ἱπποκράτης ἔγραψεν οὕτω. οὔτε γὰρ πτυέλων τὶς
πεπασμὸς ἐγένετο οὔτ’ ἄλλη τις τῶν εἰθισμένων ἀπόστασις,
καίτοι πειραθείσης τῆς φύσεως εὐθέως τὸ περιττὸν ἀποθέσθαι
περὶ τὸ ἰσχίον, ἀλλ’ ἔοικε παλινδρομῆσαι. καὶ ταῦτά
φησι γοῦν τεσσαρακοστῇ. τὰ μὲν περὶ τὸ ἰσχίον ἐκούφισε,
βῆχες δὲ συνεχέες ὑγραί. πολλάκις δὲ ἀκηκόαμεν ἤδη περὶ
τῆς κονωνίας τοῦ θώρακος πρὸς τὰ γεννητικὰ μόρια. τὰ
μὲν οὖν κεφάλαια τῶν συμβάντων αὐτῇ ταῦτ’ ἐστί. τῶν
δὲ κατὰ μέρος ἐν τῇ προκειμένῃ ῥήσει γεγραμμένων τὰ
μὲν ὑδατόχροα διαχωρήματα τινὲς μὲν διὰ τοῦ χ καὶ λ
γράφουσιν, ἔνιοι δὲ διὰ τοῦ χ καὶ ο καὶ λ. καὶ λεπτὰ μὲν
ὑπάρχειν αὐτὰ, καθάπερ καὶ τὸ ὕδωρ ἐστὶ λεπτὸν, ἐνδεικνυμένων ἀμφοτέρων τῶν ὀνομάτων, ὑπηλλαγμένα δὲ κατὰ
τὴν χρόαν, τὰ μὲν ὑδατόχλοα τῆς χλόης ἐμφαίνειν αὐτὰ,
τὰ δ’ ὑδατόχολα τῆς χολῆς. καὶ τρίτη δ’ αὖ τις γραφὴ
διὰ τοῦ χ καὶ ρ. ἡ ὕδατος χρόα, μήτ’ ἐν τοῖς παλαιοῖς
μήτε ὅλως ἐν τοῖς ἀκριβέσιν ἀντιγράφοις εὑρισκομένη, φανερῶς
τε οὖσα μοχθηρά. τὰ γὰρ ὑδατώδη τῶν οὔρων ἐν
αὐτῷ τῷ τοιαῦτα λεχθῆναι καὶ τὴν σύστασιν ἐμφαίνει λευκὴν
καὶ τὴν χρόαν λευκήν. ἐχρήσατο δ’ ἐν τῇ διηγήσει
τῆς ἀῤῥώστου τῇδε κακοζήλῳ τινὶ λέξει ὁ Ἱπποκράτης,
καίτοι ἅπαντα κατὰ τὸ βιβλίον ἡρμηνευκώς. γέγραπται δ’
οὖν ἡ λέξις οὕτως. πρὸς δὲ τὰ γεύματα ἀπονενοημένως
εἶχεν, ὑπερβολὴν ἀνορεξίας καὶ τὸ πρὸς αὐτὰ μῖσος ἐνδεικνυμένης
τῆς φωνῆς, ὅπερ, ὅτι τῶν μοχθηρῶν ἐστὶ σημείων,
εἴρηται πολλάκις. ἄξιον θαυμάσαι καὶ πῶς οὐδὲν εἶπον οἱ
περὶ τὸν Σαβῖνον εἰς τοὺς προκειμένους χαρακτῆρας ἑκάστῳ
τῶν ἀῤῥώστων, ὑπὲρ ὧν ἐγὼ μὲν 296 ἱκανῶς ἐν τῷ β΄
τῶν ὑπομνημάτων διελθὼν οὐκέτι δέομαι μνημονεύειν αὐτῶν.
ὅ γε μὴν ἐφ’ ἑκάστου τῶν ἀῤῥώστων προχειριζόμενος ἐξελέγχειν πειρᾶται τὴν μοχθηρίαν τῶν ἐξηγησαμένων
αὐτούς.
καὶ κόπων καὶ διαίτης γενομένης ἀμελέος, ῥῖγος μέγα
καὶ πυρετὸς ὀξὺς ἔλαβε. γλῶσσα ἐπίξηρος, διψώδης,
χολώδης, οὐχ ὕπνωσεν, οὖρα ὑπομέλανα, ἐναιώρημα μετέωρον,
οὐχ ἵδρυτο. δευτέρῃ περὶ μέσον ἡμέρης ψύξις
ἀκρέων. τὰ περὶ χεῖρας καὶ κεφαλὴν μᾶλλον. ἄναυδος,
ἄφωνος, βραχύπνοος ἐπὶ χρόνον πολὺν, ἀνεθερμάνθη,
δίψαι, νύκτα δι’ ἡσυχίης, ἵδρωσε τὴν κεφαλὴν σμικρά.
τρίτῃ ἡμέρῃ δι’ ἡσυχίας. ὀψὲ δὲ περὶ ἡλίου δυσμὰς,
ὑπεψύχθη σμικρὰ, ταραχὴ νυκτὸς ἐπιπόνως, οὐδὲν ὕπνωσεν.
ἀπὸ δὲ κοιλίης ψυχρὰ, ξυνεστηκότα κόπρανα
διῆλθε. τετάρτῃ πρωῒ δι’ ἡσυχίης. περὶ δὲ μέσον ἡμέρης
πάντα παρωξύνθη, ψύξις, ἄναυδος, ἄφωνος, ἐπὶ τὸ χεῖρον ἀνεθερμάνθη. μετὰ χρόνον οὔρησε μέλανα,
ἐναιώρημα ἔχοντα, νύκτα δι’ ἡσυχίης ἐκοιμήθη. πέμπτῃ
ἔδοξε κουφισθῆναι, κατὰ δὲ κοιλίην βάρος μετὰ πόνου,
διψώδης, νύκτα ἐπιπόνως. ἕκτῃ πρωῒ μὲν δι’ ἡσυχίης,
δείλης δὲ οἱ πόνοι μείζους παρωξύνθη. ἀπὸ δὲ κοιλίης
ὀψὲ κλυσματίῳ καλῶς διῆλθε, νυκτὸς ἐκοιμήθη. ἑβδόμῃ
ἡμέρῃ ἀσώδης, ὑπεδυσφόρει, οὔρησεν ἐλαιῶδες, νυκτὸς
ταραχὴ πολλὴ, παρέλεγεν, οὐδὲν ἐκοιμᾶτο. ὀγδόῃ πρωῒ
μὲν ἐκοιμήθη σμικρὰ, ταχὺ δὲ ψύξις καὶ ἀφωνίη, λεπτὸν
πνεῦμα καὶ μινυθῶδες ὀψὲ δὲ πάλιν ἀνεθερμάνθη,
παρέκρουσεν. ἤδη δὲ πρὸς ἡμέρην σμικρὰ ἐκουφίσθη,
διαχωρήματα ἄκρητα σμικρὰ, χολώδεα, ἐνάτῃ κωματώδης,
ὅτε διεγείροιτο, οὐ λίην διψώδης. περὶ δὲ ἡλίου
δυσμὰς ἐδυσφόρει, παρέλεγε, νύκτα κακήν. δεκάτῃ πρωῒ
ἄφωνος, πολλὴ ψύξις, πυρετὸς ὀξὺς, πολὺς ἱδρὼς, ἔθανεν.
ἐν ἀρτίῃσιν οἱ πόνοι τούτῳ.
καὶ τὰ σημεῖα θανατώδη γινόμενα καὶ τοὺς παροξυσμοὺς
ἐν ἀρτίαις, ὡς αὐτὸς ὁ Ἱπποκράτης ἐπεσημήνατο,
προσθεὶς τῇ τῆς ιβ΄ ἡμέρας διηγήσει, καθ’ ἣν ἀποθανεῖν
αὐτὸν 435 ἔφη, ἐν ἀρτίῃσιν οἱ πόνοι τούτῳ. καὶ
γὰρ ὁ θάνατος ὑποπέπτωκε τῷ γενικῷ σημαινομένῳ τῆς
κρίσεως, ὡς ἐδείχθη. πεφύλακται δὲ κᾀπὶ τούτου τοῦ ἀῤῥώστου
τὸ τὰς κρίσεις γενέσθαι τοὐπίπαν, ἐν αἷς οἱ πόνοι
μείζους. ἐν ἀρτίαις γὰρ αὐτῶν γενομένων ἠκολούθησε καὶ
ὁ θάνατος ἐν ἀρτίᾳ. γέγραπται δ’ ἐν τῇ διηγήσει τῶν
συμβαινόντων αὐτῷ δύο ταῦτα, δεόμενα ἐξηγήσεως. ἔστι δ’
αὐτῶν τὸ μὲν ἕτερον ἐπὶ τῆς ἀναπνοῆς, βραχύπνους μὲν
ἐν τῇ 297 τῆς β΄ ἡμέρας διηγήσει γέγραπται. λεπτὸν
δὲ πνεῦμα καὶ μινυθῶδες ἔσχεν ἐν τῇ η΄, ἔμαθες δ’ ἔν τε
τῷ α΄ περὶ δυσπνοίας κᾀν τῷ β΄ τῶν εἰς τὸ προγνωστικὸν
ὑπομνημάτων, ἔνθα τὴν ῥῆσιν ἐξηγούμην τήνδε· πνεῦμα
δὲ πυκνὸν μὲν ἐὸν πόνον σημαίνει ἢ φλεγμονὴν ἐν τοῖσιν
ὑπὲρ τῶν φρενῶν χωρίοισιν, ὡς ἐστί τι σμικρὸν ἅμα καὶ ἀραιὸν πνεῦμα ψυχομένης καὶ νεκρουμένης ἤδη τῆς ζωτικῆς
δυνάμεως γιγνόμενον, ὃ διά τινος τῶν χωριστῶν συμπτωμάτων
ἐδήλωσεν εἰπὼν, ψυχρὸν δ’ ἐκπνεόμενον ἐκ τῶν ῥινῶν
καὶ τοῦ στόματος ὀλέθριον κάρτα ἤδη γίγνεται τοῦτο
γοῦν ἡγητέον αὐτὸν καὶ νῦν εἰρηκέναι, κατὰ μὲν τὴν β΄
ἡμέραν βραχὺ, κατὰ δὲ τὴν η΄ λεπτὸν καὶ μινυθῶδες. ἔστι
μὲν γάρ τι καὶ ἄλλο πνεῦμα βραχύ τε ἅμα καὶ πυκνὸν,
ὀδύνην σημαῖνον, ὡς ἐδείκνυμεν, ἤτοι γε ἐν τοῖς ἀναπνευστικοῖς
μορίοις ἢ τοῖς παρεγκειμένοις αὐτοῖς. ἀλλ’ ἐὰν
ἀμφότερα παραβάλλῃς ἀλλήλοις, βραχύτερον πολὺ τὸν ἔξωθεν
εἴσω ἑλκόμενον ἀέρα κατὰ τὸ ἕτερον εὑρήσεις, ὃν σμικρὸν
ἅμα καὶ ἀραιὸν ἔφη γίγνεσθαι. τὸ γὰρ πρὸς τὸ βραχὺ
πυκνὸν ἀναπληροῖ τῇ συνεχείᾳ τὸ καθ’ ἑκάστην εἰσπνοὴν
ἐνδεὲς, ὡς οἱ συνεχῶς πίνοντες βραχύ. καὶ γὰρ τούτων
βραχυπότους ἐρεῖς ὅσοι καὶ βραχὺ καὶ διὰ πολλοῦ πίνουσιν.
εἰ δέ τις βραχὺ μὲν, ἀλλὰ συνεχῶς πίνει, τοῦτον
ἁπλῶς οὐκ ἂν εἴποις βραχύποτον, ἀλλὰ μετὰ βραχὺ πίνοντα.
κατὰ τὸν αὐτὸν οὖν τρόπον ὁ κυρίως ὀνομαζόμενος βραχύπνους, καθ’ ἑκάστην εἰσπνοὴν οὐ βραχὺ μόνον, ἀλλὰ καὶ
διὰ πολλοῦ χρόνου τὸν ἔξωθεν ἀέρα διὰ τοῦ λάρυγγος ἐπισπᾶται.
τάχ’ οὖν ζητήσεις κατὰ τί προειρηκὼς ὁ Ἱπποκράτης
ἐν τῇ α΄ τῶν ἡμερῶν πυρετὸν ὀξὺν γεγονέναι, τῇ β΄
βραχύπνουν ἔφη τὸν ἄνθρωπον εἶναι. δέδεικται γὰρ ἡμῖν
ἐν τοῖς σφοδροῖς πυρετοῖς πνεῦμα μέγα καὶ πυκνὸν γενόμενον.
φήσομεν ὅτι ἐν μὲν τῇ α΄ τῶν ἡμερῶν τὸ διὰ τοὺς
σηπομένους χυμοὺς ἀναφθὲν πυρετῶδες θερμὸν αὐτὸ μὲν
διεφορήθη, κατελείφθη δὲ τὸ ἔμφυτον μόνον ἀσθενὲς ὑπάρχον,
ὡς ἤδη σβέννυσθαι, πρὶν αὖθις ἀναφθῆναι τὸ πυρετῶδες
θερμὸν, οἷον ζεσάντων τῶν σηπομένων χυμῶν. ἡ β΄
τῶν ἡμερῶν ἤνεγκε τὸ τῆς ψύξεως σημεῖον. ἀπόδειξις δὲ
τούτου μεγίστη. τηνικαῦτα γὰρ βραχύπνουν αὐτὸν γεγονέναι
φησὶ καὶ κατεψύχθαι. γράφει γοῦν ἐπὶ τῆς δευτέρας
ἡμέρας ὧδε. δευτέρῃ περὶ μέσον ἡμέρης ψύξις ἀκρέων τὰ περὶ
χεῖρας καὶ κεφαλὴν μᾶλλον, ἄναυδος, ἄφωνος, βραχύπνοος
ἐπὶ χρόνον πολύν. ἐπὶ δὲ τῆς η΄ πάλιν τάδε γράφει, η΄
πρωῒ μὲν ἐκοιμήθη μικρὰ, ταχὺ δὲ ψύξις, ἀφωνίη, λεπτὸν
πνεῦμα καὶ μινυθῶδες. ἔνθα μοι καὶ τούτῳ πρόσχες τὸν
νοῦν, ὁπηνίκα κατεψύχθη μετὰ τῆς κακοπνοίας καὶ τὴν
ἀφωνίαν αὐτῷ γεγονέναι φησὶ καὶ αὐτὴν εἰωθυῖαν πολλάκις
ἐπὶ νεκρώσει τῆς φύσεως γίγνεσθαι. κατὰ τὴν δ΄ ἡμέραν
ἡνίκα γράφει, ψύξις, ἄναυδος, ἄφωνος ἐπὶ τὸ χεῖρον, ἐμφαίνει
διὰ τῆς ἐπὶ τὸ χεῖρον προσθήκης καὶ τὸ βραχύπνουν
αὐτὸν γεγονέναι. καταλείπεται τοίνυν ἐπὶ τούτου
ἡμῖν ἐξηγήσασθαι διὰ τί προειπὼν ἄναυδος ἐπήνεγκεν
ἄφωνος. ἔστι δὲ καὶ τούτου λόγος τοιοῦτος. τὴν αὐδὴν
οὔτε πᾶν τὸ τῆς ἀκοῆς ἴδιον αἰσθητὸν οἱ παλαιοὶ φαίνονται
καλοῦντες, οὔτ’ ἐκεῖνο τὸ εἶδος αὐτοῦ μόνον, ὅσον ἐκπέμπεται
κατὰ προαίρεσιν τοῦ ζώου διὰ τοῦ στόματος, ἐν
ᾧ περιέχεται καὶ τὸ κλαίειν καὶ τὸ συρίττειν, οἰμώζειν τε
καὶ βήττειν καὶ ὅσα τἄλλα τοιαῦτα, 298 μόνην δὲ τὴν
ἀνθρώπου φωνὴν, καθ’ ἣν διαλεγόμεθα πρὸς ἀλλήλους, αὐδὴν
ὀνομάζουσιν. οὕτω γοῦν καὶ ὁ ποιητὴς ἡνίκα ἐποίησε
τοῖς ἰδίοις ἵπποις διαλεγόμενον τὸν Ἀχιλλέα, τηνικαῦτά φησι τὸν ἕτερον αὐτῶν ἀμείψασθαι λόγοις χρησάμενον ἀνθρωπίνῃ
διαλέκτῳ.
κοινὴν τῶν ἵππων φωνὴν, ἀλλ’ ὡς οὐκ ὀνομαζομένην αὐδὴν
ἐκείνην. οὕτως οὖν καὶ θεὸν αὐδήεσσαν εἴρηκε τὴν ἀνθρωπίνῃ
διαλέκτῳ χρωμένην, ὅτι καὶ αὐτὴν ἀνθρωποειδῆ
φασιν εἶναι μὴ πάντων τῶν θεῶν τοιούτων ὑπαρχόντων.
ἐναργῶς γοῦν ἥλιος καὶ σελήνη καὶ τὰ λοιπὰ τῶν ἄστρων
ἀποκεχώρηκε πάμπολυ τῆς τῶν ἀνθρώπων ἰδέας. καὶ ὁ
Ἱπποκράτης οὖν ἄναυδον μὲν εἶπεν ἐπὶ τοῦ μὴ δυναμένου
διαλέγεσθαι, τὸν δ’ ἄφωνον ἐπὶ τοῦ μηδ’ οἰμῶξαι μηδὲ
βοῆσαι δυναμένου. δῆλον δέ ἐστι τὸ τοιοῦτον μοχθηρότερον
εἶναι τῆς ὡς ἂν εἴποι τις ἀναυδίας. οἷς οὖν ἡ γλῶττα
μόνη παραλέλυται, φωνεῖν μὲν μέγιστον ἐνίοτε δύνανται,
διαλέγεσθαι δ’ οὐ δύνανται. εἰ δὲ μηδὲ ἐκφωνεῖν οἷοί τε εἶεν, ἐσχάτης νεκρώσεως ἐστὶ τὸ τοιοῦτον γνώρισμα τῶν οὕτως
ἐχόντων, μὴ οἰμωζόντων μήτε στεναζόντων μήθ’ ὅλως
φθέγγεσθαι δυναμένων. Σαβῖνος δὲ καὶ ταῦτα τοῖς ἄλλοις
τὸν μὲν οὐδ’ ὅλως ἔχοντα φωνὴν οὐδεμίαν ἄναυδον εἰρῆσθαι
νομίζει, τὸν δ’ ἄφωνον ἐν ἴσῳ τῷ ἀπόπληκτον ὑπὸ
τοῦ Ἱπποκράτους γεγράφθαι φησὶν, ὥσπερ οὐ δυναμένου
καλέσαι τὸν οὕτω διακείμενον ἀπόπληκτον. οὐ μὴν οὐδὲ
τἄλλα τὰ κατὰ διάθεσιν εἰρημένα συνᾴδει τῷ γεγονέναι τὸν
προκείμενον ἄῤῥωστον ἀπόπληκτον.
λεπτὰ, πυρετὸς φρικώδης, πολὺς ἱδρὼς, ξυνεχὴς διόλου,
κεφαλῆς καὶ τραχήλου βάρος μετὰ ὀδύνης, οὖρα λεπτὰ,
ἐναιωρήματα σμικρὰ, διεσπασμένα, οὐχ ἵδρωσεν. ἀπὸ
δὲ κοιλίης ἐξεκόπρισεν ἀθρόα, πολλὰ παρέκρουσεν, οὐδὲν
ὕπνωσεν. δευτέρᾳ πρωῒ ἄφωνος, πυρετὸς ὀξὺς, ἵδρωσεν, οὐ διέλιπεν, παλμοὶ δι’ ὅλου τοῦ σώματος, νυκτὸς σπασμοί.
τρίτῃ παρωξύνθη πάντα, τετάρτῃ ἀπέθανεν.
κατὰ τὴν πρώτην ἡμέραν εὐθέως συνεισβαλλούσης τῷ πυρετῷ
καὶ πάντα γε ἐθεασάμην ἐντὸς τῆς ζ΄ ἡμέρας, ἀποθανόντας
τοὺς οὕτω φρενιτίσαντας. ὀλίγοι δὲ πάνυ καὶ σπάνιοι
ταύτην ὑπερέβαλον. ἄξιον δὲ θαυμάσαι τὴν τῶν τοιούτων
νοσημάτων γένεσιν, ὅπως ἐξαίφνης 299 ἐπιτίθεται
τοῖς ἀμέμπτως ὑγιαίνουσιν. οὐ γὰρ δὴ ὥσπερ ἐξαιφνίδιος
ἡ γένεσις αὐτῶν ἐστιν, οὕτω καὶ ἡ τῆς γενέσεως αἰτία,
436 καθάπερ εἰ καὶ φάρμακον ἔλαβε θανάσιμον ὁ ἄνθρωπος,
ἤ τι τῶν χαλεπωτάτων θηρίων ἔδακεν αὐτὸν, ἀλλὰ
κατὰ βραχύ πως ηὔξησαν ἐν τῷ σώματι τὴν τὰ τοιαῦτα
πάθη δυναμένην αἰτίαν ἐργάσασθαι, καθάπερ ἐπὶ τῶν λυσσοδήκτων
συμβαίνει. πρόδηλον γὰρ ὅτι κᾀκείνοις οὐκ ἀργῶν
οὐδ’ ἡσυχάζων ὁ τοῦ κυνὸς ἰὸς, οὐδὲν ἑαυτῷ γνώρισμα
παρέχει πολλῶν ἐφεξῆς ἐνίοτε μηνῶν. ἐξαίφνης δ’ αὐτοῖς συμβαίνει θεασαμένοις ὕδωρ φοβηθῆναι, κᾀντεῦθεν ἤδη
διὰ ταχέων ἀπόλλυσθαι. πολλῷ μὲν αὐξανομένης χρόνῳ
τῆς τὴν λύτταν ἐργαζομένης αἰτίας, ὅταν ἅπαξ εἰς τοῦτ’
ἀφίκηται ταχὺν ἐπιφερούσης τὸν θάνατον. σχεδὸν οὖν κᾀπὶ
τῆς νῦν εἰρημένης φρενίτιδος ἠθροίζετό τις ἐν τῷ σώματι
μοχθηρὸς χυμὸς ἰῷ δηλητηρίῳ παραπλησίως, ἐναργῶν
μέν τι κατὰ βραχὺ ἐπὶ τοῖς σώμασιν, οἷς ὁμιλῶν ἐτύγχανεν.
ἐπεὶ δ’ ἐκεῖνα προδιετίθετό πως, ὅ τε χυμὸς αὐτὸς ἐπὶ
πλεῖστον ηὐξήθη κακοηθείας, ἐξαιφνίδιον ἐφάνη θανατῶδες
σύμπτωμα. καὶ γάρ τοι καὶ τῷ φρενιτικῷ οὕτω κατὰ
τὴν ἀρχὴν εὐθέως ἔμετος ἰωδῶν ἐγένετο, πυρετοῖς ἑπομένοις
ὡς τὸ πολὺ διακαέσιν. ὥσπερ οὖν ἐπὶ τῶν θανασίμων
φαρμάκων ἀποθνήσκουσιν ἔνιοι δευτεραῖοι καὶ τριταῖοι, τῆς
ποιότητος αὐτῶν, οὐ τοῦ πλήθους ἐργαζομένης τὸν θάνατον,
οὕτω καὶ τὸν ἄῤῥωστον τοῦτον εὐθέως ἀποθανεῖν ἡγητέον
τῇ τρίτῃ τῶν ἡμερῶν ὑπὸ τῆς ποιότητος τῶν ἰωδῶν χυμῶν,
οὐχ ὑπὸ τῆς φρενίτιδος διαφθαρέντα, παρακολουθῆσαι δὲ
αὐτῷ. τὴν φρενῖτιν ὥσπερ τι σύμπτωμα. τεταρταίους μὲν οὖν καὶ πεμπταίους εἶδον ἀπολλυμένους ἐξ ἀρχῆς εὐθέως
ἁλόντας, ὀξείᾳ φρενίτιδι, τριταῖον δ’ οὐκ εἶδον, ὥσπερ οὐδὲ
μέχρι τῆς κ΄ ἐκταθέντα. φαίνεται τοίνυν ὁ Ἱπποκράτης
τοῦτον μὲν ὡς ὀξύτατα διαφθαρέντα δηλώσας ἡμῖν. ἕτερον
δ’ ὀλίγον ὕστερον ὡς παραλογώτατον χρονίσαντα, περὶ οὗ
κατὰ τὸν οἰκεῖον λόγον ἐπισημανοῦμεν.
δὲ προσφερομένων οὐδὲν ὠφέλει. τῇ πρώτῃ πυρετὸς ὀξὺς,
καυσώδης, ἀτρεμέως εἶχεν, οἱ δὲ πόνοι παρείποντο. δευτέρᾳ
τοῦ μηροῦ μὲν ὑφίεσαν οἱ πόνοι, ὁ δὲ πυρετὸς ἐπέτεινεν,
ὑπεδυσφόρει, οὐκ ἐκοιμᾶτο, ἄκρεα ψυχρὰ, οὔρων πλῆθος
διῄει οὐ χρηστῶν. τρίτῃ τοῦ μηροῦ μὲν ὁ πόνος ἐπαύσατο,
παρακοπὴ δὲ τῆς γνώμης καὶ ταραχὴ καὶ πολὺς
βληστρισμός. τετάρτῃ περὶ μέσην ἡμέρην ἔθανεν
ὀξυτάτως.
τὸν νοῦν ἀκριβῶς τοῖς εἰρημένοις, δῆλος ἔσται πρὸς ἅπαν
ἄλ 300 γημα προσχὼν οὔτε προπετῶς δειλὸς οὔτε θαῤῥαλέος
ἀλογίστως. ἀλλ’ ὅταν γε ὁτιοῦν μέρος ἀλγῆσαι τύχῃ,
πρῶτον μὲν ἐπίσκεψαι μή τι τῶν ἔξωθεν αἰτίων ἐγένετο.
καὶ γὰρ ἐν κινήσεσί γέ τισι λεληθότως ἐβλάβησαν ἔνιοι καὶ
καθ’ ὕπνον οὐκ ἐπιτηδείως ἐσχηματισμένον τι μόριον ἔχοντες,
ἔν τε περιαγωγαῖς τισι καὶ περιστροφαῖς ἐξαιφνιδίοις
τὰ μόρια ἐῤῥιγῶτα καὶ προκατεψυγμένα, σπάσμασί τε καὶ
τίλμασιν ἁλισκόμενα, μεγίστας ὀδύνας φέρει, καθάπερ γε
καὶ τὰ ῥήγματα πολλοῖς ἐπώδυνα γίνεται καὶ μᾶλλον ὅσοι
ξηροὶ τὴν κρᾶσιν εἰσί. καὶ τούτων ἔτι μᾶλλον, ἐὰν παρηβῶντες
ἢ γέροντες ὦσιν. ὅταν οὖν μηδὲν τοιοῦτον φαίνηται
τῆς ὀδύνης αἴτιον, ἑξῆς ἐπίσκεψαι τὴν προηγησαμένην
δίαιταν, εἰ ἀργοτέρα παρὰ τὸ ἔθος ἐστὶν, ἢ σιτίοις ἐχρήσατο
πλείοσιν ὁ ἄνθρωπος πολυτρόφοις, εἰ συνήθων ἐκκρίσεων
ἐπίσχεσις αὐτῷ γέγονεν. εἰ γάρ τι τοιούτων ἢ καὶ
παντάπασι φαίνεται πλῆθος αἴτιον τῆς ὀδύνης ἡγησάμενον, ὅτι τάχιστα κένωσον τὸν ἄνθρωπον. οὕτω γὰρ ἐξέσται σοι
μετὰ πάσης ἀσφαλείας τοῖς ἀποκρουομένοις τὰ ῥεύματα κατὰ
τῶν ὀδυνωμένων χρήσασθαι μερῶν. εἰ δὲ πρὸ τοῦ κενῶσαί
τι τούτων πράξεις ἀποστρέψεις εἰς τὰ κυριώτατα μέρη τὸ
πλῆθος. οὐ μὴν οὐδὲ θερμαίνειν τε καὶ παρηγορεῖν ἐστὶ
θαῤῥεῖν τὰ πονούμενα μόρια πρὶν κενῶσαι τὸ σῶμα. πολλάκις
γὰρ εἰς ἅπαν ἐστὶ τὸ πεπονθὸς ἐκ τῶν τοιούτων βοηθημάτων
ἕλκον τὸ πλῆθος, ὡς καθ’ ἕτερον τρόπον ἐν κινδύνῳ
γενέσθαι τὸν ἄνθρωπον, ἀμέτρως φλεγμήναντος τοῦ
μέρους. εἴρηκε δὲ καὶ αὐτὸς, ὡς ἔμαθες, ἤδη περὶ τῶν
τοιούτων ἀποστάσεων, ἃς ἤτοι μὴ δύνηται δέξασθαι τὸ μέρος
ἢ δεξάμενον μὴ φέρειν. ἐὰν μέντοι ἐκ τῆς προηγησαμένης
διαίτης ἐμφαίνηται μηδὲν εἶναι πλῆθος ἐν τῷ σώματι,
τοῖς πρὸς τὰς ὀδύνας βοηθήμασιν ἀκίνδυνον χρῆσθαι
πυρίαις τέ τισι καὶ φαρμάκοις ὑγροῖς καὶ θερμοῖς τὴν δύναμιν,
ὧν τὴν ὕλην ἐν τοῖς περὶ τῶν φαρμάκων ὑπομνήμασιν
ἔμαθες. εἰ δὲ πρὸς τοῦτο μὴ παύηται, κενωτέον ἐστὶν
ὅλον τὸ σῶμα. πολλάκις γὰρ ἤθροισταί τι πλῆθος ἐν αὐτῷ κατὰ βραχὺ σωρευθὲν, οὐ παρακολουθήσαντος ἑαυτῷ
ἀνθρώπου τῇ τε ποσότητι καὶ ποιότητι τῶν ἐδεσμάτων.
ἐνίοτε δὲ καὶ πυκνότερον ἑαυτοῦ τὸ δέρμα γενόμενον ἔκ τινων
αἰτίων λαθόντων, τῶν ἱδρώτων ἐπισχὸν τὰς διαπνοίας,
αἴτιον ἐγένετο πληθωρικῆς διαθέσεως. διὰ τοῦτο οὖν ἐὰν
ἡ ὀδύνη μὴ παύηται πρὸ τῶν βοηθημάτων, κενωτέον ἐστὶν
ὅτι τάχιστα τὸν κάμνοντα. τὸ τοίνυν ἐπὶ τοῦ φαλακροῦ
οὐκ ἔχω συμβαλεῖν εἴτ’ ἐφλεβοτόμησέ τις αὐτὸν εἴτε μή.
ὅσον γὰρ ἐπὶ τῷ φάναι τὸν Ἱπποκράτην, τῶν δὲ προσφερομένων
οὐδὲν ὠφελεῖ, δύναται λέγειν, ὁ μέν τις ὡς ἐν τοῖς
προσφερομένοις καὶ τῆς φλεβοτομίας ἐμνημόνευσεν, ὁ δέ
τις ὡς οὐκ εἴη τῶν προσφερομένων αὐτῷ βοηθημάτων.
ὅσον δὲ ἐπὶ τῷ παρακόψαι τε καὶ διὰ τριῶν ἡμερῶν ἀποθανεῖν,
ὅτι παρελείφθη τὰ βοηθήματα. προσγέγραπται δ’
ἐπὶ τῇ τελευτῇ κατὰ τὰ διεσκευασμένα τῶν ἀντιγράφων καὶ
τούτῳ τῷ ἀῤῥώστῳ καὶ τῷ μετ’ αὐτὸν πρότερον μὲν τὸ
ὀξὺ, μετ’ αὐτὸ δὲ οἱ χαρακτῆρες, ὑπὲρ ὧν, ὡς ἔφην, οἱ μὲν
περὶ τὸν Σαβῖνον ὀρθῶς φρονοῦντες οὐδὲν εἶπον, ὁ δὲ Ζεῦξις διελέγχει καθ’ ἕκαστον ἄῤῥωστον τοὺς ἐξηγησαμένους
μοχθηρῶς. ἀλλ’ ἡμῖν ἔδοξε πάντα τὰ οὕτω προσγεγραμμένα
παραλιπεῖν ἐν τῷ νῦν ἐνεστῶτι λόγῳ. γενήσεται γὰρ,
ἐὰν δόξῃ, βιβλίον ἰδίᾳ ὅλον τοῖς καὶ τὰ τοιαῦτα πολυπραγμονοῦσιν
ἡδέως, ἐν ᾦ περὶ τῶν ἐν ἅπασι τοῖς ἀῤῥώστοις
προσγεγραμμένων χαρακτήρων ὁ λόγος ἔσται. νῦν δ’ οὐ
προσήκει τοῖς χρησίμοις ἀναμιγνύναι τὰ ἄχρηστα.
συνεχὴς μετὰ πόνου, δίψα πολλὴ, ἄση, ποτὸν κατέχειν
οὐκ ἠδύνατο, ἦν δὲ ὑπόσπληνός τε καὶ καρηβαρικός. τῇ
πρώτῃ 437 ᾑμοῤῥάγησεν ἐξ ἀριστεροῦ. πολὺς μέντοι
ὁ πυρετὸς ἐπέτεινεν, οὔρησε πολὺ, θολερὸν, λευκὸν, κείμενον
οὐ καθίστατο. δευτέρᾳ πάντα παρωξύνθη, τι
μέντοι οὖρα παχέα μὲν ἦν, ἱδρυμένα δὲ μᾶλλον. καὶ τὰ
περὶ τὴν ἄσην ἐκούφισεν, ἐκοιμήθη. τρίτῃ πυρετὸς ἐμαλάχθη,
οὔρων πλῆθος, πέπονα, πολλὴν ὑπόστασιν ἔχοντα, νύκτα δι’ ἡσυχίης. τετάρτῃ περὶ μέσον ἡμέρης ἵδρωσε
πολλῷ θερμῷ διόλου, ἄπυρος. ἐκρίθη, οὐδ’ ὑπέστρεψεν
ὀξύ.
φοβεροῦ μὲν τοῖς μὴ τεχνίταις, ἐν τάχει δὲ κριθησομένου
τοῖς ἐπιστήμοσιν. ὅπου γὰρ ὑπόσπληνος ὢν εὐθὺς
μὲν ἐν τῇ πρώτῃ τῶν ἡμερῶν ᾑμοῤῥάγησεν ἐξ ἀριστεροῦ
μυκτῆρος πολὺ, τὰ δ’ οὖρα παχέα μὲν ἦν καὶ ἀκατάστατα,
λευκὰ δὲ κατὰ τὴν χρόαν, ἐν δὲ τῇ β΄ τῶν ἡμερῶν ἱδρύετο,
μᾶλλον ἐλπὶς ἦν ἀγαθὴ περὶ τὸν κάμνοντα, παυσαμένης δὲ
καὶ τῆς ἄσης αὐτῷ κατὰ τὴν β΄ τῶν ἡμερῶν καὶ ὕπνων
γενομένων, ἔτι καὶ μᾶλλον ἐλπίσαι βεβαιότερον ἐν τάχει
σωθήσεσθαι τὸν ἄνθρωπον. ἐπὶ δὲ τῆς γ΄ ἡμέρας καλλίστων
τε ἅμα καὶ πλείστων οὔρων γενομένων ἐναργὲς ἦν
ἤδη τὸ κατὰ τὴν τετάρτην ἡμέραν τοῦ νοσήματος ἀπαλλαγήσεσθαι
τῆς νόσου τὸν ἄνθρωπον.
πυρετὸς ὀξὺς καὶ καυσώδης ἔλαβε. ἦν δὲ διψώδης καὶ
ἄγρυπνος, κατέβη δὲ τὰ γυναικεῖα πρῶτον αὐτῇ. ἕκτῃ
ἄση πολλὴ, ἔρευθος, φοινικώδης, ἀλύουσα. ἑβδόμῃ διὰ
τῶν αὐτῶν, οὖρα λεπτὰ μὲν, εὔχροα δὲ, τὰ περὶ τὴν κοιλίαν
οὐκ ἐνώχλει. ὀγδόῃ κώφωσις, πυρετὸς ὀξὺς, ἄγρυπνος,
ἀσώδης, φρικώδης, κατενόει, οὖρα ὅμοια. ἐνάτῃ
διὰ τῶν αὐτῶν καὶ τὰς ἑπομένας, οὕτως ἡ κώφωσις
παρέμεινε. τεσσαρεσκαιδεκάτῃ τὰ τῆς γνώμης ταραχώδεα,
ὁ πυρετὸς ξυνέδωκεν. ἑπτακαιδεκάτῃ διὰ τῶν ῥινῶν
ἐῤῥύη πολὺ, ἡ κώφωσις σμικρὰ ξυνέδωκε καὶ καθ’ ἡμέρας
τὰς ἑπομένας ἄση, κωφότης ἐνῆν καὶ παρά 302 ληρος.
εἰκοστῇ ποδῶν ὀδύνη, κωφότης, παράληρος, ἀπέλιπεν,
ᾑμοῤῥάγησε σμικρὰ διὰ ῥινῶν, ἵδρωσεν, ἄπυρος. εἰκοστῇ
τετάρτῃ ὁ πυρετὸς ὑπέστρεψεν, κώφωσις πάλιν,
ποδῶν ὀδύνη παρέμεινε, παρακοπή. εἰκοστῇ ἑβδόμῃ ἵδρωσε πολλὰ ἄπυρος, ἡ κώφωσις παρέλιπεν, ἡ τῶν ποδῶν
ὑπέμεινεν ὀδύνη. τὰ δ’ ἄλλα τελέως ἐκρίθη.
τοῖς ἀπ’ ἀρχῆς αὐτῇ προσπεσοῦσι κᾂν ἔδεισέ τις ὥσπερ
τεθνηξομένης. ἡ δὲ τῶν οὔρων εὔχροια μέγιστον σημεῖον
ἐπὶ τοῖς πληθωρικῶς νοσοῦσι. ἐπεὶ δ’ οὐκ ἦν παχέα, χρονιωτέραν
ἐδήλου τὴν νόσον ἔσεσθαι. φαίνονται δὲ ὥσπερ
ἐπὶ πάντων τῶν ἀῤῥώστων οὕτως κᾀνταῦθα τῶν κρισίμων
ἡμερῶν περίοδοι σώζεσθαι, καὶ μέντοι καὶ ἡ φύσις ἐν αὐτῇ
φαίνεται, κρίσιμα σημεῖά τε καὶ συμπτώματα
προδεικνύουσα.
πύλας, πυρετὸς ὀξὺς ἔλαβε, πλευροῦ δεξιοῦ ὀδύνη
ξυνεχὴς, ἔβησσε ξηρὴ, οὐδ’ ἔπτυε τὰς πρώτας, διψώδης,
ἄγρυπνος, οὖρα εὔχροα, πολλὰ, λεπτά. ἕκτῃ παράληρος, πρὸς δὲ τὰ θερμάσματα οὐδὲν ἐνεδίδου, ἑβδόμῃ ἐπίπονος,
ὁ γὰρ πυρετὸς ἐπέτεινεν, οἵ τε πόνοι οὐ ξυνεδίδοσαν, αἵ
τε βῆχες ξυνώχλουν, δύσπνοός τε ἦν. ὀγδόῃ ἀγκῶνα ἔτεμον,
ἐῤῥύη πολλὸν οἶον δεῖ, ξυνέδωκαν μὲν οἱ πόνοι, αἱ
μέντοι βῆχες ξηραὶ παρείποντο. ἑνδεκάτῃ ξυνέδωκαν οἱ
πυρετοὶ, σμικρὰ περὶ κεφαλὴν ἵδρωσεν, ἔτι βῆχες καὶ τὰ
ἀπὸ πνεύμονος ὑγρότερα. ἑπτακαιδεκάτῃ ἤρξατο σμικρὰ,
πέπονα πτύειν, ἐκουφίσθη, διψώδης ἦν καὶ τῶν ἀπὸ πνεύμονος
οὐ χρησταὶ αἱ καθάρσιες. εἰκοστῇ ἵδρωσεν ἄπυρος,
μετὰ δὲ κρίσιν ἐκουφίσθη. εἰκοστῇ ἑβδόμῃ ὁ πυρετὸς
ὑπέστρεφεν, ἔβησσεν, ἀνῆγε πέπονα πολλὰ, οὔροισιν
ὑπόστασις πολλὴ, λευκὴ, ἄδιψος ἐγένετο, ὕπνοι. τριακοστῇ
τετάρτῃ ἵδρωσε διόλου, ἄπυρος, ἐκρίθη πάντα.
γ΄ βιβλίῳ τῶν γεγραμμένων ἀῤῥώστων ἐμνημόνευσε φλεβοτομίας ὁ Ἱπποκράτης, οὐχ ὡς μόνου φλεβοτομηθέντος,
ἀλλ’ ὡς κατὰ τὴν ἡμέραν μόνου. καὶ τῶν ἰατρῶν ὥσπερ
ἐκ νόμου τινὸς οὐκέτι μετὰ τὴν δ΄ ἡμέραν φλεβοτομούντων.
ὅπου τοίνυν 303 οὗτος ὀγδοαῖος ἐφλεβοτομήθη, πολὺ
δή που ἄλλους ἡγητέον δεομένους φλεβοτομίας περὶ β΄ καὶ γ΄
καὶ δ΄ κεχρῆσθαι τῷ βοηθήματι. παρέλιπε δὲ ὁ Ἱπποκράτης
ὥσπερ τῶν ἄλλων ἁπάντων βοηθημάτων, ἐφ’ ὧν ἀναγκασθεὶς
ἐνίοτε γράφειν μηδὲν αὐτοὺς ὑπὸ τῶν προσφερομένων
ὠφελεῖσθαι χάριν τοῦ τὴν κακοήθειαν ἐνδείξασθαι τοῦ νοσήματος.
οὐ γὰρ θεραπευτικὴν αὐτῷ προύκειτο ταύτην γράψαι
πραγματείαν, ἀλλὰ προγνωστικήν. ἐπί τινων δ’ οὐδ’
ἀπ’ ἀρχῆς φαίνεται παραγεγονὼς τοῖς ἀῤῥώστοις. ἐνίοτε
γοῦν προσγράφει τοῦτο διὰ τέλεος, ἐξ οὗ κᾀγὼ οἶδα, τὸ δέ
τι καὶ τότε συνέπεσε τελέως. τοῖς δὲ ἀγνοοῦσι 438 καὶ
ἡ τούτων τῶν ἀῤῥώστων ὠφέλεια δέδεικταί μοι διὰ τοῦ α΄
περὶ κρίσεων, ἔνθα πῶς μὲν ἄν τις γνωρίσειε τὸ τελέως
ἄπεπτον νόσημα, πῶς δὲ τὸ πέττεσθαι νυνὶ πρῶτον ἀρχόμενον,
ὅπως δὲ τὸ προῆκον ἐν τῇ πέψει καὶ πῶς τὸ πλησίον ἤδη τῆς τελείας πέψεως ἐπειράθην ἐπιδεῖξαι σαφῶς.
ὅ γ’ οὖν Ἀναξίων οὗτος μέχρι μὲν οὖν βήττων ἦν, οὐδὲν δ’
ἀπέπτυεν ὅλως, ἀπεπτοτάτην εἶχε τὴν πλευρῖτιν. ια΄ δ’ ἡμέρᾳ
πτύειν ἀρξάμενος ἐδήλωσε πέττεσθαι τὴν νόσον, ἔπειτα
κατὰ βραχὺ τῷ χρόνῳ προϊόντι οὕτως ἔγραψεν ὁ Ἱπποκράτης,
κατὰ τὴν κζ΄ ἀνῆγε πέπονα πολλὰ, οὔροισιν ὑπόστασις
λευκὴ καὶ διὰ τοῦτο τελέως ἐκρίθη τῇ λ΄ καὶ δ΄.
οὐ πολλῷ δὲ χρόνῳ ὕστερον κατεκλίθη, ᾤκει πλησίον
τῆς ἄνω ἀγωγῆς, πυρετὸς ἔλαβε καυσώδης, ὀξὺς,
ἔμετοι τὸ κατ’ ἀρχὰς πολλῶν χολωδέων, διψώδης, πολλὴ
δυσφορίη, οὖρα λεπτὰ, μέλανα, ἐναιώρημα μετέωρον,
ὁτὲ μὲν, ὁτὲ δ’ οὔ. νύκτα ἐπιπόνως, πυρετὸς ἄλλοτε
ἀλλοίως παροξυνόμενος, τὰ πλεῖστα ἀτάκτως. περὶ δὲ τεσσαρεσκαιδεκάτην κώφωσις, οἱ πυρετοὶ ἐξέτεινον, οὖρα
διὰ τῶν αὐτῶν. εἰκοστῇ πολλὰ παρέκρουσε καὶ τὰς
ἑπομένας. τεσσαρακοστῇ διὰ ῥινῶν ᾑμοῤῥάγησε πολὺ καὶ
κατενόει. μᾶλλον ἡ κώφωσις ἐνῆν μὲν, ἧσσον δὲ οἱ πυρετοὶ
ξυνέδωκαν, ᾑμοῤῥάγει τὰς ἑπομένας πυκνὰ καὶ κατ’
ὀλίγον. περὶ δὲ τὴν ἑξηκοστὴν αἱ μὲν αἱμοῤῥαγίαι ἀπεπαύσαντο.
ἰσχίου δὲ δεξιοῦ ὀδύνη ἰσχυρὴ καὶ οἱ πυρετοὶ
ἐνέτεινον, οὐ πολλῷ δὲ χρόνῳ ὕστερον πόνοι τῶν
κάτω πάντων. ξυνέπιπτε δὲ ἢ τοὺς πυρετοὺς εἶναι μείζους
καὶ τὴν κώφωσιν πολλὴν, ἢ ταῦτα μὲν ὑφιέναι καὶ
κουφίζειν, τῶν δὲ κάτω περὶ ἰσχία μείζους εἶναι τοὺς
πόνους. ἤδη δὲ περὶ τὴν ὀγδοηκοστὴν ξυνέδωκε μὲν
πάντα, ξυνέλιπε δὲ οὐδέν. οὖρά τε γὰρ εὔχροα καὶ
πλείους ὑποστάσιας ἔχοντα κατέβαινεν, οἱ παράληροί τε
μείους ἦσαν. περὶ δὲ ἑκατοστὴν ἡ κοιλίη πολλοῖσι χολώδεσιν
ἐπεταράχθη καὶ εἴη χρόνον οὐκ ὀλίγον πολλὰ τοιαῦτα.
καὶ 304 πάλιν δυσεντεριώδεα μετὰ πόνου. τῶν δὲ ἄλλων ῥᾳστώνη. τὸ δέ ξύνολον οἱ πυρετοὶ ἐξέλιπον καὶ ἡ
κώφωσις ἐπαύσατο. ἐν ἑκατοστῇ τελέως ἐκρίθη καῦσος.
χαλεπῷ διὰ τὴν εὐρωστίαν τῆς δυνάμεως. ἀδύνατον γὰρ
ἄλλως ἀντισχεῖν ἰσχυρῷ πάθει. καὶ πάντως ἦν ἐν τοῖς
σφυγμοῖς αὐτοῦ ῥώμη τε ἅμα καὶ πάντα τἄλλα τὰ κατὰ τὴν
φύσιν σωζόμενα. καί μοι λέλεκται καὶ ἄλλοτε παραλελεῖφθαι
τὸ μέρος τοῦτο τῆς ἐπὶ τῶν πυρεττόντων προγνώσεως
τῷ Ἱπποκράτει. φαίνεται δ’ οὖν τῷ κάμνοντι καὶ τὰ περὶ
τὴν ἀναπνοήν τε καὶ τὴν ὄρεξιν ἄμεμπτα γεγονέναι, μεγάλην
ἔχοντα δύναμιν εἰς σωτηρίαν, ὡς αὐτὸς ἐδίδαξεν. ὁ
πυρετὸς δ’ ἐν ἀρχῇ μὲν ὀξὺς εἰσέβαλεν, ἐξελύθη δ’ αὐτοῦ
κατὰ τὸν ἑξῆς χρόνον ἡ ὀξύτης. ἔγραψε δ’ ἐπ’ αὐτοῦ,
πυρετοὶ ἄλλοτε ἀλλοίως, παροξυνόμενοι τὰ πλεῖστα ἀτάκτως.
ἓν δὲ μόνον ἐγένετο χαλεπὸν τῷ κάμνοντι σημεῖον, ἡ τῶν
οὔρων λεπτότης τε καὶ μελανότης. διὸ καὶ πολλῷ χρόνῳ
μόγις ἡ φύσις ἐκράτησε τοῦ νοσήματος, αἱμοῤῥαγίαν τε κινήσασα κατὰ τὴν μ΄ ἡμέραν ἐκ κρισίμων οὖσαν,
ἰσχίου τε ὀδύνην καὶ τῶν κάτω πάντων ἐργασομένη μετὰ
ταῦτα. δεῖται γὰρ τὰ μεγάλα τῶν νοσημάτων καὶ τῶν κρινόντων
αὐτὰ γενναίων, ἀλλ’ οὐδ’ ἐπὶ τούτῳ ἐπαύσατο τελέως
ἡ νόσος. περὶ δὲ τὴν κ΄ ἡμέραν ἐφάνη σημεῖα πεττομένης
αὐτῆς διὰ τῶν οὔρων, ἐφ’ οἷς μετὰ βραχὺ μέχρι τῆς ρ΄
πεφθεῖσα τὴν παντελῆ λύσιν ἐποιήσατο.
ἔλαβε. ἀρχόμενος δὲ ἦν ἀσώδης καὶ καρδιαλγικὸς,
διψώδης, γλώσση ἐπεκαύθη, οὖρα λεπτὰ, μέλανα. δευτέρᾳ
ὁ πυρετὸς παρωξύνθη, φρικώδης, ἀσώδης, οὐκ ἐκοιμήθη,
ἤμεσε χολώδεα, ξανθὰ, οὖρα ὅμοια, νύκτα δι’
ἡσυχίης, ὕπνωσε. τρίτῃ ὑφῆκε πάντα, ῥᾳστώνη δὲ ἦν
περὶ ἡλίου δυσμὰς, πάλιν ὑπεδυσφόρει, νύκτα ἐπιπόνως.
τετάρτῃ ῥῖγος, πυρετὸς πολὺς, πόνοι πάντων, οὖρα λεπτὰ,
ἐναιώρημα, παρέκρουσε πολλά. ἑβδόμῃ ῥαστώνη, ὀγδόῃ τὰ ἄλλα ξυνέδωκε πάντα. δεκάτῃ καὶ τὰς ἑπομένας
ἐνῆσαν μὲν οἱ πόνοι, ἧσσον δὲ πάντες. οἱ δὲ παροξυσμοὶ
καὶ οἱ πόνοι τουτέῳ διὰ τέλεος ἐν ἀρτίῃσιν
ἦσαν μᾶλλον. εἰκοστῇ οὔρησε λευκὸν, πάχος εἶχε, κείμενον
οὐ καθίστατο, ἵδρωσε πολλὰ, ἔδοξε ἄπυρος γενέσθαι.
δείλης δὲ πάλιν ἐθερμάνθη καὶ οἱ αὐτοὶ πόνοι, φρίκη,
δίψα, σμικρὰ παρέκρουσεν. εἰκοστῇ τετάρτῃ οὔρησε πολὺ
λευκὸν, πολλὴν ὑπόστασιν ἔχον, ἵδρωσε πολλῷ θερμῷ διόλου,
ἀπύρετος ἐκρίθη.
παροξυσμοὶ καὶ οἱ πόνοι ἐν ἀρτίῃσι. διὰ τοῦτο γοῦν ἐκρίθη
μετὰ τὴν κ΄ ἡμέραν ἱδρῶτι. τὰ δὲ κατὰ μέρος ὁ μεμνημένος
ἁπάντων, ὡς ἔμπροσθεν ἐξηγησάμην ἔν τε τούτῳ τῷ
βιβλίῳ καὶ τοῖς πρὸ αὐτοῦ δυσὶ καὶ πρὸ τούτων τῷ προγνωστικῷ
τε καὶ προῤῥητικῷ, δυνατὸς ἂν εἴη πάντ’ ἐξευρίσκειν αὐτός.
ὀρθοστάδην, ἐγένετο ἄγρυπνός τε καὶ ἄσιτος καὶ διψώδης
ἦν καὶ ἀσώδης, ᾤκει δὲ πλησίον τῶν Πυλάδου
ἐπὶ τοῦ λείου. τῇ πρώτῃ ἀρχομένης νυκτὸς φόβοι, λόγοι
πολλοὶ, δυσθυμίη, πυρέτιον λεπτὸν, πρωῒ σπασμοὶ
πολλοὶ, ὅτε δὲ διαλίποιεν οἱ σπασμοὶ οἱ πολλοὶ, παρέλεγεν,
ἰσχυρομύθει, πολλοὶ πόνοι, μεγάλοι, ξυνεχέες. δευτέρᾳ
διὰ τῶν αὐτῶν οὐδὲν ἐκοιμᾶτο, πυρετὸς ὀξύτερος.
τρίτῃ οἱ μὲν σπασμοὶ ἀπέλιπον, κῶμα δὲ καὶ καταφορὴ
καὶ πάλιν ἔγερσις ἀνίησε, κατέχειν οὐκ ἠδύνατο, παρέλεγε
πολλὰ, πυρετὸς ὀξύς. ἐς νύκτα δὲ ταύτην ἵδρωσε
πολλῷ θερμῷ διόλου, ἄπυρος ὕπνωσε, πάντα κατενόει,
ἐκρίθη περὶ τὴν γ΄ ἡμέρην, οὖρα μέλανα, λεπτὰ, ἐναιώρημα
δὲ ἐπὶ πολὺ στρογγύλον, οὐχ ἵδρυτο. περὶ δὲ κρίσιν
γυναικεῖα πολλὰ κατέβη.
ὧδε· δυσάνιος ἐστὶν ὅστις ἐπὶ τοῖς μικροῖς ἀνιᾶται καὶ
ἐπὶ τοῖς μεγάλοις μᾶλλον ἢ οἱ ἄλλοι ἄνθρωποι καὶ πλείω
χρόνον εἴη ἀνιαρὸς ἢ σκυθρωπὸς, νῦν ὑφ’ Ἱπποκράτους εἰρημένη
δυσάνιος, παραμεινάσης αὐτῇ τῆς λύπης ἐπὶ πλείονα
χρόνον, ὅπερ πάλιν μετ’ ὀλίγον ἐπὶ τῆς ἐν Κυζίκῳ τὰς διδύμους
θυγατέρας τεκούσης ἔφη· σιγῶσα δὲ καὶ σκυθρωπὴ
καὶ οὐ πειθομένη. θαυμάζω γε μὴν πῶς οὐ προσέγραψεν
ἐπὶ τῆς γυναικὸς ταύτης ἤτοι γε ἐπεσχῆσθαι τὰ καταμήνια
παντάπασιν ἢ μὴ τελέως γεγονέναι. φαίνεται γὰρ ὀξέως
τε ἅμα καὶ πληθωρικῶς νοσῆσαι καὶ τῇ γ΄ τῶν ἡμερῶν εἰς
νύκτα δι’ ἱδρώτων τε κριθῆναι καὶ καταμηνίων ἐκκρίσεως.
ἀλλὰ καὶ μετὰ τὴν κρίσιν ἐκκενωθέντα πολλὰ βεβαίαν εἰργάσατο
τὴν γενομένην ἀπαλλαγὴν τοῦ νοσήματος. ἡ δὲ τῶν
οὔρων χρόα, καίτοι μέλαινα γενομένη χαλεπὸν οὐδὲν εἰργάσατο,
διότι καταμηνίων ἐπίσχεσις ἦν μελαγχολικωτέρων, ἐφ’
οἷς εἰκότως ἡ γυνὴ δυσάνιος ἐγένετο καὶ φοβερὰ καὶ παρέκρουσεν
ἐν μέρει ποτὲ καὶ κωματώδης γενομένη.
ὀξὺς, ἄγρυπνος, διψώδης, γλῶσσα λιγνυώδης, ξηρὴ,
οὖρα εὔχροα μὲν, λεπτὰ δέ. δευτέρᾳ ἐπιπόνως, οὐχ
ὕπνωσε. τρίτῃ πολλὰ διῆλθεν ἀπὸ κοιλίης ὑδατόχροα
καὶ τὰς ἑπομένας διῄει τοιαῦτα εὐφόρως. τετάρτῃ οὔρησε
λεπτὸν, ὀλίγον, εἶχεν ἐναιώρημα μετέωρον, οὐχ ἵδρυτο,
παρέκρουσεν ἐς νύκτα, ἕκτῃ διὰ ῥινῶν λαῦρον ἐῤῥύη
πολὺ, φρίξασα, ἵδρωσε πολλῶ θερμῶ διόλου, ἄπυρος
ἐκρίθη. ἐν δὲ τοῖσι πυρετοῖσι καὶ ἤδη κεκριμένων γυναικεῖα
κατέβη πρῶτον τότε, παρθένος γὰρ ἦν. ἦν δὲ
διὰ παντὸς ἀσώδης, φρικώδης, ἔρευθος προσώπου, ὀμμάτων
ὀδύνη, καρηβαρική. ταύτῃ οὐχ ὑπέστρεψεν, ἀλλ’
ἐκρίθη, οἱ πόνοι ἀρτίῃσιν.
ἐστιν· ἐξ ὧν αὐτὸς ἔγραψεν εἰπὼν ὧδεν γυναικεῖα κατέβη.
τότε πρῶτον φαίνεται καὶ ἡ νόσος αὐτὴ γεγονέναι πληθωρικὴ
καὶ κριθῆναι μὲν ἐπὶ τῆς στ΄ ἡμέρας, διότι καὶ τοὺς
πόνους ἔσχεν ἀρτίαις, ὡς αὐτὸς ἔγραψε. παράδοξον δὲ τὸ
μηδ’ ὑποστρέψαι, καίτοι τῆς στ΄ ἡμέρας μηδέποτε πιστῶς
κρινούσης. ξένον οὖν τοῦτο καὶ πάνυ σπάνιον ἐπ’ αὐτῆς
γενόμενον ἐπεσημήνατο γράψας, ταύτῃ οὐχ ὑπέστρεψεν,
ἀλλ’ ἐκρίθη ὡς δέον ὑποστρέψαι. ἀλλὰ καὶ τὴν αἰτίαν
ἔγραψε τοῦ μὴ ὑποστρέψαι, προσθεὶς ἐν τοῖσι πυρετοῖσι
καὶ ἤδη κεκριμένων, γυναικεῖα κατέβη. τὸ γὰρ ἐπιμεῖναι
τὴν κένωσιν αὐτῇ ταῖς μετὰ τὴν κρίσιν ἡμέραις ἱκανὸν
ἐγένετο βεβαίαν φυλάξαι τὴν προηγησαμένην κρίσιν ἐν τῇ
στ΄ ἡμέρᾳ δι’ αἱμοῤῥαγίας τε καὶ ἱδρώτων καὶ μάλιστα ὅτι
μήτε φλεγμονή τις ἐγένετο κυρίου μορίου μήτε κακόηθες ἦν
τὸ πλῆθος. αὐτὸς γὰρ ἐπεσημήνατο πληθωρικὴν εἶναι τὴν
διάθεσιν ἐν τῷ φάναι διὰ παντὸς ἐσχηκέναι προσώπου μὲν
ἔρευθος, ὀμμάτων δὲ ὀδύνην καὶ καρηβαρίαν. εὔδηλον οὖν ἦν ὅτι κενώσεως ἐδεῖτο μόνης. καὶ ταύτην ἡ φύσις ἤρξατο
μὲν ἐργάζεσθαι τῇ γ΄ τῶν ἡμερῶν, συνεπλήρωσε δὲ κατὰ
τὴν ς΄. ὅτι δὲ τῷ λόγῳ τῆς φύσεως οὐχ ὡς σύμπτωμα τῆς
νόσου διὰ τῆς γαστρὸς ἡ κένωσις ἐγένετο σαφῶς ἐδήλωσεν
αὐτὸς γράψας, τῇ τρίτῃ δὲ πολλὰ διῆλθεν ἀπὸ κοιλίης
ὑδατόχροα καὶ τὰς ἑπομένας ἦν τοιαῦτα εὐφόρως. τοῦτο
προσκείμενον ἐνδείκνυται τῶν λυπούντων γίγνεσθαι τὴν ἔκκρισιν.
ἐπισημῄνασθαι δὲ τῶν κατὰ τὴν διήγησιν αὐτῆς
εἰρημένων ἄξιόν ἐστι καὶ ταῦτα τὰ β΄ πρὸς τοῖς εἰρημένοις,
ἓν μὲν τὸ κατὰ τὴν ἀρχὴν γεγραμμένον, γλῶσσα λιγνυώδης,
ξηρὴ, δεύτερον δὲ τὸ δ΄, οὐρῆσαι λεπτὸν, ὀλίγον, εἶχεν ἐναιώρημα
μετέωρον, οὐχ ἵδρυτο, παρέκρουσε. τὸ μὲν γὰρ
307 αὐτῶν πρότερον εἰρημένον χρήσιμόν ἐστιν εἰς τὸ
μὴ παντελῶς ἡγεῖσθαι ὀλεθρίαν τὴν λιγνυώδη γλῶσσαν,
ὀνομάζει δ’ οὕτως τὴν ἐπικεχρωσμένην οἷον λιγνύϊ τινὶ, ξηρὰν
οὖσαν ἐξ ἀναθυμιάσεως. τὸ δὲ β΄ ἐπειδὴ καὶ κατ’ ἄλλους
ἀῤῥώστους εἰπὼν ἐναιώρημα μετέωρον εὐθέως ἐπήνεγκεν
αὐτῷ τὸ παρέκρουσεν, ἐμφαίνων τοῖς τοιούτοις ἐναιωρήμασιν ἕπεσθαι παραφροσύνην. καίτοι κατά γε τὸ
προγνωστικὸν ἅπαντα τὰ περὶ τῶν οὔρων διελθὼν οὐδεμίαν
ἐξ αὐτῶν εἰς παραφροσύνην ἐποιήσατο πρόγνωσιν. ἔοικεν
οὖν τὸ σημεῖον τοῦτο καθ’ αὑτὸ μὲν οὐδέποτε σημαίνειν
παραφροσύνην, συνενδείκνυσθαι δέ ποτε κατὰ συμβεβηκὸς,
ἐπειδὴ πνευματωδέστερον εἶναι δηλοῖ τὸ ἐναιώρημα. κατὰ
γὰρ τὸ παντελῶς ἄφυσον εἰς τὸ κάτω τῶν ἀγγείων φέρεται
τὰ ἐναιωρήματα.
πολὺν, ἦν δὲ μεγαλόσπλαγχνος καὶ περὶ ἧπαρ ξυνήθης
ὀδύνη χρόνον πολὺν παρείπετο, καὶ δὴ τότε καὶ ἰκ 440 τερώδης
ἐγένετο, φυσώδης, χροιῆς τῆς ὑπολεύκου, φαγὼν
δὲ καὶ πιὼν ἀκαιροτέρως βόειον, ἐθερμάνθη μικρὰ
τὸ πρῶτον, κατεκλίθη. γάλαξι δὲ χρησάμενος ἑφθοῖσι
καὶ ὠμοῖσι, πολλοῖσιν ἀγγείοισι καὶ μηλείοισι καὶ διαίτῃ
κακῇ, πάντων αἱ βλάβαι μεγάλαι. οἵ τε γὰρ πυρετοὶ παρωξύνθησαν, κοιλίη τε τῶν προενεχθέντων οὐδὲν διέδωκεν
ἄξιον λόγου, οὖρά τε λεπτὰ καὶ ὀλίγα διῄει, ὕπνοι οὐκ
ἐνῆσαν, ἐμφύσημα κακὸν πολὺ δίψος. κωματώδης, ὑποχονδρίου
δεξιοῦ ἔπαρμα ξὺν ὀδύνῃ, ἄκρεα πάντοθεν
ὑπόψυχρα, σμικρὰ παρέλεγεν, λήθη πάντων ὅ τι λέγοι,
παρεφέρετο. περὶ δὲ τεσσαρεσκαιδεκάτην, ἀφ’ ἧς ῥιγώσας
ἀπεθερμάνθη, κατεκλίθη καὶ ἐξεμάνη, βοὴ, ταραχὴ, λόγοι
πολλοὶ καὶ πάλιν ἵδρωσις καὶ τὸ κῶμα τηνικαῦτα
προσῆλθε. μετὰ δὲ ταῦτα κοιλίη ταραχώδης, πολλοῖσι
χολώδεσιν, ἀκρήτοισιν, ὠμοῖσιν, οὖρα μέλανα, σμικρὰ,
λεπτὰ, πολλὴ δυσφορίη, τὰ τῶν διαχωρημάτων ποικίλως.
ἢ γὰρ μέλαινα καὶ σμικρὰ καὶ ἰώδεα, ἢ λιπαρὰ καὶ
ὠμὰ καὶ δακνώδη. κατὰ δὲ χρόνους ἐδόκεε καὶ γαλακτώδεα
διδόναι. περὶ δὲ εἰκοστὴν τετάρτην διὰ παρηγορίης,
τὰ μὲν ἄλλα ἐπὶ τῶν αὐτῶν, σμικρὰ δὲ κατενόησεν. ἐξ
οὗ δὲ κατεκλίθη, οὐδενὸς ἐμνήσθη. πάλιν δὲ ταχὺ παρενόει, ὥρμητο πάντα ἐπὶ τὸ χεῖρον, περὶ δὲ τριακοστὴν
πυρετὸς ὀξὺς, διαχωρήματα πολλὰ, λεπτὰ, παράληρος,
ἄκρεα ψυχρὰ, ἄφωνος, τριακοστῇ τετάρτῃ ἀπέθανε. τουτέῳ
διὰ τέλεος, ἐξ οὗ καὶ ἐγὼ οἶδα, κοιλίη ταραχώδης,
οὖρα λεπτὰ, μέλανα, κωματώδης, ἄγρυπνος, ἄκρεα
ψυχρὰ, παράληρος, διὰ τέλεος φρενιτικός.
πολλῶν, αὐτὸς ἐπὶ τῷ τέλει τῆς διηγήσεως ἐν κεφαλαίοις
βραχέσιν ἐδήλωσε τὰ γενόμενα συμπτώματά τε καὶ
σημεῖα, δι’ ὧν ἄν τις προγνῷ τὸν ἐσόμενον θάνατον. ἔχει
δὲ ἡ ῥῆσις ὧδε· τούτῳ διὰ τέλεος ἐξ οὗ καὶ ἐγὼ οἶδα κοιλίη
ταραχώδης, οὖρα λεπτὰ καὶ μέλανα, κωματώδης, ἄγρυπνος,
ἄκρεα ψυχρὰ, παράληρος διὰ τέλεος. τῶν δὲ κατὰ
μέρος οὐδέν ἐστιν ἀσαφὲς, εἴ τις τῶν προεξηγησαμένων ἡμῖν
μνημονεύει.
καὶ οὐ πάνυ καθαρθείσῃ τῇ μὲν πρώτῃ ἐπῆλθε
πυρετὸς φρικώδης, ὀξὺς, κεφαλῆς καὶ τραχήλου βάρος
μετὰ ὀδύνης, ἄγρυπνος ἐξ ἀρχῆς, σιγῶσα δὲ καὶ σκυθρωπὴ
καὶ οὐ πειθομένη, οὖρα λεπτὰ καὶ ἄχροα, διψώδης,
ἀσώδης τὸ πολὺ, κοιλίη πεπλανημένως ταραχώδης
καὶ πάλιν ξυνισταμένη. ἕκτῃ εἰς νύκτα πολλὰ παρέλεγεν,
οὐδὲν ἐκοιμήθη. περὶ δὲ ἑνδεκάτην ἐοῦσα ἐξεμάνη
καὶ πάλιν κατενόει, οὖρα μέλανα, λεπτὰ καὶ πάλιν διαλείποντα,
ἐλαιώδεα καὶ κοιλίη πολλοῖσι λεπτοῖσι, ταραχώδεσι.
τεσσαρεσκαιδεκάτῃ σπασμοὶ πολλοὶ, ἄκρεα ψυχρὰ,
οὐδὲν ἔτι κατενόει, οὖρα ἀπέστη, ιστ΄ ἄφωνος, ιζ΄
ἀπέθανε, φρενῖτις.
ὑπελείφθη τῇ γυναικὶ ταύτῃ μελαγχολικώτερον αἷμα, διὸ κατὰ ἀρχὰς μὲν ἦν σιγῶσα καὶ σκυθρωπὴ καὶ οὐ
πειθομένη. μετὰ δὲ ταῦτα παρεφρόνησε σφοδρῶς, ὡς ἐκμανῆναι,
ἀλλὰ καὶ διὰ τὴν δυστοκίαν φλεγμηνάσης τῆς μήτρας
ὁ πυρετὸς ηὐξήθη. δῆλον δ’ ὅτι τῆς κακοχυμίας ἐπὶ τὴν
κεφαλὴν ἀνενεχθείσης ἥ τε παραφροσύνη μανιώδης ἐγένετο
καὶ οἱ σπασμοὶ συνηκολούθησαν. αἱ δὲ τῶν κρισίμων ἡμερῶν
περίοδοι σώζονται κᾀνταῦθα, καθάπερ ἐπὶ πάντων
τῶν ἀῤῥώστων. εἰ δέ πού τι φανείη σπανίως διαφθειρόμενον,
ἐκεῖνο μόνον ἐπισημαίνομαι.
Λείου, πυρετὸς φρικώδης ὀξὺς ἐκ λύπης ἔλαβεν. ἐξ ἀρχῆς
δὲ περιεστέλλετο καὶ διὰ τέλεος, αἰεὶ σιγῶσα ἐψηλάφα,
ἔτιλλεν, ἔγλυφεν, ἐτριχολόγει, δάκρυα καὶ πάλιν γέλως, οὐκ
ἐκοιμᾶτο, ἀπὸ κοιλίης ἐρεθισμὸς, οὐδὲν διῄει, σμικρὰ
ὑπομιμνησκόντων ἔπεινεν, οὖρα λεπτὰ, σμικρὰ, πυρετοὶ πρὸς χεῖρα λεπτοὶ, ἀκρέων ψύξις. ἐνάτῃ πολλὰ παρέλεγε
καὶ πάλιν ἱδρύνθη, σιγῶσα. τεσσαρεσκαιδεκάτῃ πνεῦμα
ἀραιὸν, μέγα διὰ χρόνου καὶ πάλιν βραχύπνοος. ἑπτακαιδεκάτῃ
ἀπὸ κοιλίης ἐρεθισμὸς, ταραχώδεα, ἔπειτα τὰ
ποτὰ οὐ διῄει, οὐδὲν ξυνίστατο, ἀναισθήτως εἶχε πάντων,
δέρματος περίτασις καρφαλέου. εἰκοστῇ λόγοι πολλοὶ
καὶ πάλιν ἱδρύνθη, ἄφωνος, βραχύπνοος. εἰκοστῇ
πρώτῃ ἀπέθανεν. ἦν ταύτῃ διὰ τέλεος πνεῦμα ἀραιὸν,
μέγα, ἀναισθήτως πάντων εἶχεν, ἀεὶ περιεστέλλετο ἢ λόγοι
πολλοὶ ἢ σιγῶσα, διὰ τέλεος φρενῖτις.
χαλεπώτατοι δ’ εἰσὶν, ὡς καὶ πρῶτον εἶπον, αἱ τοιαῦται
φρενίτιδες καὶ τάχιστα πάντας οἷς ἂν γένωνται διαφθείρουσιν.
ἀλλὰ νῦν γε ὀξέως αὕτη ἄχρι τῆς κα΄ ἡμέρας ἐξήρκεσεν
ἴσως, ὅτι μετρίως ἐπύρεξε. καὶ διὰ τοῦτο ἐπεσημήνατο
κατὰ ταύτην τὴν ἄῤῥωστον μόνην γράψας πυρετοὶ πρὸς χεῖρας λεπτοί. καὶ φαίνεταί γε τὸ τῆς παραφροσύνης
εἶδος αὐτῇ μικτὸν ἐκ μελαγχολίας καὶ φρενίτιδος γεγονέναι.
τὸ γὰρ, οἱ λόγοι πολλοὶ ἢ σιγῶσα διὰ τέλεος ἐνδεικτικόν
ἐστι τῆς τοιαύτης μίξεως. οὐκ οἶδα δ’ ὅπως οἱ ἐξηγηταὶ
τοῦ Ἱπποκράτους οὐδὲν ἔγραψαν περὶ τῆς λέξεως ἐν ᾗ
φησι· πνεῦμα ἀραιὸν, ὅπερ οὐχ ἕτερόν ἐστι τοῦ διὰ χρόνου
καὶ φαίνεται δὲ ἐφεξῆς ταυτὸν εἰρηκώς. μή τις οὖν ἤτοι
τῆς ἀραιότητος ἐπίτασιν δηλῶσαι βουληθεὶς τὸ διὰ χρόνου
προσέγραψεν, ὡς εἰ καὶ οὕτως εἰρήκει, διὰ πάνυ πολλοῦ
χρόνου. καὶ γὰρ σύνηθές ἐστιν ἐνίοτε παραλιπεῖν τὸ πολλοῦ
καὶ μόνῳ χρήσασθαι τῷ διὰ χρόνου ἢ μὴ συνεχῶς,
ὥσπερ ἐπ’ ἄλλων ἄλλα. μηδ’ ὡς τὸ ταχὺ τὴν ἄνθρωπον
τοιοῦτον ἀναπεπνευκέναι δι’ ὅλης τῆς νόσου δηλοῖ. ἐπιφέρων
γοῦν ἐρεῖ καὶ πάλιν βραχύπνοος, ἐνδεικνύμενος κᾀνταῦθα
καθάπερ ἔμπροσθεν ἐκ καταψύξεως οὐ μόνον μικρὸν,
ἀλλὰ καὶ διὰ πολλοῦ τὴν ἄνθρωπον ἀναπνεῖν, ὅπερ ὄντως
ἐστὶ βραχὺ πνεῦμα. τὸ γὰρ ἀραιὸν καὶ μέγα, καθόσον
μὲν ἀραιόν ἐστιν, ἧττον ὑπάρχει τοῦ πυκνοῦ τε ἅμα καὶ μεγάλου, καθόσον δὲ μέγα, πλέον ἐστὶ ταύτῃ τοῦ μικροῦ καὶ
ἀραιοῦ. κατ’ ἄμφω τοίνυν μικρὸν ἔσται τὸ βραχὺ καὶ ἀραιόν.
καὶ φαίνεται καὶ νῦν ὥσπερ καὶ σὺν καταψύξει τοιαύτῃ
γεγονέναι τὸ γύναιον ἐν οἵᾳ καὶ αὐτῇ ἀπνοίᾳ καταλαμβανόμεναι
γίνονται. γράφει γοῦν ἐπ’ αὐτῆς κ΄ 310 λόγοι
πολλοὶ καὶ πάλιν ἰδίως ἐρεῖ βραχύπνοος. ἡ δ’ ἀφωνίη
τοὐπίπαν ἅμα βραχεῖ καὶ ἀραιῷ γίγνεται πνεύματι. ἀλλὰ
τό γε διὰ χρόνου μετὰ τοῦ ἀραιοῦ γεγραμμένον ἀντὶ τοῦ
διὰ πάνυ πολλοῦ ἐκδέξασθαι χρή. τὸ γὰρ ἐν ὀλίγῳ τῆς
νόσου χρόνῳ σημαίνειν οὐ δύναται, κατὰ τὴν τελευτὴν τῆς
ῥήσεως προσγράψας, ταῦτῃ διὰ τέλεος πνεῦμα ἀραιὸν,
μέγα. τὸ γὰρ διὰ τέλεος εἴωθε λέγειν ἀντὶ τοῦ δι’ ὅλης
τῆς νόσου μέχρι τῆς τελευτῆς. ὥσπερ δὲ τοῦτο τὸ διὰ τέλεος,
οὕτω καὶ τόδε φησὶν, ἀεὶ περιεστέλλετο ἢ λόγοι πολλοὶ
ἢ σιγῶσα διὰ τέλεος. τὸ μὲν γὰρ λόγοι πολλοὶ φρενιτικὸν,
τὸ δὲ σιγῶσα μελαγχολικὸν, τὸ δὲ περιεστέλλετο
κοινὸν ἀμφοῖν, εἰ μή που ἄρα καὶ διὰ τὴν κατάψυξιν ἐνίοτε
περιεστέλλετο.
πολὺν χρόνον θερμανθεὶς κατεκλίθη, φρικώδης δὲ καὶ
ἀσώδης ἦν, ἄγρυπνος καὶ ἄδιψος. ἀπὸ δὲ κοιλίης τῇ
πρώτῃ πολλὰ κόπρα διῆλθε σὺν περιῤῥόῳ πολλῷ καὶ τὰς
ἑπομένας, ὑδατόχλοα, πολλὰ διῄει, οὖρα λεπτὰ, ὀλίγα,
ἄχροα, πνεῦμα ἀραιὸν, μέγα διὰ χρόνου, ὑποχονδρίου ἔντασις
ὑπολάπαρος, παραμήκης ἐξ ἀμφοτέρων, καρδίης παλμὸς
διὰ τέλεος, ξυνεχὴς, οὔρησεν ἐλαιῶδες. δεκάτῃ παρέκρουσεν
ἀτρεμέως, κόσμιός τε καὶ ἥσυχος, δέρμα καρφαλέον
καὶ περιτεταμένον, διαχωρήματα πολλὰ καὶ λεπτὰ ἢ χολώδεα,
λιπαρά. ιδ΄ πάντα παρεκρούσθη, πάντα παρωξύνθη,
πολλὰ παρέλεγεν. ὀγδόῃ ἐξεμάνη, βληστρισμὸς, οὐδὲν οὔρει,
μικρὰ ποτὰ κατείχετο. τῇ κδ΄ ἀπέθανε φρενῖτις.
ἀρχὴν αὐτῶν τὸν ἐγκέφαλον. τὰ δ’ ἀφροδίσια καὶ ταῦτα
μὲν ἱκανῶς λυπεῖ καὶ τὴν δύναμιν καταλύει τε καὶ ἄῤῥωστον
ἐργάζεται. μοχθηρὸν οὖν ἀθροίσας πλῆθος ὁ νεανίσκος
οὗτος, εἰκότως ἤρξατο μὲν ἀπὸ πυρετῶν μετρίων, ἐπὶ
προήκοντι δὲ τῷ χρόνῳ χείρων ἑαυτοῦ γενόμενος ὕστερον
εἰς φρενῖτιν ἀκριβῆ περιέστη. γίνεσθαι δ’ αὐτὴν ἐδήλου
τότε μέγα καὶ ἀραιὸν πνεῦμα καὶ τὸ κόσμιόν τε καὶ ἀεὶ
σιωπηλὸν εἶναι τὸν νοσοῦντα, παρακροῦσαι μέτρια. τοῖς
μὲν γὰρ κούφοις καὶ ταραχώδεσιν ἀνθρώποις ἐπὶ σμικραῖς
προφάσεσιν αἱ παραφροσύναι γίνονται, τοῖς δ’ ἐναντίοις
τὸ ἦθος ἐπὶ μεγάλαις αἰτίαις. διὰ τί δὲ τῷ ἀραιῷ πνεύματι
τὸ διὰ τοῦ χρόνου προσέγραψε κατὰ τὸν ἔμπροσθεν
ἄῤῥωστον ἐπεσκεψάμεθα. καὶ περὶ τῶν καθ’ ὑποχόνδρια
παλμῶν ἐν ἄλλοις τε κᾀν τῷ προγνωστικῷ διῆλθον, ὥσπερ
καὶ τῆς ὑπολαπάρου καθ’ ὑποχόνδριον ἐντάσεως, ὅτι τὴν
χωρὶς ὄγκου λέγει καὶ γίγνεται τῶν μὲν μυῶν ἀπαθῶν ὄντων,
ἐν διαθέσει δέ τινι διαμενόντων τῶν ἔνδον τοῦ περιτοναίου μορίων.
θέρος. τὰς γὰρ θερινὰς νόσους χειμὼν ἐπιγενόμενος
λύει καὶ τὰς χειμερινὰς θέρος ἐπιγενόμενον μεθίστησι,
καίτοι αὐτό γε ἐπὶ ἑωυτοῦ τὸ γενόμενον θέρος οὐκ εὐσταθὲς
ἐγένετο, ἀλλὰ ἐξαίφνης θερμὸν καὶ νότιον καὶ
ἄπνοον, ἀλλ’ ὅμως πρὸς τὴν ἄλλην κατάστασιν μεταλλάξαν
ὠφέλησεν. μέγα δὲ μέρος ἡγοῦμαι τῆς τέχνης εἶναι τὸ
δύνασθαι σκοπεῖν καὶ περὶ τῶν γεγραμμένων ὀρθῶς. ὁ
γὰρ γνοὺς καὶ χρώμενος τούτοις οὐκ ἄν μοι δοκέει μέγα
σφάλλεσθαι ἐν τῇ τέχνῃ. δεῖ δὲ καταμανθάνειν ἀκριβῶς
τὴν κατάστασιν τῶν ὡρέων ἑκάστην καὶ τὸ νόσημα ἀγαθὸν
ὅ τι κοινὸν ἐν τῇ καταστάσει ἢ ἐν τῇ νούσῳ καὶ ὅ τι
κοινὸν ἐν τῇ καταστάσει ἢ ἐν τῇ νούσῳ μακρόν. ὅ τι νόσημα
καὶ θανάσιμον, μακρὸν, ὅ τι καὶ περιεστηκός. ὀξὺ ὅ τι
θανάσιμον, ὀξὺ ὅ τι περιεστηκὸς, τάξιν τῶν κρισίμων ἐκ
τούτων σκοπεῖσθαι καὶ προλέγειν ἐκ τούτων εὐπορεῖται.
εἰδότι περὶ τούτων ἐστὶν εἰδέναι οὓς καὶ ὅτε καὶ ὡς δεῖ
διαιτᾶν.
In Hippocratis Epidemiarum I. Galen. ed. Karl Gottlob Kühn. Leipzig. 1828.
Funding provided by Andrew W. Mellon Foundation.