καὶ ἀκμάζουσι καὶ ἔθνησκον πλεῖστοι τούτων οἶσι
μὴ αἱμοῤῥάγει. πρεσβυτέροισι δὲ ἐς ἰκτέρους ἢ κοιλίαι
ταραχώδεες ἢ δυσεντεριώδεες, οἷον Βίωνι τῷ παρὰ Σιλήνῳ
κατακειμένῳ. ἐπεδήμησαν 370 δὲ καὶ δυσεντερίαι
κατὰ θέρος καί τισι διανοσησάντων, οἷσι καὶ αἱμοῤῥαγίαι
ἐγένοντο, ἐς δυσεντεριώδεα ἐτελεύτησαν, οἷον τῷ
Ἐράτωνος τῷ παιδὶ καὶ Μύλῳ, πολλῆς αἱμοῤῥαγίης γενομένης
ἐς δυσεντεριώδεα κατάστασιν περιεγένοντο.
ἐφεξῆς δ’ αὐτῶν καὶ τοῖς ἀκμάζουσι. τοῖς δὲ τούτων πρεσβυτέροις
ἀσθενεστέρας τε τῆς δυνάμεως οὔσης καὶ τῆς ἐμφύτου
θερμασίας ἐλάττονος εἰς ἰκτέρους μᾶλλον ἡ ἀπόθεσις
ἐγένετο τῆς πλεοναζούσης χολῆς. ἐγένετο δ’ ἐνίοις καὶ
διὰ γαστρὸς ἔκκρισις ταραχώδης ἢ δυσεντεριώδης, οἷς ἐντεῦθεν ἔῤῥευσε τὸ περιττὸν τῆς κοιλίας. ἐκ τούτων οὖν
τῶν προειρημένων καὶ μέντοι καὶ τῶν ἑξῆς εἰρησομένων
οὐκ ἄδηλον ἔσται σοι τὰς ἐν τοῖς καύσοις αἱμοῤῥαγίας γίνεσθαι
διὰ τὴν ἐπικρατοῦσαν ξανθὴν χολὴν, ἥτις μεμιγμένη
τῷ αἵματι, διακαίουσά τε τοῦτο καὶ σὺν 67 αὐτῷ πολλὴν
θερμασίαν ἀναφέρουσα πρὸς τὴν κεφαλὴν, ὅταν ῥήξῃ
τὰς ἐν τῇ ῥινὶ φλέβας, αἱμοῤῥαγίας ἐργάζεται.
In Hippocratis Epidemiarum I. Galen. ed. Karl Gottlob Kühn. Leipzig. 1828.
Funding provided by Andrew W. Mellon Foundation.