καὶ ξηραντικῆς ἱκανῶς ἐστι δυνάμεως, μάλιστα δέ
φασιν ἔνιοι τὰ τῶν ἀνθρώπων δύνασθαι τοῦτο. τόν γε μὴν
ὕειον ἀστράγαλον κεκαυμένον, εἶτα πινόμενον, ἐμπνευματώσεις
καὶ στρόφους ἔφασαν θεραπεύειν. ἔγνων δέ τινας τῶν
καθ’ ἡμᾶς ἀνθρώπων ὀστᾶ κεκαυμένα ποτίζοντας, μὴ γινωσκόντων
τῶν πινόντων ὅ τι πίνοιεν, ὅπως μὴ μυσάττοιντο,
πολλῶν ἐπιληψίαν τε καὶ ἀρθρῖτιν ἐκτεθεραπευκέναι.
De simplicium medicamentorum temperamentis ac facultatibus I-VI. Galen. ed. Karl Gottlob Kühn. Leipzig. 1826.
Funding provided by Andrew W. Mellon Foundation.