ἔνιοι καυθέντας, εἶτα τὴν τέφραν ὄξει δεύοντες ἀλωπεκίας
καταχρίουσιν, ὥστ’ εἴη ἂν καὶ ἡ τοιαύτη τέφρα λεπτυντικῆς
δυνάμιως. ἔνιοι τοὺς τῶν ὄνων ὄνυχας καυθέντας ἐπιλήπτους
φασὶ θεραπεύειν, εἰ πίνοιντο συνεχῶς, ἐλαίῳ δὲ φυραθέντας
χοιράδας διαφορεῖν· ἐπιπαττομένην δὲ τὴν αὐτὴν τέφραν
ξηρὰν ἰᾶσθαι τὰ χίμεθλα.
De simplicium medicamentorum temperamentis ac facultatibus I-VI. Galen. ed. Karl Gottlob Kühn. Leipzig. 1826.
Funding provided by Andrew W. Mellon Foundation.