πάσας τὰς εἰρημένας διαφοράς. ἡ γὰρ ἐφεξῆς ἰσότης τούτων
ὁμαλότης ἐστί· οἷον ὅταν τὸ μέγεθος τῶν ἐφεξῆς ἴσον ᾖ, λέγοιτ’
ἂν ὁμαλὸς εἶναι κατὰ τὸ μέγεθος ὁ σφυγμός· καὶ εἰ τὸ
τάχος ἴσον, ὁμαλὸς κατὰ τὸ τάχος. ὡσαύτως δὲ καὶ εἰ κατὰ
σφοδρότητα καὶ πυκνότητα καὶ ἀμυδρότητα. ἡ δὲ ἀνωμαλία διαφθορὰ τῆς ἰσότητός ἐστι, καθ’ ἣν ἂν τύχῃ διαφορὰν τῶν
σφυγμῶν συνισταμένη. ἔσται γὰρ ὁ μέν τις κατὰ τὸ μέγεθος
ἀνώμαλος, ὁ δέ τις κατὰ τὸ τάχος, ὁ δὲ κατὰ σφοδρότητα
καὶ ἀμυδρότητα καὶ πυκνότητα, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως.
De pulsibus ad tirones. Galen. ed. Karl Gottlob Kühn. Leipzig. 1824.
Funding provided by Andrew W. Mellon Foundation.