δύο πληγῶν χρόνον, ἐν ᾧ διαστέλλεται ἡ ἀρτηρία καὶ συστέλλεται.
καὶ προσήκειν ἡγοῦμαι τοῖς εἰσαγομένος γυμνάσασθαι,
πρῶτον μὲν, ὡς ἐπ’ ἀναισθήτου τῆς συστολῆς.
καλείσθω μοι τὸ μέν τι πληγὴ, τὸ δὲ διάλειμμα· πληγὴ μὲν
ἡ ἀπὸ τῆς ἀρτηρίας κινουμένης προσβολὴ τῇ ἁφῇ γιγνομένη·
διάλειμμα δὲ ἡ μεταξὺ δυοῖν πληγῶν ἡσυχία, καθ’ ἣν ὁ πυκνὸς
καὶ ἀραιὸς καὶ μέσος ἀμφοῖν, ἐφ’ ᾧπερ οἱ κατὰ φύσιν
συνίστανται σφυγμοί. γνωριεῖς δὲ καὶ τούτους τῷ ποσῷ τοῦ
χρόνου. πυκνὸς μὲν γάρ ἐστιν, ὅταν βραχὺς ὁ τῆς ἡσυχίας
ᾖ χρόνος· ἀραιὸς δὲ, ὅταν πολύς. ἡσυχίαν δὲ λέγειν, ἢ
διάλειμμα πληγῶν, ἢ συστολὴν, οὐ διοίσει.
De pulsibus ad tirones. Galen. ed. Karl Gottlob Kühn. Leipzig. 1824.
Funding provided by Andrew W. Mellon Foundation.