ἀλλ’ εἰ γυμνάζοιτό τις ἀξιολόγως· ἔξεστι γὰρ τούτῳ καὶ ὧτα καὶ ῥύγχη καὶ πόδας συῶν ἐσθίειν καὶ γαστρὸς γεύεσθαι καὶ μήτρας καλῶς καθεψημένων· ὅσοι δ’ ἀργότερον καὶ ῥᾳθυμότερον διαιτῶνται, τούτους εἴργεσθαι προσήκει οὐ τούτων μόνον τῶν συῶν τῆς
ἐδωδῆς ἀλλὰ καὶ τῶν ὀρείων, ἀρκέσει δ’ αὐτοῖς ὑπό τε στρουθῶν διαιτᾶσθαι τῶν ὀρείων καὶ ἰχθύων τῶν πετραίων, ἰουλίδος καὶ φυκίδος καὶ κοττύφου καὶ κίχλης καὶ σκάρου καὶ ἀπλῶς εἰπεῖν ἀπάντων ὅσοι μαλακήν τε καὶ ψαθυρὰν ἔχουσι τὴν σάρκα, τῶν δ᾿
ἤτοι σκληρὰν ἢ γλίσχραν ἐχόντων ἀπέχεσθαι παντάπασιν.
De victu attenuante. Galen. ed. Karl Kalbfleisch. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.