τῶν ἡμέρων βελτίους εἰς ἐδωδὴν καὶ καθόλου πάντα τὰ γεγυμνασμένα τῶν ἀγυμνάστων καὶ τὰ ξηροτέραις τροφαῖς χρώμενα τῶν ὑγροτέραις καὶ τὰ καθαρὸν καὶ λεπτὸν ἀναπνέοντα τὸν ἀέρα βελτίω τῶν ἐναντίον· αἶ γὰρ τῶν ἡμέρων συῶν σάρκες ἀπάντων μὲν τῶν ἐδε- 1 2 σμάτων εἰσὶ τροφιμώταται, πάμπολυ δ’ ἔχουσιν ἐν αὑταῖς τὸ γλίσχρον ἀργίᾳ θ’ ἄμα τῇ τοῦ ζῴου καὶ ἀφθονίᾳ τροφῆς ὑγροτέρας.
De victu attenuante. Galen. ed. Karl Kalbfleisch. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.