ἐπάνειμι γένος, ἃ δὴ καὶ Δημήτριά τινες ὀνομάζουσι· συνηθεστέρα μέντοι κλῆσίς ἐστι τοῖς Ἕλλησιν ἐπὶ τοῦ γένους αὐτῶν ἅπαντος ἡ τῶν ὀσπρίων· ἔνιοι μέντοι χέδροπά ταῦτα καλοῦσιν· εἰσὶ δ’ οἳ τὸ μὲν σύμπαν γένος ὄσπρια, μόνα δ’ ἐξ αὖ | τῶν ὅσα τῇ χειρὶ 1 δρέπονται, χέδροπά προσαγορεύουσι, τὰ δ’ ἄλλα πάντα
τὰ διὰ τῶν δρεπάνων θεριζόμενα σῖτον· ἔνιοι δὲ τὸν πυρὸν μόνον σῖτον· οἶ δὲ καὶ τὰς κριθὰς αὐτῷ προστιθέασιν. ὀνομαζέτω μὲν οὖν ἕκαστος ὧς ἂν ἐθέλῃ, περὶ δὲ τῆς τῶν ὀσπρίων δυνάμεως ἐφεξῆς ἐγὼ διηἄμεώς 2 γήσομαι.
De victu attenuante. Galen. ed. Karl Kalbfleisch. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.