ἀπολείπεται τῶν γενναιοτάτων φαρμάκων, ὁποῖόν τι καὶ τὸ τοῦ πηγάνου σπέρμα τετύχηκεν ὄν, ἰσχυρὸν ἐν τοῖς μάλιστα καὶ λεπτυντικὸν ἱκανῶς· οὕτω δὲ καὶ <τὸ> τῆς λύγου σπέρμα καὶ τὸ τῆς καννάβεως φαρμακῶδες μόνον ἀλλὰ καὶ κεφαλαλγές· καὶ χρήσαιτ’
ἄν τις αὐτοῖς εἰς ἒν μόνον ἐπιτηδείως, ἐπειδὰν δι’ οὔρων καθαρᾶι τὸ αἷμα προαιρῆται. ἀλλὰ γὰρ οὐ περὶ φαρμάκων πρόκειται λέγειν ὅτι μὴ πάρεργον, ὥστ’· οὐ χρὴ μηκύνειν ἐν τούτοις.
De victu attenuante. Galen. ed. Karl Kalbfleisch. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.