ξζ′.
Παυρόλᾳ.
(2)
σώ- ματος μὲν γὰρ ἐπιμελητέον ὑγιείας χάριν, οὐκ ἰσχύος, εἰ μή τις τῶν ἱερῶν ἀγώνων ἕνεκα ἀθλοίη· ψυχῆς δὲ πάντας τρόπους προνοεῖσθαι χρὴ τὸν μέλλοντα μετὰ ἀρίστης τιμῆς ἐν δημοκρατουμένῃ ζήσεσθαι πόλει, εἴ γε μὴ σύ, τοῦθ’ ὃ κατηγοροῦσί τινες, ὥρμηκας ἐπὶ τὸ ζηλοῦν καὶ μιμεῖσθαι τὸν ἐν τυραννίδι βίον ὡς προσή- κοντά σοι κατὰ νόμους, καὶ διὰ τοῦτο σωματικὴν ἐπα- σκεῖς ῥώμην, οἰόμενος ἁρμόζουσαν εἶναί σοι τὴν ἰσχὺν εἰς τοιαύτης δυναστείας κατάκτησιν. ὅπερ ἐὰν εὖ φρονῶν τυγχάνῃς, παρὰ τοῦ μεταμελομένου περὶ ναρχίας, οὐχ ἑκουσίως, ἀλλ’ ἐξ ἀνάγκης τοῦτον ἐπα- νελομένου τὸν βίον, γνώμην λάβε. ὁ γὰρ ἀμφοτέρων πεπειραμένος τυραννηθῆναι μᾶλλον εὔξαιτο ἂν ἢ ραννῆσαι.(3)
ὃ μὲν γὰρ ἕνα φοβεῖται τῶν ἄλλων χαλεπῶν ἀπηλλαγμένος, τὸν τύραννον, ὁ τύραννος δὲ καὶ τοὺς ἔξωθεν ἐπιβουλεύοντας καὶ δι’ οὓς σώζεται· ἀνάγκη γὰρ αὐτῷ μετὰ τῶν πολλῶν φόβων καὶ λαιπωριῶν προσευλαβεῖσθαι τοὺς φυλάττοντας. ὥστε ἐμφρονέστερον δεξάμενος τὴν τοῦ συμβουλεύοντος πατρὸς εὔνοιαν ἴσος ἀξίου πᾶσιν εἶναι, τὸ δὲ ἐκ φόβων διηνεκῶν καὶ κινδύνων ἀδιαπαύστων αὐτεξούσιον ἐχθροῖς καὶ παισὶν ἐχθρῶν πάρες. εἰ δὲ ἀπειρίᾳ καὶ νεότητι τὸν ἐν τυραννίδι βίον οἴει τι τερπνὸν καὶ προσ- φιλὲς ἔχειν, ἀλλ’ οὐ τὰς ἀνωτάτω συμφορὰς καὶ κοδαιμονίας, πάντως μὲν ἁμαρτάνεις, καὶ τοῦτο πάσχεις δι’ ἄγνοιαν, εὔχου δέ σοι τὸν θεὸν μηδέποτε τυραννικῆς πείραν παραστῆσαι τύχης.Epistulae. Phalaridis Epistulae. ed. Rudolf Hercher. Paris. 1873.
Funding provided by Center for Hellenic Studies.