ξς′.
Τηλεκλείδῃ.
(2)
εὖ μέντοι καὶ τοῦτο ἴσθι, ὅτι τοῦ μέλλειν καὶ ἄλλους τινὰς ἐν τῷ ταύρῳ διαφθείρεσθαι χάριν ἐκολασάμην αὐτόν, ἐπεὶ τῆς τοῦ χαλκοῦ κατασκευῆς ἕνεκα δωρεᾶς οὐκ ἀπωλείας ἦν ἄξιος. δίκαιον μὲν οὖν ἐκείνῳ τὰς περὶ τούτων αἰτίας καὶ τοῖς εἰς τοῦτο τύχης ἥκειν βιαζομένοις ἀνακεῖσθαι· εἰ δὲ καὶ εἰς ἡμᾶς ἀναφέροιντο ὑπὸ τῶν ἀγνωμόνως κρινόντων, οὐκ ἀχθόμεθα, ἕως ἔχομεν ἀξίους ἀποδεικνύναι τῆς κολάσεως τοὺς ἀναιρουμένους. ἀρξάμενοι γὰρ ἀπὸ τοῦ πρώτου κολασθέντος, ὅν ὑπὲρ ἁπάντων ἀνθρώπων, μᾶλλον δ’ αὐτῆς τῆς ἀνθρωπίνης φύσεως ἐπυρπόλησα, τὸν αὐτὸν τρόπον τῆς ἐξετάσεως ἐπὶ πάντων ποιήσασθε.(3)
εἰ γὰρ τὴν ἐπὶ Περιλάῳ κόλασιν ὡς δικαίαν ἐπαινεῖτε, καὶ τῶν ἄλλων, ὅσους ὑπὲρ ἀλλοτρίων ἐκολασάμην ἀδικημάτων, οὐ δήπου μέμφοισθ’ ἂν προσηκόντως, οὐδὲ ὅσων ἀνῃρήκαμεν ἐκσπόνδων ἐμοὶ γεγενημένων δι’ οὓς ἐμηχανήσαντο ὀλέθρους. ἦπου σφόδρα γε ἂν ἄβουλος εἴην, εἰ τοὺς ὑπὲρ ἄλλων κακούργους, ἐάν με καὶ εὖ ποιῶσι, τι- μωρούμενος τοὺς εἰς ἐμαυτὸν ἐπιβουλεύοντας ἀζημίους ἐάσαιμι καὶ τὴν δύσκλειαν ὑπὲρ τῶν μὴ προσηκόντων ἐπὶ τῷ φοβερὸς δοκεῖν εἶναι τοῖς ἐπιβουλεύουσιν ἀναδεχόμενος ὑπὲρ τῶν ἰδίων κινδύνων ὀκνήσαιμι. πέπαυσο δὴ καὶ σεαυτῷ κἀμοὶ πράγματα παρέχων.Epistulae. Phalaridis Epistulae. ed. Rudolf Hercher. Paris. 1873.
Funding provided by Center for Hellenic Studies.