Χρεμύλος
χαίρειν μὲν ὑμᾶς ἐστιν ὦνδρες δημόται
ἀρχαῖον ἤδη προσαγορεύειν καὶ σαπρόν·
ἀσπάζομαι δʼ ὁτιὴ προθύμως ἥκετε
καὶ συντεταμένως κοὐ κατεβλακευμένως.
325
ὅπως δέ μοι καὶ τἄλλα συμπαραστάται
ἔσεσθε καὶ σωτῆρες ὄντως τοῦ θεοῦ.
Χορός
θάρρει· βλέπειν γὰρ ἄντικρυς δόξεις μʼ Ἄρη.
δεινὸν γὰρ εἰ τριωβόλου μὲν οὕνεκα
ὠστιζόμεσθʼ ἑκάστοτʼ ἐν τἠκκλησίᾳ,
330
αὐτὸν δὲ τὸν Πλοῦτον παρείην τῳ λαβεῖν.
Χρεμύλος
καὶ μὴν ὁρῶ καὶ Βλεψίδημον τουτονὶ
προσιόντα· δῆλος δʼ ἐστὶν ὅτι τοῦ πράγματος
ἀκήκοέν τι τῇ βαδίσει καὶ τῷ τάχει.
Βλεψίδημος
τί ἂν οὖν τὸ πρᾶγμʼ εἴη; πόθεν καὶ τίνι τρόπῳ
335
Χρεμύλος πεπλούτηκʼ ἐξαπίνης; οὐ πείθομαι.
καίτοι λόγος γʼ ἦν νὴ τὸν Ἡρακλέα πολὺς
ἐπὶ τοῖσι κουρείοισι τῶν καθημένων,
ὡς ἐξαπίνης ἀνὴρ γεγένηται πλούσιος.
ἔστιν δέ μοι τοῦτʼ αὐτὸ θαυμάσιον, ὅπως
340
χρηστόν τι πράττων τοὺς φίλους μεταπέμπεται.
οὔκουν ἐπιχώριόν γε πρᾶγμʼ ἐργάζεται.
Χρεμύλος
ἀλλʼ οὐδὲν ἀποκρύψας ἐρῶ· νὴ τοὺς θεοὺς
ὦ Βλεψίδημʼ ἄμεινον ἢ χθὲς πράττομεν,
ὥστε μετέχειν ἔξεστιν· εἶ γὰρ τῶν φίλων.
345
Βλεψίδημος
γέγονας δʼ ἀληθῶς, ὡς λέγουσι, πλούσιος;
Χρεμύλος
ἔσομαι μὲν οὖν αὐτίκα μάλʼ, ἢν θεὸς θέλῃ.
ἔνι γάρ τις ἔνι κίνδυνος ἐν τῷ πράγματι.
Βλεψίδημος
ποῖός τις;
Χρεμύλος
οἷος;
Βλεψίδημος
λέγʼ ἀνύσας ὅ τι φῄς ποτε.
Χρεμύλος
ἢν μὲν κατορθώσωμεν, εὖ πράττειν ἀεί·
350
ἢν δὲ σφαλῶμεν, ἐπιτετρῖφθαι τὸ παράπαν.
Βλεψίδημος
τουτὶ πονηρὸν φαίνεται τὸ φορτίον
καί μʼ οὐκ ἀρέσκει. τό τε γὰρ ἐξαίφνης ἄγαν
οὕτως ὑπερπλουτεῖν τό τʼ αὖ δεδοικέναι
πρὸς ἀνδρὸς οὐδὲν ὑγιές ἐστʼ εἰργασμένου.
355
Χρεμύλος
πῶς οὐδὲν ὑγιές;
Βλεψίδημος
εἴ τι κεκλοφὼς νὴ Δία
ἐκεῖθεν ἥκεις ἀργύριον ἢ χρυσίον
παρὰ τοῦ θεοῦ, κἄπειτʼ ἴσως σοι μεταμέλει.
Χρεμύλος
Ἄπολλον ἀποτρόπαιε μὰ Δίʼ ἐγὼ μὲν οὔ.
Βλεψίδημος
παῦσαι φλυαρῶν ὦγάθʼ· οῖδα γὰρ σαφῶς.
360
Χρεμύλος
σὺ μηδὲν εἰς ἔμʼ ὑπονόει τοιουτονί.
Βλεψίδημος
φεῦ,
ὡς οὐδὲν ἀτεχνῶς ὑγιές ἐστιν οὐδενός,
ἀλλʼ εἰσὶ τοῦ κέρδους ἅπαντες ἥττονες.
Χρεμύλος
οὔ τοι μὰ τὴν Δήμητρʼ ὑγιαίνειν μοι δοκεῖς.
Βλεψίδημος
ὡς πολὺ μεθέστηχʼ ὧν πρότερον εἶχεν τρόπων.
365
Χρεμύλος
μελαγχολᾷς ὦνθρωπε νὴ τὸν οὐρανόν.
Βλεψίδημος
ἀλλʼ οὐδὲ τὸ βλέμμʼ αὐτὸ κατὰ χώραν ἔχει,
ἀλλʼ ἐστὶν ἐπίδηλόν τι πεπανουργηκότι.
Χρεμύλος
σὺ μὲν οἶδʼ ὃ κρώζεις· ὡς ἐμοῦ τι κεκλοφότος
ζητεῖς μεταλαβεῖν.
370
Βλεψίδημος
μεταλαβεῖν ζητῶ; τίνος;
Χρεμύλος
τὸ δʼ ἐστὶν οὐ τοιοῦτον ἀλλʼ ἑτέρως ἔχον.
Βλεψίδημος
μῶν οὐ κέκλοφας ἀλλʼ ἥρπακας;
Χρεμύλος
κακοδαιμονᾷς.
Βλεψίδημος
ἀλλʼ οὐδὲ μὴν ἀπεστέρηκάς γʼ οὐδένα;
Χρεμύλος
ουʼ δῆτʼ ἔγωγʼ.
Βλεψίδημος
ὦ Ἡράκλεις, φέρε ποῖ τις ἂν
τράποιτο; τἀληθὲς γὰρ οὐκ ἐθέλει φράσαι.
375
Χρεμύλος
κατηγορεῖς γὰρ πρὶν μαθεῖν τὸ πρᾶγμά μου.
Wealth. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1907.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.