Καρίων
τίς ἔσθʼ ὁ κόπτων τὴν θύραν; τουτὶ τί ἦν;
οὐδεὶς ἔοικεν· ἀλλὰ δῆτα τὸ θύριον
φθεγγόμενον ἄλλως κλαυσιᾷ.
Ἑρμῆς
σέ τοι λέγω,
ὁ Καρίων, ἀνάμεινον.
1100
Καρίων
οὗτος εἰπέ μοι,
σὺ τὴν θύραν ἔκοπτες οὑτωσὶ σφόδρα;
Ἑρμῆς
μὰ Δίʼ ἀλλʼ ἔμελλον· εἶτʼ ἀνέῳξάς με φθάσας.
ἀλλʼ ἐκκάλει τὸν δεσπότην τρέχων ταχύ,
ἒπειτα τὴν γυναῖκα καὶ τὰ παιδία,
ἔπειτα τοὺς θεράποντας, εἶτα τὴν κύνα,
1105
ἔπειτα σαυτόν, εἶτα τὴν ὗν.
Καρίων
εἰπέ μοι,
τί δʼ ἔστιν;
Ἑρμῆς
ὁ Ζεὺς ὦ πόνηρε βούλεται
ἐς ταὐτὸν ὑμᾶς συγκυκήσας τρύβλιον
ἁπαξάπαντας ἐς τὸ βάραθρον ἐμβαλεῖν.
Καρίων
ἡ γλῶττα τῷ κήρυκι τούτων τέμνεται.
1110
ἀτὰρ διὰ τί δὴ ταῦτʼ ἐπιβουλεύει ποιεῖν
ἡμᾶς;
Ἑρμῆς
ὁτιὴ δεινότατα πάντων πραγμάτων
εἴργασθʼ. ἀφʼ οὗ γὰρ ἤρξατʼ ἐξ ἀρχῆς βλέπειν
ὁ Πλοῦτος, οὐδεὶς οὐ λιβανωτόν, οὐ δάφνην,
οὐ ψαιστόν, οὐχ ἱερεῖον, οὐκ ἄλλʼ οὐδὲ ἓν
1115
ἡμῖν ἔτι θύει τοῖς θεοῖς.
Καρίων
μὰ Δίʼ οὐδέ γε
θύσει. κακῶς γὰρ ἐπεμελεῖσθʼ ἡμῶν τότε.
Ἑρμῆς
καὶ τῶν μὲν ἄλλων μοι θεῶν ἧττον μέλει,
ἐγὼ δʼ ἀπόλωλα κἀπιτέτριμμαι.
Καρίων
σωφρονεῖς.
Ἑρμῆς
πρότερον γὰρ εἶχον μὲν παρὰ ταῖς καπηλίσιν
1120
πάντʼ ἀγάθʼ ἕωθεν εὐθύς, οἰνοῦτταν μέλι
ἰσχάδας, ὅσʼ εἰκός ἐστιν Ἑρμῆν ἐσθίειν·
νυνὶ δὲ πεινῶν ἀναβάδην ἀναπαύομαι.
Καρίων
οὔκουν δικαίως, ὅστις ἐποίεις ζημίαν
ἐνίοτε τοιαῦτʼ ἀγάθʼ ἔχων;
1125
Ἑρμῆς
οἴμοι τάλας,
οἴμοι πλακοῦντος τοῦ νʼ τετράδι πεπεμμένου.
Καρίων
ποθεῖς τὸν οὐ παρόντα καὶ μάτην καλεῖς.
Ἑρμῆς
οἴμοι δὲ κωλῆς ἣν ἐγὼ κατήσθιον.
Καρίων
ἀσκωλίαζʼ ἐνταῦθα πρὸς τὴν αἰθρίαν.
Ἑρμῆς
σπλάγχνων τε θερμῶν ὧν ἐγὼ κατήσθιον.
1130
Καρίων
ὀδύνη σε περὶ τὰ σπλάγχνʼ ἔοικέ τι στρέφειν.
Ἑρμῆς
οἴμοι δὲ κύλικος ἴσον ἴσῳ κεκραμένης.
Καρίων
ταύτην ἐπιπιὼν ἀποτρέχων οὐκ ἂν φθάνοις.
Ἑρμῆς
ἆρʼ ὠφελήσαις ἄν τι τὸν σαυτοῦ φίλον;
Wealth. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1907.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.