Γραῦς Α
τί ποθʼ ἅνδρες οὐχ ἥκουσιν; ὥρα δʼ ἦν πάλαι·
ἐγὼ δὲ καταπεπλασμένη ψιμυθίῳ
ἕστηκα καὶ κροκωτὸν ἠμφιεσμένη
ἀργός, μινυρομένη τι πρὸς ἐμαυτὴν μέλος,
880
παίζουσα. πῶς ἂν περιλάβοιμʼ αὐτῶν τινὰ
παριόντα; Μοῦσαι δεῦρʼ ἴτʼ ἐπὶ τοὐμὸν στόμα,
μελύδριον εὑροῦσαί τι τῶν Ἰωνικῶν.
Νεᾶνις
νῦν μέν με παρακύψασα προὔφθης ὦ σαπρά.
ᾤου δʼ ἐρήμας οὐ παρούσης ἐνθάδε
885
ἐμοῦ τρυγήσειν καὶ προσάξεσθαί τινα
ᾄδουσʼ· ἐγὼ δʼ ἢν τοῦτο δρᾷς ἀντᾴσομαι.
κεἰ γὰρ διʼ ὄχλου τοῦτʼ ἐστὶ τοῖς θεωμένοις,
ὅμως ἔχει τερπνόν τι καὶ κωμῳδικόν.
Γραῦς Α
τούτῳ διαλέγου κἀποχώρησον· σὺ δὲ
890
φιλοττάριον αὐλητὰ τοὺς αὐλοὺς λαβὼν
ἄξιον ἐμοῦ καὶ σοῦ προσαύλησον μέλος.
Γραῦς Α
εἴ τις ἀγαθὸν βούλεται παθεῖν
τι, παρʼ ἐμοὶ χρὴ καθεύδειν.
οὐ γὰρ ἐν νέαις τὸ σοφὸν ἔνεστιν
895
ἀλλʼ ἐν ταῖς πεπείραις·
οὐδέ τις στέργειν ἂν ἐθέλοι μᾶλλον ἢ ʼγὼ
τὸν φίλον ᾧπερ ξυνείην,
ἀλλʼ ἐφʼ ἕτερον ἂν πέτοιτο.
Ecclesiazusae. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1907.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.