Χρέμης
ἀλλʼ ἦσαν ἥττους· ὁ δὲ κατεῖχε τῇ βοῇ,
τὰς μὲν γυναῖκας πόλλʼ ἀγαθὰ λέγων, σὲ δὲ
435
πολλὰ κακά.
Βλέπυρος
καὶ τί εἶπε;
Χρέμης
πρῶτον μέν σʼ ἔφη
εἶναι πανοῦργον.
Βλέπυρος
καὶ σέ;
Χρέμης
μή πω τοῦτʼ ἔρῃ.
κἄπειτα κλέπτην.
Βλέπυρος
ἐμὲ μόνον;
Χρέμης
καὶ νὴ Δία
καὶ συκοφάντην.
Βλέπυρος
ἐμὲ μόνον;
Χρέμης
καὶ νὴ Δία
τωνδὶ τὸ πλῆθος.
440
Βλέπυρος
τίς δὲ τοῦτʼ ἄλλως λέγει;
Χρέμης
γυναῖκα δʼ εἶναι πρᾶγμʼ ἔφη νουβυστικὸν
καὶ χρηματοποιόν· κοὔτε τἀπόρρητʼ ἔφη
ἐκ Θεσμοφόροιν ἑκάστοτʼ αὐτὰς ἐκφέρειν,
σὲ δὲ κἀμὲ βουλεύοντε τοῦτο δρᾶν ἀεί.
Βλέπυρος
καὶ νὴ τὸν Ἑρμῆν τοῦτό γʼ οὐκ ἐψεύσατο.
445
Χρέμης
ἔπειτα συμβάλλειν πρὸς ἀλλήλας ἔφη
ἱμάτια χρυσίʼ ἀργύριον ἐκπώματα
μόνας μόναις, οὐ μαρτύρων ἐναντίον,
καὶ ταῦτʼ ἀποφέρειν πάντα κοὐκ ἀποστερεῖν,
ἡμῶν δὲ τοὺς πολλοὺς ἔφασκε τοῦτο δρᾶν.
450
Βλέπυρος
νὴ τὸν Ποσειδῶ μαρτύρων γʼ ἐναντίον.
Χρέμης
οὐ συκοφαντεῖν, οὐ διώκειν, οὐδὲ τὸν
δῆμον καταλύειν, ἀλλὰ πολλὰ κἀγαθά,
ἕτερά τε πλεῖστα τὰς γυναῖκας ηὐλόγει.
Βλέπυρος
τί δῆτʼ ἔδοξεν;
455
Χρέμης
ἐπιτρέπειν γε τὴν πόλιν
ταύταις. ἐδόκει γὰρ τοῦτο μόνον ἐν τῇ πόλει
οὔπω γεγενῆσθαι.
Βλέπυρος
καὶ δέδοκται;
Χρέμης
φήμʼ ἐγώ.
Βλέπυρος
ἅπαντά τʼ αὐταῖς ἐστι προστεταγμένα
ἃ τοῖσιν ἀστοῖς ἔμελεν;
Χρέμης
οὕτω ταῦτʼ ἔχει.
Βλέπυρος
οὐδʼ ἐς δικαστήριον ἄρʼ εἶμʼ ἀλλʼ ἡ γυνή;
460
Χρέμης
οὐδʼ ἔτι σὺ θρέψεις οὓς ἔχεις ἀλλʼ ἡ γυνή.
Βλέπυρος
οὐδὲ στένειν τὸν ὄρθρον ἔτι πρᾶγμʼ ἆρά μοι;
Χρέμης
μὰ Δίʼ ἀλλὰ ταῖς γυναιξὶ ταῦτʼ ἤδη μέλει·
σὺ δʼ ἀστενακτὶ περδόμενος οἴκοι μενεῖς.
Βλέπυρος
ἐκεῖνο δεινὸν τοῖσιν ἡλίκοισι νῷν,
465
μὴ παραλαβοῦσαι τῆς πόλεως τὰς ἡνίας
ἔπειτʼ ἀναγκάζωσι πρὸς βίαν—
Χρέμης
τί δρᾶν;
Βλέπυρος
κινεῖν ἑαυτάς.
Χρέμης
ἢν δὲ μὴ δυνώμεθα;
Βλέπυρος
ἄριστον οὐ δώσουσι.
Χρέμης
σὺ δέ γε νὴ Δία
δρᾶ ταῦθʼ, ἵνʼ ἀριστᾷς τε καὶ κινῇς ἅμα.
470
Βλέπυρος
τὸ πρὸς βίαν δεινότατον.
Χρέμης
ἀλλʼ εἰ τῇ πόλει
τοῦτο ξυνοίσει, ταῦτα χρὴ πάντʼ ἄνδρα δρᾶν.
Βλέπυρος
λόγος γέ τοί τις ἔστι τῶν γεραιτέρων,
ἀνόηθʼ ὅσʼ ἂν καὶ μῶρα βουλευσώμεθα,
ἅπαντʼ ἐπὶ τὸ βέλτιον ἡμῖν ξυμφέρειν.
475
Χρέμης
καὶ ξυμφέροι γʼ ὦ πότνια Παλλὰς καὶ θεοί.
ἀλλʼ εἶμι· σὺ δʼ ὑγίαινε.
Βλέπυρος
καὶ σύ γʼ ὦ Χρέμης.
Ecclesiazusae. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1907.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.