Γυνὴ Α
ἄπελθʼ. ἐγὼ γὰρ βασανιῶ ταύτην καλῶς
ἐκ τῶν ἱερῶν τῶν πέρυσι· σὺ δʼ ἀπόστηθί μοι,
ἵνα μὴ ʼπακούσῃς ὢν ἀνήρ. σὺ δʼ εἰπέ μοι
ὅ τι πρῶτον ἡμῖν τῶν ἱερῶν ἐδείκνυτο.
Μνησίλοχος
φέρʼ ἴδω, τί μέντοι πρῶτον ἦν; ἐπίνομεν.
630
Γυνὴ Α
τί δὲ μετὰ τοῦτο δεύτερον;
Μνησίλοχος
προὐπίνομεν.
Γυνὴ Α
ταυτὶ μὲν ἤκουσάς τινος· τί δαὶ τρίτον;
Μνησίλοχος
σκάφιον Ξένυλλʼ ᾔτησεν· οὐ γὰρ ἦν ἀμίς.
Γυνὴ Α
οὐδὲν λέγεις. δεῦρʼ ἐλθὲ δεῦρʼ ὦ Κλείσθενες·
ὅδʼ ἐστὶν ἁνὴρ ὃν λέγεις.
635
Κλεισθένης
τί οὖν ποιῶ;
Γυνὴ Α
ἀπόδυσον αὐτόν· οὐδὲν ὑγιὲς γὰρ λέγει.
Μνησίλοχος
κἄπειτʼ ἀποδύσετʼ ἐννέα παίδων μητέρα;
Κλεισθένης
χάλα ταχέως τὸ στρόφιον ὦναίσχυντε σύ.
Γυνὴ Α
ὡς καὶ στιβαρά τις φαίνεται καὶ καρτερά·
καὶ νὴ Δία τιτθούς γʼ ὥσπερ ἡμεῖς οὐκ ἔχει.
640
Μνησίλοχος
στερίφη γάρ εἰμι κοὐκ ἐκύησα πώποτε.
Γυνὴ Α
νῦν· τότε δὲ μήτηρ ἦσθα παίδων ἐννέα.
Κλεισθένης
ἀνίστασʼ ὀρθός. ποῖ τὸ πέος ὠθεῖς κάτω;
Γυνὴ Α
τοδὶ διέκυψε καὶ μάλʼ εὔχρων ὦ τάλαν.
Κλεισθένης
καὶ ποῦ ʼστιν;
645
Γυνὴ Α
αὖθις ἐς τὸ πρόσθεν οἴχεται.
Κλεισθένης
οὐκ ἐνγεταυθί.
Γυνὴ Α
μἀλλὰ δεῦρʼ ἥκει πάλιν.
Κλεισθένης
ἰσθμόν τινʼ ἔχεις ὦνθρωπʼ· ἄνω τε καὶ κάτω
τὸ πέος διέλκεις πυκνότερον Κορινθίων.
Γυνὴ Α
ὦ μιαρὸς οὗτος· ταῦτʼ ἄρʼ ὑπὲρ Εὐριπίδου
ἡμῖν ἐλοιδορεῖτο.
650
Μνησίλοχος
κακοδαίμων ἐγώ,
εἰς οἷʼ ἐμαυτὸν εἰσεκύλισα πράγματα.
Γυνὴ Α
ἄγε δὴ τί δρῶμεν;
Κλεισθένης
τουτονὶ φυλάττετε
καλῶς, ὅπως μὴ διαφυγὼν οἰχήσεται·
ἐγὼ δὲ ταῦτα τοῖς πρυτάνεσιν ἀγγελῶ.
Thesmophoriazusae. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1907.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.