Κηρύκαινα
ἄκουε πᾶς. ἔδοξε τῇ βουλῇ τάδε
τῇ τῶν γυναικῶν· Τιμόκλειʼ ἐπεστάτει,
Λύσιλλʼ ἐγραμμάτευεν, εἶπε Ζωστράτη·
375
ἐκκλησίαν ποιεῖν ἕωθεν τῇ μέσῃ
τῶν Θεσμοφορίων, ᾗ μάλισθʼ ἡμῖν σχολή,
καὶ χρηματίζειν πρῶτα περὶ Εὐριπίδου,
ὅ τι χρὴ παθεῖν ἐκεῖνον· ἀδικεῖν γὰρ δοκεῖ
ἡμῖν ἁπάσαις. τίς ἀγορεύειν βούλεται;
Γυνὴ Α
ἐγώ.
380
Κηρύκαινα
περίθου νυν τόνδε πρῶτον πρὶν λέγειν.
Χορός
σίγα σιώπα, πρόσεχε τὸν νοῦν· χρέμπτεται γὰρ ἤδη
ὅπερ ποιοῦσʼ οἱ ῥήτορες. μακρὰν ἔοικε λέξειν.
Γυνὴ Α
φιλοτιμίᾳ μὲν οὐδεμιᾷ μὰ τὼ θεὼ
λέξουσʼ ἀνέστην ὦ γυναῖκες· ἀλλὰ γὰρ
βαρέως φέρω τάλαινα πολὺν ἤδη χρόνον
385
προπηλακιζομένας ὁρῶς ἡμᾶς ὑπὸ
Εὐριπίδου τοῦ τῆς λαχανοπωλητρίας
καὶ πολλὰ καὶ παντοῖʼ ἀκουούσας κακά.
τί γὰρ οὗτος ἡμᾶς οὐκ ἐπισμῇ τῶν κακῶν;
ποῦ δʼ οὐχὶ διαβέβληχʼ, ὅπουπερ ἔμβραχυ
390
εἰσὶν θεαταὶ καὶ τραγῳδοὶ καὶ χοροί,
τὰς μοιχοτρόπους, τὰς ἀνδρεραστίας καλῶν,
τὰς οἰνοπότιδας, τὰς προδότιδας, τὰς λάλους,
τὰς οὐδὲν ὑγιές, τὰς μέγʼ ἀνδράσιν κακόν·
ὥστʼ εὐθὺς εἰσιόντες ἀπὸ τῶν ἰκρίων
395
ὑποβλέπουσʼ ἡμᾶς σκοποῦνταί τʼ εὐθέως
μὴ μοιχὸς ἔνδον ᾖ τις ἀποκεκρυμμένος.
δρᾶσαι δʼ ἔθʼ ἡμῖν οὐδὲν ὥσπερ καὶ πρὸ τοῦ
ἔξεστι· τοιαῦθʼ οὗτος ἐδίδαξεν κακὰ
τοὺς ἄνδρας ἡμῶν· ὥστʼ ἐάνπερ τις πλέκῃ
400
γυνὴ στέφανον, ἐρᾶν δοκεῖ· κἂν ἐκβάλῃ
σκεῦός τι κατὰ τὴν οἰκίαν πλανωμένη,
ἁνὴρ ἐρωτᾷ, ʼτῷ κατέαγεν ἡ χύτρα;
οὐκ ἔσθʼ ὅπως οὐ τῷ Κορινθίῳ ξένῳ.ʼ
κάμνει κόρη τις, εὐθὺς ἁδελφὸς λέγει,
405
τὸ χρῶμα τοῦτό μʼ οὐκ ἀρέσκει τῆς κόρης.
εἶεν, γυνή τις ὑποβαλέσθαι βούλεται
ἀποροῦσα παίδων, οὐδὲ τοῦτʼ ἔστιν λαθεῖν.
ἅνδρες γὰρ ἤδη παρακάθηνται πλησίον·
πρὸς τοὺς γέροντάς θʼ οἳ πρὸ τοῦ τὰς μείρακας
410
ἤγοντο, διαβέβληκεν, ὥστʼ οὐδεὶς γέρων
γαμεῖν ἐθέλει γυναῖκα διὰ τοὔπος τοδὶ
δέσποινα γὰρ γέροντι νυμφίῳ γυνή.
εἶτα διὰ τοῦτον ταῖς γυναικωνίτισιν
σφραγῖδας ἐπιβάλλουσιν ἤδη καὶ μοχλοὺς
415
τηροῦντες ἡμᾶς, καὶ προσέτι Μολοττικοὺς
τρέφουσι μορμολυκεῖα τοῖς μοιχοῖς κύνας.
καὶ ταῦτα μὲν ξυγγνώσθʼ. ἃ δʼ ἦν ἡμῖν πρὸ τοῦ
αὐταῖς ταμιεῦσαι καὶ προαιρούσαις λαθεῖν
ἄλφιτον ἔλαιον οἶνον, οὐδὲ ταῦτʼ ἔτι
420
ἔξεστιν. οἱ γὰρ ἄνδρες ἤδη κλῄδια
αὐτοὶ φοροῦσι κρυπτὰ κακοηθέστατα
Λακωνίκʼ ἄττα, τρεῖς ἔχοντα γομφίους.
πρὸ τοῦ μὲν οὖν ἦν ἀλλʼ ὑποῖξαι τὴν θύραν
ποιησαμέναισι δακτύλιον τριωβόλου,
425
νῦν δʼ οὗτος αὐτοὺς ᾡκότριψ Εὐριπίδης
ἐδίδαξε θριπήδεστʼ ἔχειν σφραγίδια
ἐξαψαμένους. νῦν οὖν ἐμοὶ τούτῳ δοκεῖ
ὄλεθρόν τινʼ ἡμᾶς κυρκανᾶν ἁμωσγέπως,
ἢ φαρμάκοισιν ἢ μιᾷ γέ τῳ τέχνῃ,
430
ὅπως ἀπολεῖται. ταῦτʼ ἐγὼ φανερῶς λέγω,
τὰ δʼ ἄλλα μετὰ τῆς γραμματέως συγγράψομαι.
Thesmophoriazusae. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1907.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.