Μνησίλοχος
οὐκοῦν κελητίζεις, ὅταν Φαίδραν ποιῇς;
Ἀγάθων
ἀνδρεῖα δʼ ἢν ποιῇ τις, ἐν τῷ σώματι
ἔνεσθʼ ὑπάρχον τοῦθʼ. ἃ δʼ οὐ κεκτήμεθα,
155
μίμησις ἤδη ταῦτα συνθηρεύεται.
Μνησίλοχος
ὅταν σατύρους τοίνυν ποιῇς, καλεῖν ἐμέ,
ἵνα συμποιῶ σοὔπισθεν ἐστυκὼς ἐγώ.
Ἀγάθων
ἄλλως τʼ ἄμουσόν ἐστι ποιητὴν ἰδεῖν
ἀγρεῖον ὄντα καὶ δασύν· σκέψαι δʼ ὅτι
160
Ἴβυκος ἐκεῖνος κἀνακρέων ὁ Τήιος
κἀλκαῖος, οἳ περὶ ἁρμονίαν ἐχύμισαν,
ἐμιτροφόρουν τε καὶ διεκλῶντʼ Ἰωνικῶς,
καὶ Φρύνιχος, τοῦτον γὰρ οὖν ἀκήκοας,
αὐτός τε καλὸς ἦν καὶ καλῶς ἠμπέσχετο·
165
διὰ τοῦτʼ ἄρʼ αὐτοῦ καὶ κάλʼ ἦν τὰ δράματα.
ὅμοια γὰρ ποιεῖν ἀνάγκη τῇ φύσει.
Μνησίλοχος
ταῦτʼ ἄρʼ ὁ Φιλοκλέης αἰσχρὸς ὢν αἰσχρῶς ποιεῖ,
ὁ δʼ αὖ Ξενοκλέης ὢν κακὸς κακῶς ποιεῖ,
ὁ δʼ αὖ Θέογνις ψυχρὸς ὢν ψυχρῶς ποιεῖ.
170
Ἀγάθων
ἅπασʼ ἀνάγκη· ταῦτα γάρ τοι γνοὺς ἐγὼ
ἐμαυτὸν ἐθεράπευσα.
Μνησίλοχος
πῶς πρὸς τῶν θεῶν;
Εὐριπίδης
παῦσαι βαΰζων· καὶ γὰρ ἐγὼ τοιοῦτος ἦν
ὢν τηλικοῦτος, ἡνίκʼ ἠρχόμην ποιεῖν.
Μνησίλοχος
μὰ τὸν Δίʼ οὐ ζηλῶ σε τῆς παιδεύσεως.
175
Εὐριπίδης
ἀλλʼ ὧνπερ οὕνεκʼ ἦλθον, ἔα μʼ εἰπεῖν.
Ἀγάθων
λέγε.
Εὐριπίδης
Ἀγάθων, σοφοῦ πρὸς ἀνδρός, ὅστις ἐν βραχεῖ
πολλοὺς καλῶς οἷός τε συντέμνειν λόγους.
ἐγὼ δὲ καινῇ ξυμφορᾷ πεπληγμένος
ἱκέτης ἀφῖγμαι πρὸς σέ.
180
Ἀγάθων
τοῦ χρείαν ἔχων;
Εὐριπίδης
μέλλουσί μʼ αἱ γυναῖκες ἀπολεῖν τήμερον
τοῖς Θεσμοφορίοις, ὅτι κακῶς αὐτὰς λέγω.
Ἀγάθων
τίς οὖν παρʼ ἡμῶν ἐστιν ὠφέλειά σοι;
Εὐριπίδης
ἡ πᾶσʼ· ἐὰν γὰρ ἐγκαθεζόμενος λάθρᾳ
ἐν ταῖς γυναιξίν, ὡς δοκῶν εἶναι γυνή,
185
ὑπεραποκρίνῃ μου, σαφῶς σώσεις ἐμέ.
μόνος γὰρ ἂν λέξειας ἀξίως ἐμοῦ.
Ἀγάθων
ἔπειτα πῶς οὐκ αὐτὸς ἀπολογεῖ παρών;
Εὐριπίδης
ἐγὼ φράσω σοι. πρῶτα μὲν γιγνώσκομαι·
ἔπειτα πολιός εἰμι καὶ πώγωνʼ ἔχω,
190
σὺ δʼ εὐπρόσωπος λευκὸς ἐξυρημένος
γυναικόφωνος ἁπαλὸς εὐπρεπὴς ἰδεῖν.
Ἀγάθων
Εὐριπίδη—
Εὐριπίδης
τί ἔστιν;
Ἀγάθων
ἐποίησάς ποτε,
χαίρεις ὁρῶν φῶς, πατέρα δʼ οὐ χαίρειν δοκεῖς;
Εὐριπίδης
ἔγωγε.
195
Ἀγάθων
μή νυν ἐλπίσῃς τὸ σὸν κακὸν
ἡμᾶς ὑφέξειν. καὶ γὰρ ἂν μαινοίμεθʼ ἄν.
ἀλλʼ αὐτὸς ὅ γε σόν ἐστιν οἰκείως φέρε.
τὰς συμφορὰς γὰρ οὐχὶ τοῖς τεχνάσμασιν
φέρειν δίκαιον ἀλλὰ τοῖς παθήμασιν.
Μνησίλοχος
καὶ μὴν ού γʼ ὦ κατάπυγον εὐρύπρωκτος εἶ
200
οὐ τοῖς λόγοισιν ἀλλὰ τοῖς παθήμασιν.
Εὐριπίδης
τί δʼ ἔστιν ὅτι δέδοικας ἐλθεῖν αὐτόσε;
Ἀγάθων
κάκιον ἀπολοίμην ἂν ἢ σύ.
Εὐριπίδης
πῶς;
Ἀγάθων
ὅπως;
δοκῶν γυναικῶν ἔργα νυκτερείσια
κλέπτειν ὑφαρπάζειν τε θήλειαν Κύπριν.
205
Thesmophoriazusae. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1907.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.