Ἀγάθων
ἱερὰν χθονίαις δεξάμεναι
λαμπάδα κοῦραι ξὺν ἐλευθέρᾳ
πατρίδι χορεύσασθε βοάν.
Χορὸς Ἀγάθωνος
τίνι δαιμόνων ὁ κῶμος;
λέγε νυν. εὐπίστως δὲ τοὐμὸν
105
δαίμονας ἔχει σεβίσαι.
Ἀγάθων
ἄγε νυν ὄλβιζε Μοῦσα
χρυσέων ῥύτορα τόξων
Φοῖβον, ὃς ἱδρύσατο χώρας
γύαλα Σιμουντίδι γᾷ.
110
Χορὸς Ἀγάθωνος
χαῖρε καλλίστας ἀοιδᾶς
Φοῖβʼ ἐν εὐμούσοισι τιμαῖς
γέρας ἱερὸν προφέρων.
Ἀγάθων
τάν τʼ ἐν ὄρεσι δρυογόνοισι
κόραν ἀείσατʼ
115
Ἄρτεμιν ἀγροτέραν.
Χορὸς Ἀγάθωνος
ἕπομαι κλῄζουσα σεμνὸν
γόνον ὀλβίζουσα Λατοῦς
Ἄρτεμιν ἀπειρολεχῆ.
Ἀγάθων
Λατώ τε κρούματά τʼ Ἀσιάδος
120
ποδὶ †παράρυθμʼ εὔρυθμα Φρυγίων
διανεύματα Χαρίτων†.
Χορὸς Ἀγάθωνος
σέβομαι Λατώ τʼ ἄνασσαν
κίθαρίν τε ματέρʼ ὕμνων
ἄρσενι βοᾷ δόκιμον,
125
τᾷ φάος ἔσσυτο δαιμονίοις
θεοῦ ὄμμασιν
ἁμετέρας τε διʼ αἰφνιδίου ὀπός. ὧν χάριν
ἄνακτʼ ἄγαλλε Φοῖβον τιμᾷ.
χαῖρʼ ὄλβιε παῖ Λατοῦς.
Μνησίλοχος
ὡς ἡδὺ τὸ μέλος ὦ πότνιαι Γενετυλλίδες
130
καὶ θηλυδριῶδες καὶ κατεγλωττισμένον
καὶ μανδαλωτόν, ὥστʼ ἐμοῦ γʼ ἀκροωμένου
ὑπὸ τὴν ἕδραν αὐτὴν ὑπῆλθε γάργαλος.
καί σʼ ὦ νεανίσχʼ ὅστις εἶ, κατʼ Αἰσχύλον
ἐκ τῆς Λυκουργείας ἐρέσθαι βούλομαι.
135
ποδαπὸς ὁ γύννις; τίς πάτρα; τίς ἡ στολή;
τίς ἡ τάραξις τοῦ βίου; τί βάρβιτος
λαλεῖ κροκωτῷ; τί δὲ λύρα κεκρυφάλῳ;
τί λήκυθος καὶ στρόφιον; ὡς οὐ ξύμφορον.
τίς δαὶ κατόπτρου καὶ ξίφους κοινωνία;
140
τίς δʼ αὐτὸς ὦ παῖ; πότερον ὡς ἀνὴρ τρέφει;
καὶ ποῦ πέος; ποῦ χλαῖνα; ποῦ Λακωνικαί;
ἀλλʼ ὡς γυνὴ δῆτʼ· εἶτα ποῦ τὰ τιτθία;
τί φῄς; τί σιγᾷς; ἀλλὰ δῆτʼ ἐκ τοῦ μέλους
ζητῶ σʼ, ἐπειδή γʼ αὐτὸς οὐ βούλει φράσαι;
145
Ἀγάθων
ὦ πρέσβυ πρέσβυ, τοῦ φθόνου μὲν τὸν ψόγον
ἤκουσα, τὴν δʼ ἄλγησιν οὐ παρεσχόμην·
ἐγὼ δὲ τὴν ἐσθῆθʼ ἅμα γνώμῃ φορῶ.
χρὴ γὰρ ποιητὴν ἄνδρα πρὸς τὰ δράματα
ἃ δεῖ ποιεῖν πρὸς ταῦτα τοὺς τρόπους ἔχειν.
150
αὐτίκα γυναικεῖʼ ἢν ποιῇ τις δράματα,
μετουσίαν δεῖ τῶν τρόπων τὸ σῶμʼ ἔχειν.
Thesmophoriazusae. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1907.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.