Μυρρίνη
φιλῶ φιλῶ ʼγὼ τοῦτον· ἀλλʼ οὐ βούλεται
870
ὑπʼ ἐμοῦ φιλεῖσθαι. σὺ δʼ ἐμὲ τούτῳ μὴ κάλει.
Κινησίας
ὦ γλυκύτατον Μυρρινίδιον τί ταῦτα δρᾷς;
κατάβηθι δεῦρο.
Μυρρίνη
μὰ Δίʼ ἐγὼ μὲν αὐτόσʼ οὔ.
Κινησίας
ἐμοῦ καλοῦντος οὐ καταβήσει Μυρρίνη;
Μυρρίνη
οὐ γὰρ δεόμενος οὐδὲν ἐκκαλεῖς ἐμέ.
875
Κινησίας
ἐγὼ οὐ δεόμενος; ἐπιτετριμμένος μὲν οὖν.
Μυρρίνη
ἄπειμι.
Κινησίας
μὴ δῆτʼ, ἀλλὰ τῷ γοῦν παιδίῳ
ὑπάκουσον· οὗτος οὐ καλεῖς τὴν μαμμίαν;
Παῖς Κινησίου
μαμμία, μαμμία, μαμμία.
Κινησίας
αὕτη τί πάσχεις; οὐδʼ ἐλεεῖς τὸ παιδίον
880
ἄλουτον ὂν κἄθηλον ἕκτην ἡμέραν;
Μυρρίνη
ἔγωγʼ ἐλεῶ δῆτʼ· ἀλλʼ ἀμελὴς αὐτῷ πατὴρ
ἔστιν.
Κινησίας
κατάβηθʼ ὦ δαιμονία τῷ παιδίῳ.
Μυρρίνη
οἷον τὸ τεκεῖν· καταβατέον. τί γὰρ πάθω;
Κινησίας
ἐμοὶ γὰρ αὕτη καὶ νεωτέρα δοκεῖ
885
πολλῷ γεγενῆσθαι κἀγανώτερον βλέπειν·
χἂ δυσκολαίνει πρὸς ἐμὲ καὶ βρενθύεται,
ταῦτʼ αὐτὰ δή ʼσθʼ ἃ κἄμʼ ἐπιτρίβει τῷ πόθῳ.
Μυρρίνη
ὦ γλυκύτατον σὺ τεκνίδιον κακοῦ πατρός,
φέρε σε φιλήσω γλυκύτατον τῇ μαμμίᾳ.
890
Κινησίας
τί ὦ πονήρα ταῦτα ποιεῖς χἀτέραις
πείθει γυναιξί, κἀμέ τʼ ἄχθεσθαι ποιεῖς
αὐτή τε λυπεῖ;
Μυρρίνη
μὴ πρόσαγε τὴν χεῖρά μοι.
Κινησίας
τὰ δʼ ἔνδον ὄντα τἀμὰ καὶ σὰ χρήματα
χεῖρον διατίθης.
895
Μυρρίνη
ὀλίγον αὐτῶν μοι μέλει.
Κινησίας
ὀλίγον μέλει σοι τῆς κρόκης φορουμένης
ὑπὸ τῶν ἀλεκτρυόνων;
Μυρρίνη
ἔμοιγε νὴ Δία.
Κινησίας
τὰ
δὲ τῆς Ἀφροδίτης ἱέρʼ ἀνοργίαστά σοι
χρόνον τοσοῦτόν ἐστιν. οὐ βαδιεῖ πάλιν;
Μυρρίνη
μὰ Δίʼ οὐκ ἔγωγʼ, ἢν μὴ διαλλαχθῆτέ γε
900
καὶ τοῦ πολέμου παύσησθε.
Κινησίας
τοιγάρ, ἢν δοκῇ,
ποιήσομεν καὶ ταῦτα.
Μυρρίνη
τοιγάρ, ἢν δοκῇ,
κἄγωγʼ ἄπειμʼ ἐκεῖσε· νῦν δʼ ἀπομώμοκα.
Κινησίας
σὺ δʼ ἀλλὰ κατακλίνηθι μετʼ ἐμοῦ διὰ χρόνου.
Μυρρίνη
οὐ δῆτα· καίτοι σʼ οὐκ ἐρῶ γʼ ὡς οὐ φιλῶ.
905
Κινησίας
φιλεῖς; τί οὖν οὐ κατεκλίνης ὦ Μύρριον;
Μυρρίνη
ὦ καταγέλαστʼ ἐναντίον τοῦ παιδίου;
Κινησίας
μὰ Δίʼ ἀλλὰ τοῦτό γʼ οἴκαδʼ ὦ Μανῆ φέρε.
ἰδοὺ τὸ μέν σοι παιδίον καὶ δὴ ʼκποδών,
σὺ δʼ οὐ κατακλίνει.
910
Μυρρίνη
ποῦ γὰρ ἄν τις καὶ τάλαν
δράσειε τοῦθʼ;
Κινησίας
ὅπου; τὸ τοῦ Πανὸς καλόν.
Μυρρίνη
καὶ πῶς ἔθʼ ἁγνὴ δῆτʼ ἂν ἔλθοιμʼ ἐς πόλιν;
Κινησίας
κάλλιστα δήπου λουσαμένη τῇ Κλεψύδρᾳ.
Μυρρίνη
ἔπειτʼ ὀμόσασα δῆτʼ ἐπιορκήσω τάλαν;
Lysistrata. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1907.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.