Κινησίας
ἀναπέτομαι δὴ πρὸς Ὄλυμπον πτερύγεσσι κούφαις·
πέτομαι δʼ ὁδὸν ἄλλοτʼ ἐπʼ ἄλλαν μελέων —
Πισθέταιρος
τουτὶ τὸ πρᾶγμα φορτίου δεῖται πτερῶν.
1375
Κινησίας
ἀφόβῳ φρενὶ σώματί τε νέαν ἐφέπων —
Πισθέταιρος
ἀσπαζόμεσθα φιλύρινον Κινησίαν.
τί δεῦρο πόδα σὺ κυλλὸν ἀνὰ κύκλον κυκλεῖς;
Κινησίας
ὄρνις γενέσθαι βούλομαι λιγύφθογγος ἀηδών.
1380
Πισθέταιρος
παῦσαι μελῳδῶν, ἀλλʼ ὅ τι λέγεις εἰπέ μοι.
Κινησίας
ὑπὸ σοῦ πτερωθεὶς βούλομαι μετάρσιος
ἀναπτόμενος ἐκ τῶν νεφελῶν καινὰς λαβεῖν
ἀεροδονήτους καὶ νιφοβόλους ἀναβολάς.
1385
Πισθέταιρος
ἐκ τῶν νεφελῶν γὰρ ἄν τις ἀναβολὰς λάβοι;
Κινησίας
κρέμαται μὲν οὖν ἐντεῦθεν ἡμῶν ἡ τέχνη.
τῶν διθυράμβων γὰρ τὰ λαμπρὰ γίγνεται
ἀέρια καὶ σκότιά γε καὶ κυαναυγέα
καὶ πτεροδόνητα· σὺ δὲ κλύων εἴσει τάχα.
1390
Πισθέταιρος
οὐ δῆτʼ ἔγωγε.
Κινησίας
νὴ τὸν Ἡρακλέα σύ γε.
ἅπαντα γὰρ δίειμί σοι τὸν ἀέρα.
Κινησίας
εἴδωλα πετεινῶν
αἰθεροδρόμων
οἰωνῶν ταναοδείρων —
1395
Πισθέταιρος
ὠόπ.
Κινησίας
τὸν ἁλάδρομον ἁλάμενος
ἅμʼ ἀνεμων πνοαῖσι βαίην.
Πισθέταιρος
νὴ τὸν Δίʼ ἦ ʼγώ σου καταπαύσω τὰς πνοάς.
Κινησίας
τοτὲ μὲν νοτίαν στείχων πρὸς ὁδόν,
τοτὲ δʼ αὖ βορέᾳ σῶμα πελάζων
1400
ἀλίμενον αἰθέρος αὔλακα τέμνων.
Κινησίας
χαρίεντά γʼ ὦ πρεσβῦτʼ ἐσοφίσω καὶ σοφά.
Πισθέταιρος
οὐ γὰρ σὺ χαίρεις πτεροδόνητος γενόμενος;
Κινησίας
ταυτὶ πεποίηκας τὸν κυκλιοδιδάσκαλον,
ὂς ταῖσι φυλαῖς περιμάχητός εἰμʼ ἀεί;
Πισθέταιρος
βούλει διδάσκειν καὶ παρʼ ἡμῖν οὖν μένων
1405
Λεωτροφίδῃ χορὸν πετομένων ὀρνέων
Κεκροπίδα φυλήν;
Κινησίας
καταγελᾷς μου, δῆλος εἶ.
ἀλλʼ οὖν ἔγωγʼ οὐ παύσομαι, τοῦτʼ ἴσθʼ ὅτι,
πρὶν ἂν πτερωθεὶς διαδράμω τὸν ἀέρα.
Birds. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1906.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.