Χορός
φερέτω κάλαθον ταχύ τις πτερύγων,
1325
σὺ δʼ αὖθις ἐξόρμα —
Πισθέταιρος
τύπτων γε τοῦτον ὡδί.
Χορός
πάνυ γὰρ βραδύς ἐστί τις ὥσπερ ὄνος.
Πισθέταιρος
Μανῆς γάρ ἐστι δειλός.
Χορός
σὺ δὲ τὰ πτερὰ πρῶτον
1330
διάθες τάδε κόσμῳ,
τά τε μουσίχʼ ὁμοῦ τά τε μαντικὰ καὶ
τὰ θαλάττιʼ. ἔπειτα δʼ ὅπως φρονίμως
πρὸς ἄνδρʼ ὁρῶν πτερώσεις.
Πισθέταιρος
οὔ τοι μὰ τὰς κερχνῇδας ἔτι σοῦ σχήσομαι,
1335
οὕτως ὁρῶν σε δειλὸν ὄντα καὶ βραδύν.
Birds. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1906.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.