Χορός
ταχὺ δὴ πολυάνορα τάνδε πόλιν
καλεῖ τις ἀνθρώπων.
Πισθέταιρος
τύχη μόνον προσείη.
1315
Χορός
κατέχουσι δʼ ἔρωτες ἐμᾶς πόλεως.
Πισθέταιρος
θάττον φέρειν κελεύω.
Χορός
τί γὰρ οὐκ ἔνι ταύτῃ
καλὸν ἀνδρὶ μετοικεῖν;
Σοφία Πόθος Ἀμβροσία Χάριτες
1320
τό τε τῆς ἀγανόφρονος Ἡσυχίας
εὐήμερον πρόσωπον.
Πισθέταιρος
ὡς βλακικῶς διακονεῖς·
οὐ θᾶττον ἐγκονήσεις;
Birds. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1906.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.