Πισθέταιρος
τὰ μὲν ἱέρʼ ἡμῖν ἐστιν ὦρνιθες καλά·
ἀλλʼ ὡς ἀπὸ τοῦ τείχους πάρεστιν ἄγγελος
οὐδείς, ὅτου πευσόμεθα τἀκεῖ πράγματα.
1120
ἀλλʼ οὑτοσὶ τρέχει τις Ἀλφειὸν πνέων.
Ἄγγελος Α
ποῦ ποῦ ʼστι, ποῦ ποῦ ποῦ ʼστι, ποῦ ποῦ ποῦ ʼστι ποῦ,
ποῦ Πισθέταιρός ἐστιν ἅρχων;
Πισθέταιρος
οὑτοσί.
Ἄγγελος Α
ἐξῳκοδόμηταί σοι τὸ τεῖχος.
Πισθέταιρος
εὖ λέγεις.
Ἄγγελος Α
κάλλιστον ἔργον καὶ μεγαλοπρεπέστατον·
1125
ὥστʼ ἂν ἐπάνω μὲν Προξενίδης ὁ Κομπασεὺς
καὶ Θεογένης ἐναντίω δύʼ ἅρματε,
ἵππων ὑπόντων μέγεθος ὅσον ὁ δούριος,
ὑπὸ τοῦ πλάτους ἂν παρελασαίτην.
Πισθέταιρος
Ἡράκλεις.
Ἄγγελος Α
τὸ δὲ μῆκός ἐστι, καὶ γὰρ ἐμέτρησʼ αὔτʼ ἐγώ,
1130
ἑκατοντορόγυιον.
Πισθέταιρος
ὦ Πόσειδον τοῦ μάκρους.
τίνες ᾠκοδόμησαν αὐτὸ τηλικουτονί;
Ἄγγελος Α
ὄρνιθες, οὐδεὶς ἄλλος, οὐκ Αἰγύπτιος
πλινθοφόρος, οὐ λιθουργός, οὐ τέκτων παρῆν,
ἀλλʼ αὐτόχειρες, ὥστε θαυμάζειν ἐμέ.
1135
ἐκ μέν γε Λιβύης ἧκον ὡς τρισμύριαι
γέρανοι θεμελίους καταπεπωκυῖαι λίθους.
τούτους δʼ ἐτύκιζον αἱ κρέκες τοῖς ῥύγχεσιν.
ἕτεροι δʼ ἐπλινθοφόρουν πελαργοὶ μύριοι·
ὕδωρ δʼ ἐφόρουν κάτωθεν ἐς τὸν ἀέρα
1140
οἱ χαραδριοὶ καὶ τἄλλα ποτόμιʼ ὄρνεα.
Πισθέταιρος
ἐπηλοφόρουν δʼ αὐτοῖσι τίνες;
Ἄγγελος Α
ἐρωδιοὶ
λεκάναισι.
Πισθέταιρος
τὸν δὲ πηλὸν ἐνεβάλλοντο πῶς;
Ἄγγελος Α
τοῦτʼ ὦγάθʼ ἐξηύρητο καὶ σοφώτατα·
οἱ χῆνες ὑποτύπτοντες ὥσπερ ταῖς ἄμαις
1145
ἐς τὰς λεκάνας ἐνέβαλλον αὐτοῖς τοῖν ποδοῖν.
Πισθέταιρος
τί δῆτα πόδες ἂν οὐκ ἂν ἐργασαίατο;
Birds. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1906.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.