Χορός
ὡς πάνθʼ ὅσʼ ἂν θεὸς θέλῃ χἠ τύχη κατορθοῖ,
χωρεῖ κατὰ νοῦν, ἕτερον δʼ ἑτέρῳ
940
τούτων κατὰ καιρὸν ἀπαντᾷ.
Τρυγαῖος
ὡς ταῦτα δῆλά γʼ ἔσθʼ· ὁ γὰρ βωμὸς θύρασι καὶ δή.
Χορός
ἐπείγετέ νυν ἐν ὅσῳ
σοβαρὰ θεόθεν κατέχει
πολέμου μετάτροπος αὔρα.
945
νῦν γὰρ δαίμων φανερῶς
εἰς ἀγαθὰ μεταβιβάζει.
Τρυγαῖος
τὸ κανοῦν πάρεστʼ ὀλὰς ἔχον καὶ στέμμα καὶ μάχαιραν,
καὶ πῦρ γε τουτί, κοὐδὲν ἴσχει πλὴν τὸ πρόβατον ὑμᾶς.
Χορός
οὔκουν ἁμιλλήσεσθον; ὡς
950
ἢν Χαῖρις ὑμᾶς ἴδῃ,
πρόσεισιν αὐλήσων ἄκλητος,
κᾆτα τοῦτʼ εὖ οἶδʼ ὅτι
φυσῶντι καὶ πονουμένῳ
προσδώσετε δήπου.
955
Peace. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1906.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.