Οἰκέτης
ἄγε δὴ τί νῷν ἐντευθενὶ ποιητέον;
Τρυγαῖος
τί δʼ ἄλλο γʼ ἢ ταύτην χύτραις ἱδρυτέον;
Χορός
χύτραισιν, ὥσπερ μεμφόμενον Ἑρμῄδιον;
Τρυγαῖος
τί δαὶ δοκεῖ; βούλεσθε λαρινῷ βοΐ;
925
Χορός
βοΐ; μηδαμῶς, ἵνα μὴ βοηθεῖν ποι δέῃ.
Τρυγαῖος
ἀλλʼ ὑὶ παχείᾳ καὶ μεγάλῃ;
Χορός
μὴ μή.
Τρυγαῖος
τιή;
Χορός
ἵνα μὴ γένηται Θεογένους ὑηνία.
Τρυγαῖος
τῷ δὴ δοκεῖ σοι δῆτα τῶν λοιπῶν;
Χορός
ὀί.
Τρυγαῖος
ὀί;
930
Χορός
ναὶ μὰ Δίʼ.
Τρυγαῖος
ἀλλὰ τοῦτό γʼ ἔστʼ Ἰωνικὸν
τὸ ῥῆμʼ.
Χορός
ἐπίτηδές γʼ, ἵνʼ
ὅταν ἐν τἠκκλησίᾳ
ὡς χρὴ πολεμεῖν λέγῃ τις, οἱ καθήμενοι
ὑπὸ τοῦ δέους λέγωσʼ Ἰωνικῶς ὀὶ—
Τρυγαῖος
εὖ τοι λέγεις.
Χορός
καὶ τἄλλα γʼ ὦσιν ἤπιοι.
ὥστʼ ἐσόμεθʼ ἀλλήλοισιν ἀμνοὶ τοὺς τρόπους
935
καὶ τοῖσι συμμάχοισι πρᾳότεροι πολύ.
Τρυγαῖος
ἴθι νυν ἄγʼ ὡς τάχιστα τὸ πρόβατον λαβών·
ἐγὼ δὲ ποριῶ βωμὸν ἐφʼ ὅτου θύσομεν.
Peace. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1906.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.